Πηγή greek-language.gr _ Homer Iliad x
greek-language.gr _ Homer – Iliad and Odyssey
| Ω_1 | Λῦτο δ᾽ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντ᾽ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος | Διαλύθηκεν η σύναξις κι εσκόρπιζαν τα πλήθη καθένας εις τες πρύμνες των, τον δείπνον να ετοιμάσουν και να πλαγιάσουν ύστερα· αλλ᾽ έκλαιγε ο Πηλείδης τον φίλον του αλησμόνητα, και ο ύπνος οπού όλους |
| Ω_5 | ᾕρει πανδαμάτωρ, ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα, Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, | δαμάζει, αυτόν δεν έπιανε, και ανάπαυσιν δεν είχε· και του Πατρόκλου του η καλή και ανδράγαθη νεότης, και όσ᾽ αγωνίσθηκε μ᾽ αυτόν, όσά ᾽παθε μαζί του και των πολέμων κίνδυνα και της φρικτής θαλάσσης, όλα τού έρχονταν στον νουν και οδύρετο με πόνον |
| Ω_10 | ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ᾽ αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ᾽ ὀρθὸς ἀναστὰς δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός· οὐδέ μιν ἠὼς φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε. ἀλλ᾽ ὅ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους, | δεξιά, ζερβιά, τ᾽ ανάσκελα ή προύμυτα στην κλίνην· κι έξαφνα εσηκώνονταν και στο ακρογιάλι μόνος παράδερνε και της αυγής άμ᾽ έβλεπε τα πρώτα ροδίσματα στην θάλασσαν και στ᾽ ακρογιάλια πέρα, τους ταχείς ίππους έζευε και οπίσω από τ᾽ αμάξι |
| Ω_15 | Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ᾽ ἔασκεν ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ᾽ Ἀπόλλων πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων | σφικτόδενε τον Έκτορα συρτόν και αφού τρεις γύρες ολόγυρα τον έσερνε στου φίλου του τον τάφον, εις την σκηνήν του ησύχαζε, κι επίστομα στο χώμα τον άφηνεν· αλλ᾽ ασχημιές δεν πάθαινε το σώμα, ότι τον άνδρα και νεκρόν τον ελυπείτ᾽ ο Φοίβος |
| Ω_20 | καὶ τεθνηότα περ· περὶ δ᾽ αἰγίδι πάντα κάλυπτε χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. Ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην. | και τον επερισκέπαζε με την χρυσήν αιγίδα να μη γδαρθεί το σώμα του στα χώματα συρμένο. Τόσα τον θείον Έκτορα εκάκωνεν εκείνος. Έβλεπαν οι μακάριοι θεοί και τον λυπούνταν κι επαρακίναν τον Ερμήν τον Έκτορα να κλέψει. |
| Ω_25 | ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ᾽ Ἥρῃ οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ, ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης, ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο, | Όλ᾽ οι θεοί το ήθελαν, αλλ᾽ όχ᾽ η Ήρα, μήτε ο Ποσειδών, μήτ᾽ η Αθηνά που πάντοτ᾽ εμισούσαν την Ίλιον, τον Πρίαμον και όλον τον λαόν του, αφού ο Πάρις τες θεές, στην στάνην του όταν ήλθαν, ο ασεβής, αδίκησε κι επαίνεσεν εκείνην, |
| Ω_30 | τὴν δ᾽ ᾔνησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς, καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· «σχέτλιοί ἐστε, θεοί, δηλήμονες· οὔ νύ ποθ᾽ ὑμῖν Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων; | οπού σ᾽ ολέθριον έρωτα του εγίνη προξενήτρα. Και όταν στον κόσμον έφεξεν η δωδεκάτ᾽ ημέρα ο Φοίβος τότε ομίλησεν εκεί των αθανάτων: «Είσθε κακόπραχτοι, ω θεοί· ποτέ του ενόσω εζούσε ο Έκτωρ δεν σας έκαψε βοδιών μεριά κι ερίφων; |
| Ω_35 | τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι, ᾗ τ᾽ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ᾽ ἐπαρήγειν, | Και δεν σας είπεν η καρδιά μηδέ τον πεθαμένον να σώσετε να τον ιδούν η χώρα του, οι γονείς του, το ανήλικό του και ο λαός, που ευθύς θα τον εκαίαν και θα τον ενταφίαζαν μ᾽ όσες τιμές του πρέπουν, αλλά χαρίζεσθε, ω θεοί, στον πάγκακον Πηλείδην, |
| Ω_40 | ᾧ οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ᾽ ὣς ἄγρια οἶδεν, ὅς τ᾽ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν· ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς | που μήτε σπλάχνα δίκαια και μήτε πνεύμα πράον έχει στα στήθη, αλλ᾽ άγρια φρονεί σαν το λεοντάρι που δυνατό ακράτητο την πείναν να χορτάσει ορμά στα ποίμνια των θνητών· ομοίως του Αχιλλέως απ᾽ την ψυχήν το έλεος εχάθη και το σέβας, |
| Ω_45 | γίγνεται, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι. μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι, ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. | που τους θνητούς πότε ωφελεί και πότε ζημιώνει. Χάνει αδελφός τον αδελφόν, πατέρας το παιδί του· τι μεγαλύτερος καημός; Και όμως αφού τον κλάψουν παύουν από τα δάκρυα στο τέλος, ότ᾽ οι μοίρες ψυχήν υπομονητικήν εδώκαν των ανθρώπων· |
| Ω_50 | αὐτὰρ ὅ γ᾽ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.» | και αυτός αφού εθανάτωσε τον Έκτορα τον θείον ολόγυρα στου φίλου του τον τάφον με τους ίππους τον σέρνει· και όφελος, θαρρώ, και δόξαν δεν θα λάβει· αν και γενναίος δύναται να πέσει στην οργήν μας αφού γην άλαλην αυτός κακοποιεί με λύσσαν». |
| Ω_55 | Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· «εἴη κεν καὶ τοῦτο τεὸν ἔπος, ἀργυρότοξε, εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ | Και με χολήν του απάντησεν η Ήρα, η λευκοχέρα: «Θα έστεκε, αργυρότοξε, ο λόγος σου, αν ομοίαν του Έκτορος θα δώσετε τιμήν και του Αχιλλέως. Θνητός ο Έκτωρ και θνητής εβύζαξε το γάλα· Γόνος θεάς ο Αχιλλεύς, που γλυκοαναθρεμμένην |
| Ω_60 | θρέψα τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι. πάντες δ᾽ ἀντιάασθε, θεοί, γάμου· ἐν δὲ σὺ τοῖσι δαίνυ᾽ ἔχων φόρμιγγα, κακῶν ἕταρ᾽, αἰὲν ἄπιστε.» Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | από εμέ, την έδωκα γυναίκα του Πηλέως που όλοι αγαπούσαν οι θεοί. Και στες χαρές των γάμων όλοι καθίζετε, ω θεοί, και αυτού με την κιθάραν και συ, ω πάντοτ᾽ άπιστε και των αχρείων φίλε». Και ο Δίας της απάντησεν ο νεφελοσυνάκτης: |
| Ω_65 | «Ἥρη, μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· ὣς γὰρ ἔμοιγ᾽, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης, | «Ήρα, μη τόσ᾽ οργίζεσαι με τους θεούς, και ομοίως δεν θα τους δώσομε τιμήν, αλλά και ο Έκτωρ ήταν εις τους θεούς αγαπητός, όσο κανείς των Τρώων, καθώς σ᾽ εμέ που μ᾽ εύφραινε με τα καλά του δώρα· ότι ποτέ δεν έλειψε τραπέζι στον βωμόν μου |
| Ω_70 | λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν —οὐδέ πῃ ἔστι— λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ. ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, | σπονδή και κνίσα, των θεών εξαίρετο μοιράδι. Και τώρα ιδού· να κλέψομε κρυφά ᾽πό τον Πηλείδην τον Έκτορα δεν γίνεται· τι νύκτα – ημέρα η Θέτις δεν λείπει από το πλάγι του· αλλ᾽ ας μου προσκαλέσει κανένας από τους θεούς την Θέτιδα έμπροσθέν μου |
| Ω_75 | ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.» Ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. | να την διδάξω εγώ το πώς τον Έκτορα θα λύσει ο Αχιλλεύς, αφού δεχθεί τα δώρα του Πριάμου». Και άμ᾽ άκουσ᾽ ετινάχθηκεν η ανεμόποδ᾽ Ίρις και κει της Σάμου ανάμεσα και της τραχείας Ίμβρου έπεσε μες στην θάλασσαν κι εγόγγυσεν ο κόλπος, |
| Ω_80 | ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα. εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι ἥαθ᾽ ὁμηγερέες ἅλιαι θεαί· ἡ δ᾽ ἐνὶ μέσσῃς | και μες στα βάθη εβύθισεν ωσάν την μολυβήθραν, οπού με ταύρου κέρατα δεμένη κατεβαίνει στα ωμοφάγα ψάρια τον θάνατον να φέρει. Εις άντρο μέσα εύρηκε την Θέτιν με τες άλλες θαλάσσιες κόρες, πόκλαιε του άψογου παιδιού της |
| Ω_85 | κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης. ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· «ὄρσο, Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.» τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | την μοίραν που διόριζε προ ώρας να τον χάσει στην Τροίαν την καλόσβωλην μακράν απ᾽ την πατρίδα. Και η φτερόποδη θεά: «σήκω», της είπε, «ω Θέτις· σε θέλει ο Ζευς που αθάνατα βουλεύματα έχει ο νους του». Κι η αργυρόποδη θεά της είπε: «Τι με θέλει |
| Ω_90 | «τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθ᾽ ἀθανάτοισιν, ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ. εἶμι μέν, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃ.» Ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάων κυάνεον, τοῦ δ᾽ οὔ τι μελάντερον ἔπλετο ἔσθος. | ο υπέρτατος αυτός θεός; Περίλυπη όπως είμαι δεν μου βαστά να φαίνομαι εμπρός των αθανάτων· όμως θα υπάγω, και ό,τ᾽ ειπεί δεν θα το ειπεί χαμένα». Είπε, κι η ασύγκριτη θεά με γιάδεμα εσκεπάσθη που ένδυμα μαυρύτερο δεν ήταν από κείνο. |
| Ω_95 | βῆ δ᾽ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτ᾽· ἀμφὶ δ᾽ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. ἀκτὴν δ᾽ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, εὗρον δ᾽ εὐρύοπα Κρονίδην, περὶ δ᾽ ἄλλοι ἅπαντες ἥαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. | Κι η Ίρις η ανεμόποδη εμπρός κι εκείνη οπίσω κινήσαν κι εχωρίζετο το κύμα, ως ανεβαίναν. Απ᾽ τ᾽ ακρογιάλι επέταξαν στον ουρανόν κι εβρήκαν τον Βροντητήν και γύρω του οι αθάνατοι εκαθόνταν όλ᾽ οι μακάριοι θεοί· και απ᾽ του Διός το πλάγι |
| Ω_100 | ἡ δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ᾽ Ἀθήνη. Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥ᾽ εὔφρην᾽ ἐπέεσσι· Θέτις δ᾽ ὤρεξε πιοῦσα. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· «ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, κηδομένη περ, | σηκώθη ευθύς η Αθηνά κι εκάθισεν η Θέτις. Κι η Ήρα γλυκομίλητη της πρόσφερε ποτήρι ολόχρυσο, και άμ᾽ έπιεν το απίθωσεν η Θέτις. Άρχισε τότε των θεών και ανθρώπων ο πατέρας: «Ανέβηκες στον Όλυμπον, ω Θέτις, αν και λύπην |
| Ω_105 | πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽ εἵνεκα δεῦρο κάλεσσα. ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· κλέψαι δ᾽ ὀτρύνουσιν ἐΰσκοπον Ἀργειφόντην· | μεγάλην έχεις στην ψυχήν, καθώς καλά γνωρίζω· αλλ᾽ όμως πάλιν θα σου ειπώ προς τι σ᾽ έχω καλέσει. Τώρα εννιά μέρες οι θεοί λογομαχούν κι αιτίαν ο Έκτωρ έδωκε ο νεκρός και ο πορθητής Πηλείδης· και τον Ερμήν παρακαλούν το λείψανο να κλέψει. |
| Ω_110 | αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω, αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ᾽ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν | Αλλά την δόξαν θέλω αυτήν να δώσω του Αχιλλέως το σέβας του και την καλήν καρδιά σου να φυλάξω· αλλ᾽ άμ᾽ ευθύς εις τον στρατόν τούτο να ειπείς του υιού σου· ότ᾽ οι θεοί τού οργίζονται, κι εξόχως η ψυχή μου σφόδρα μ᾽ αυτόν χολεύεται που ωσάν ξεφρενιασμένος |
| Ω_115 | Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν, αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ. αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω λύσασθαι φίλον υἱόν, ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.» | αλύτρωτον τον Έκτορα κρατεί στα κοίλα πλοία· ίσως φοβούμενος εμέ τον Έκτορ᾽ απολύσει. Και με την Ίριν θέλω εγώ μηνύσει του Πριάμου να κατεβεί στες πρύμνες τους με δώρα στον Πηλείδην να τον πραΰνει, το ακριβό παιδί να του απολύσει». |
| Ω_120 | Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα, ἷξεν δ᾽ ἐς κλισίην οὗ υἱέος· ἔνθ᾽ ἄρα τόν γε εὗρ᾽ ἁδινὰ στενάχοντα· φίλοι δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ᾽ ἄριστον· | Είπε και πρόθυμα η θεά τον άκουσεν η Θέτις και από του Ολύμπου εχύθηκε τες κορυφές στα πλοία και τον υιόν της εύρηκε που μέσα εις την σκηνήν του οδύρετο στενάζοντας· και οι σύντροφοι τριγύρω κοπίαζαν σπουδακτικά το γεύμα να ετοιμάσουν, |
| Ω_125 | τοῖσι δ᾽ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. ἡ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ, χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· «τέκνον ἐμόν, τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων σὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτου | μ᾽ αρνί μεγάλο μαλλιαρό που είχαν σφάξει εκείνοι· στο πλάγι του εκάθισεν η σεβαστή μητέρα τον χάιδεψε και του ᾽λεγεν: «Αγαπητό μου τέκνο, ως πότε μες στα κλάματα θα τρώγεις την καρδιά σου; Και το φαγί λησμόνησες και την γλυκιά σου κλίνην, |
| Ω_130 | οὔτ᾽ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθ᾽· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ᾽ ἔξοχα πάντων | που γυναικός αγκάλιασμα πολύ τον άνδρα ευφραίνει· καλά το ηξεύρ᾽ ότι πολύν καιρόν δεν θα μου ζήσεις, κι είναι σιμά σου ο θάνατος και η δύναμις της μοίρας. Αλλ᾽ άκουσέ με· του Διός έρχομ᾽ εγώ μηνύτρα· που οργίζοντ᾽, είπεν, οι θεοί, κι εξόχως η ψυχή του |
| Ω_135 | ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας. ἀλλ᾽ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.» Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «τῇδ᾽ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, | σφόδρα με σε χολεύεται να βλέπει πως μανίζεις και αλύτρωτον τον Έκτορα κρατείς εδώ στες πρύμνες· αλλά τα λύτρα να δεχθείς και τον νεκρόν να λύσεις». Και ο πτεροπόδης Αχιλλεύς απάντησέ της κι είπε: «Ας γίνει, ας λάβει τον νεκρόν όποιος τα λύτρα φέρει, |
| Ω_140 | εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.» Ὣς οἵ γ᾽ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον. Ἶριν δ᾽ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· «βάσκ᾽ ἴθι, Ἶρι ταχεῖα, λιποῦσ᾽ ἕδος Οὐλύμποιο | αφού του Ολύμπου ο θεός το θέλει, το προστάζει». Κι ενώ στες πρύμνες μόνοι τους ο υιός με την μητέρα συνομιλούσαν πάμπολλα, στην Ίλιον την αγίαν να ξεκινήσει επρόσταζε την Ίριδα ο Κρονίδης: «Πετάξου από τον Όλυμπον, ω ανεμόποδ᾽ Ίρις, |
| Ω_145 | ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ, οἶον, μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοι | μέσα στην Ίλιον να ειπείς του σεβαστού Πριάμου να κατεβεί στες πρύμνες του με δώρα στον Πηλείδην, να τον πραΰνει, τ᾽ ακριβό παιδί να του απολύσει· ας πάει μόνος και μ᾽ αυτόν άλλος κανείς των Τρώων· έναν ας έχει κήρυκα σιμά του γηραλέον, |
| Ω_150 | ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. μηδέ τί οἱ θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν Ἀργειφόντην, ὃς ἄξει ἧός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. | να κυβερνά τ᾽ αμάξι του, που έπειτα εις την πόλιν θα φέρει αυτόν που την ζωήν τού επήρεν ο Πηλείδης, και μη φοβείται θάνατον ή άλλο τι να πάθει· σιμά του θα ᾽χει τον Ερμήν που θα τον προβοδίσει έως να τον φέρει έμπροσθεν του θείου Αχιλλέως. |
| Ω_155 | αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει· οὔτε γάρ ἐστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων, ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.» Ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. | Και αφού τον φέρει εις την σκηνήν δεν θέλει τον φονεύσει εκείνος αλλά μάλιστα θα τον φυλάξει απ᾽ άλλους, ότι μωρός ή ανόητος, ή αδικητής δεν είναι και ως πρέπει θα ελεηθεί τον άνδρα που προσπέφτει». Είπε κι η Ίρις κίνησε το μήνυμα να φέρει |
| Ω_160 | ἷξεν δ᾽ ἐς Πριάμοιο, κίχεν δ᾽ ἐνοπήν τε γόον τε. παῖδες μὲν πατέρ᾽ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς δάκρυσιν εἵματ᾽ ἔφυρον, ὁ δ᾽ ἐν μέσσοισι γεραιὸς ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος, | και θρήνους ήβρε και οδυρμούς στο σπίτι του Πριάμου. Στην αυλήν μέσα τα παιδιά στο πλάγι του πατρός τους εκλαίαν και στην μέσην τους ο γέρος τυλιγμένος μες στην χλαμύδα εντυπωτός· και η κεφαλή του η θεία από το χώμα εμαύριζε που εκείνος είχε βάλει |
| Ω_165 | τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. θυγατέρες δ᾽ ἀνὰ δώματ᾽ ἰδὲ νυοὶ ὠδύροντο, τῶν μιμνησκόμεναι, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα | με τες δυο φούκτες απ᾽ την γην που ως τότ᾽ εκυλιόνταν. Και οι θυγατέρες έκλαιαν στο σπίτι και οι νυφάδες· κι ήταν για κείνους ο καημός οπού πολλοί και ανδρείοι επέσαν απ᾽ των Δαναών τα χέρια σκοτωμένοι. Κι η Ίρις χαμηλόφωνα, στο πλάγι του Πριάμου, |
| Ω_170 | τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· «θάρσει, Δαρδανίδη Πρίαμε, φρεσί, μηδέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ᾽ ἱκάνω, ἀλλ᾽ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει. | του είπε και του έπιασε τα μέλη μέγας τρόμος. «Ω Δαρδανίδη Πρίαμε, μη φοβηθείς και θάρρου· ότι με μήνυμα κακό δεν ήλθα εγώ να σ᾽ έβρω αλλά με γνώμην αγαθήν· κι εμ᾽ έστειλε ο Κρονίδης που από μακράν σε συμπονεί πολύ και σε λυπείται. |
| Ω_175 | λύσασθαί σε κέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ, οἶον, μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις | Να ξαγοράσεις θέλει ο Ζευς τον Έκτορα τον θείον και δώρα για να ημερωθεί να φέρεις του Αχιλλέως· θα υπάγεις μόνος και με σε άλλος κανείς των Τρώων· ένα να έχεις κήρυκα σιμά σου γηραλέον να κυβερνά την άμαξαν, που έπειτα στην πόλιν |
| Ω_180 | νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. μηδέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖος γάρ τοι πομπὸς ἅμ᾽ ἕψεται Ἀργειφόντης, ὅς σ᾽ ἄξει ἧός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, | θα φέρει αυτόν που εφόνευσεν η λόγχη του Πηλείδη. Και μη φοβείσαι θάνατον ή άλλο τι να πάθεις, σιμά σου θα ᾽χεις τον Ερμήν που θα σε προβοδίσει πάντοτε ώσπου στο πρόσωπον να ιδείς τον Αχιλλέα. Και αφού συ αφήσεις την σκηνήν δεν θέλει σε φονεύσει |
| Ω_185 | οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει· οὔτε γάρ ἔστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων, ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.» Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ ὅ γ᾽ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην | ο Αχιλλεύς και μάλιστα θα σε φυλάξει απ᾽ όλους, μήτε τρελός, μήτε μωρός, μήτε κακούργος είναι και ως πρέπει θα ελεηθεί τον σεβαστόν ικέτην». Είπε κι εκείθ᾽ επέταξεν η ανεμόποδ᾽ Ίρις και ο γέρος είπε των παιδιών αμάξι να ετοιμάσουν |
| Ω_190 | ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ᾽ αὐτῆς. αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· ἐς δ᾽ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· «δαιμονίη, Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε | μουλόσυρτο και κάλαθον επάνω του να δέσουν. Στον μυροβόλον θάλαμον ωστόσο αυτός κατέβη κέδρινον, υψηλόσκευον πού ᾽χε κειμήλια πλήθος, και μέσα επροσκάλεσε την σύντροφόν του Εκάβην: «Άμοιρη, ο Ζευς μού εμήνυσε να κατεβώ στα πλοία |
| Ω_195 | λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. ἀλλ᾽ ἄγε μοι τόδε εἰπέ, τί τοι φρεσὶν εἴδεται εἶναι; αἰνῶς γάρ μ᾽ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε κεῖσ᾽ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.» | των Αχαιών, το αγαπητό παιδί μας να λυτρώσω· και δώρα να ημερωθεί να φέρω του Αχιλλέως. Ειπέ μου πώς το βλέπεις συ· ότι και αφ᾽ εαυτού της σφόδρα μ᾽ εβίαζε η ψυχή να κατεβώ στα πλοία των Αχαιών διαβαίνοντας το μέγα στράτευμά τους». |
| Ω_200 | Ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· «ὤ μοι, πῇ δή τοι φρένες οἴχονθ᾽, ᾗς τὸ πάρος περ ἔκλε᾽ ἐπ᾽ ἀνθρώπους ξείνους ἠδ᾽ οἷσιν ἀνάσσεις; πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος, ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς | Και τότε με ξεφωνητό του απάντησεν η γραία: «Οϊμέ, πού επήγε η γνώση σου και η φρονιμάδα εκείνη και εις τους ξένους ξακουστή και σ᾽ όλον τον λαόν σου; Πώς θέλεις μόνος συ να πας στων Αχαιών τες πρύμνες τον άνδρα που σου έσφαξε τέκνα πολλά και ανδρεία |
| Ω_205 | υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. εἰ γάρ σ᾽ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν, ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ σ᾽ ἐλεήσει, οὐδέ τί σ᾽ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ· τῷ δ᾽ ὥς ποθι Μοῖρα κραταιὴ | να ιδείς στα μάτια; Σίδερο είναι η καρδιά σου, ω γέρε. Και όταν στα χέρια του ευρεθείς, λύπην ή σέβας τάχα ελπίζεις απ᾽ τον άπιστον εκείνον και ωμοφάγον; Αλλά στο σπίτι ας μείνομε μακρόθεν να τον κλαίμε, ότι άμα τον εγέννησα του έχει λινογνέσει |
| Ω_210 | γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων, ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα· τότ᾽ ἂν τιτὰ ἔργα γένοιτο παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, | η μοίρα η παντοδύναμη τους σκύλους να χορτάσει απ᾽ τους γονείς του έρημος στα χέρι᾽ ανδρός αγρίου. Αχ! καρφωμένη επάνω του το σκώτι πέρα πέρα θα του ᾽τρωγα να πλερωθούν τα πάθια του παιδιού μου. Ότι δεν μου τον φόνευσεν οπού ψυχομαχούσε, |
| Ω_215 | ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότ᾽, οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς.» Τὴν δ᾽ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· «μή μ᾽ ἐθέλοντ᾽ ἰέναι κατερύκανε, μηδέ μοι αὐτὴ ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. | αλλά εκεί που ακλόνητος εμάχονταν να σώσει τους άνδρες και τες σεβαστές μητέρες της Τρωάδος». Σ᾽ αυτήν ο θείος Πρίαμος απάντησε και είπε: «Το θέλω, μη αντιστέκεσαι· κι η ίδια συ στο σπίτι κακό σημάδι μη γενείς· ποτέ δεν θα με πείσεις· |
| Ω_220 | εἰ μὲν γάρ τίς μ᾽ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ᾽, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, εἶμι, καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα | ότι αν απ᾽ άνθρωπον θνητόν το πρόσταγμα είχ᾽ ακούσει είτ᾽ ιερέας τύχαινεν είτε ιερογνώστης, πλάν᾽ ημπορούσε να φανεί και αποστροφήν να κάμει· αλλ᾽ αφού τώρα την θεάν άκουσα εγώ και είδα, θα πάω και ό,τ᾽ είπα θα γενεί· το στέργω, η μοίρ᾽ αν θέλει, |
| Ω_225 | τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων, βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.» Ἦ, καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν· ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, | στων χαλκοφόρων Αχαιών τες πρύμνες ν᾽ αποθάνω· να σφίξω στες αγκάλες μου το άμοιρο παιδί μου να ξεθυμάνω κλαίοντας και ας με φονεύσει εκείνος». Είπε και από τ᾽ αρμάρια του εσήκωσε τα ωραία σκεπάσματα και δώδεκα πέπλους λαμπρούς επήρε. |
| Ω_230 | δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα λευκά, τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες | Και χλαίνες δώδεκα μονές, και τάπητες ομοίως και τόσα επανωφόρια, τόσους κοντά χιτώνες και δέκ᾽ ακόμη τάλαντα χρυσάφι ζυγισμένο, τέσσερους λέβητες και ομού δυο τρίποδες που ελάμπαν κι ένα ποτήρι υπέρλαμπρο, βαρύτιμο που οι Θράκες |
| Ω_235 | ἐξεσίην ἐλθόντι, μέγα κτέρας· οὐδέ νυ τοῦ περ φείσατ᾽ ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ᾽ ἤθελε θυμῷ λύσασθαι φίλον υἱόν. ὁ δὲ Τρῶας μὲν ἅπαντας αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων· «ἔρρετε, λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν | του είχαν δωρήσει τον καιρόν που επήγε απεσταλμένος· και μηδ᾽ εκείνο εκράτησεν ο γέρος, τόσην είχε λαχτάραν το αγαπητό παιδί να ξαγοράσει. Κι έδιωχνε από την αίθουσαν όλους ομού τους Τρώας: «Ω λώβες, σύρετ᾽ από ᾽δω! Τα σπίτια σας δεν έχουν |
| Ω_240 | οἴκοι ἔνεστι γόος, ὅτι μ᾽ ἤλθετε κηδήσοντες; ἦ ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκε, παῖδ᾽ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε | λύπην και αυτά και ήλθετε να πλήξετε κι εμένα; Μικρή σας φαίνεται η πληγή, που μου ᾽δωκε ο Κρονίδης, να χάσω το καλύτερον απ᾽ όλα τα παιδιά μου; Θα το αισθανθείτε γρήγορα και σεις που αυτός εχάθη όταν σας κόψουν εύκολα των Αχαιών οι λόγχες. |
| Ω_245 | πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω.» Ἦ, καὶ σκηπανίῳ δίεπ᾽ ἀνέρας· οἱ δ᾽ ἴσαν ἔξω σπερχομένοιο γέροντος· ὁ δ᾽ υἱάσιν οἷσιν ὁμόκλα, νεικείων Ἕλενόν τε Πάριν τ᾽ Ἀγάθωνά τε δῖον | Αχ! να κλεισθούν τα μάτια μου προτού να ιδούν την πόλιν να την πατήσουν οι εχθροί και να την ερημάζουν». Είπε, και με το σκήπτρο του κτυπώντας τους ο γέρος τους έβγαλε κι εφώναξε στα τέκνα του που εμείναν· εννέα ήσαν· Έλενος και Πάρις και Αγάθων |
| Ω_250 | Πάμμονά τ᾽ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ Δῖον ἀγαυόν· ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε· «σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες· αἴθ᾽ ἅμα πάντες Ἕκτορος ὠφέλετ᾽ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. | και Πάμμων και Αντίφονος, Πολίτης, ο γενναίος Δηίφοβος και Ιππόθοος και ο δοξασμένος Δίος. Σ᾽ όλους αυτούς εφώναζε: «Τι δεν με βοηθείτε, κακά μου τέκνα, ελεεινά· να ᾽χετε όλοι αντάμα αντί του Έκτορος χαθεί στες πρύμνες σκοτωμένοι· |
| Ω_255 | ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι, Μήστορά τ᾽ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην Ἕκτορά θ᾽, ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο. | οϊμένα τον βαριόμοιρον, δεν μόμεινε κανένα απ᾽ τα εξαίσια τέκνα μου που εδόξασαν την Τροίαν· πού είναι ο Μήστωρ ο λαμπρός, ο ιππόμαχος Τρωίλος, ο Έκτωρ, οπού εθέιζε μες στων θνητών τα γένη, πόμοιαζε γέννημα θεού, και όχι θνητού στο θώρι, |
| Ω_260 | τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης, τὰ δ᾽ ἐλέγχεα πάντα λέλειπται, ψεῦσταί τ᾽ ὀρχησταί τε, χοροιτυπίῃσιν ἄριστοι, ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, ταῦτά τε πάντ᾽ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;» | και όλους τους αφάνισεν ο Άρης και απομείναν οι αχρείοι, ψεύτες, στο χορό λαμπρότατοι τεχνίτες και αρνιά κι ερίφια του κοινού ν᾽ αρπάζουν μαθημένοι· δεν πάτε να μου ζέψετε τ᾽ αμάξι ευθύς και τούτα επάνω του να θέσετε, να μη χρονοτριβήσω;» |
| Ω_265 | Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς, κὰδ δ᾽ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον πύξινον ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός· | Είπε, κι εκείνοι τες φωνές τρομάξαν του πατρός τους κι εσήκωσαν καλότροχο φορτωτικόν αμάξι καινούριο και τον κάλαθον επάνω του προσδέσαν, κατέβασαν και τον ζυγόν από τα ξυλοκάρφια· πύξινος ήτ᾽ ομφαλωτός κι εταίριαζε στους κρίκους· |
| Ω_270 | ἐκ δ᾽ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ, πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν. | έφεραν κι εννεάπηχο μαζί του ζυγολούρι. Και τον ζυγόν απίθωσαν στο γυαλιστό τιμόνι στην κορυφήν κι επέρασαν τον κρίκον στο παπούλι· και απ᾽ τα δυο μέρη τρεις φορές το ζυγολούρι εδέσαν στον ομφαλόν, κι εγύρισαν κατόπι το γλωσσίδι |
| Ω_275 | ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα, ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς | κι έφεραν απ᾽ τον θάλαμον τα λύτρα τα ωραία του Έκτορος και τα ᾽βαλαν στο στιλβωτόν αμάξι κι έζεψαν τα σκληρόνυχα μουλάρι᾽ ανδρειωμένα, που οι Μυσοί, δώρον λαμπρόν εδώκαν του Πριάμου. Έπειτα για τον Πρίαμον ετοίμασαν τους ίππους |
| Ω_280 | αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι κῆρυξ καὶ Πρίαμος, πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες· ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ, οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, | που ανάθρεψεν ο ίδιος στο στιλβωτό παχνί του. Κι ενώ στα ψηλά δώματα το ζέψιμο ετηρούσαν ο Πρίαμος και ο κήρυκας γνώμη και νουν γεμάτοι, η Εκάβη τούς εσίμωσεν, η καταπικραμένη, μ᾽ ένα ποτήρι ολόχρυσο γλυκό κρασί γεμάτο, |
| Ω_285 | χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· «τῆ, σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας, ἐμεῖο μὲν οὐκ ἐθελούσης. | αυτού να κάμουν τες σπονδές προτού να ξεκινήσουν. Εμπρός στους ίππους στάθηκε και είπε: «Λάβε, ω γέρε, σπόνδισε του πατρός Διός, και να γυρίσεις εύχου από τα χέρια των εχθρών, αφού η ψυχή σε σπρώχνει στα πλοία τους να κατεβείς κι εμένα δεν ακούεις· |
| Ω_290 | ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ Κρονίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δ᾽ οἰωνόν, ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, δεξιόν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας | αλλ᾽ εύχου καν στον βροντητήν Κρονίδην τον Ιδαίον, που απ᾽ όπου στέκεται ψηλά θωρεί την Τροίαν όλην και να σου στείλει ζήτησε το αγαπητό πουλί του που ᾽ναι γοργός του μηνυτής με δύναμιν μεγάλην στα δεξιά σου να το ιδείς ο ίδιος και, σ᾽ εκείνο |
| Ω_295 | τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.» Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· | θαρρώντας, να πορεύεσαι στων Δαναών τα πλοία. Κι εάν τον μηνυτήν του ο Ζευς σού αρνηθεί να στείλει εγώ θα σε συμβούλευα, μ᾽ όσον και αν έχεις ζήλον, να μη κινήσεις για να πας στες πρύμνες των Αργείων». Και απάντησεν ο Πρίαμος: «Προθύμως, ω γυναίκα, |
| Ω_300 | «ὦ γύναι, οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν, αἴ κ᾽ ἐλεήσῃ.» Ἦ ῥα, καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὁ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἡ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα. | θα κάμω αυτό που επιθυμείς· καλό ᾽ναι προς τον Δία τα χέρια μας να υψώσομε για να μας ελεήσει». Και ο γέρος επαράγγειλεν ευθύς την οικονόμα νερό να φέρει αμίαντο στα χέρια του να ρίξει· και με λεκάνην ήλθε αυτή στα χέρια και προχύτην· |
| Ω_305 | νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δός μ᾽ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν, | ενίφθη και απ᾽ την σύντροφον επήρε το ποτήρι και ορθός στην μέσην της αυλής εσπόνδιζε κι ευχόνταν τα μάτια προς τον ουρανόν, και αυτούς τους λόγους είπε: «Δία πατέρα, δοξαστέ, που από την Ίδην βλέπεις, δώσ᾽ μου να μ᾽ έβρει ελεεινόν ο άσπονδος Πηλείδης, |
| Ω_310 | πέμψον δ᾽ οἰωνόν, ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, δεξιόν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.» Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς, | ευδόκησε το αγαπητό πουλί σου να μου στείλεις, που είναι γοργός σου μηνυτής, με δύναμιν μεγάλην στα δεξιά μου να το ιδώ ο ίδιος και σ᾽ εκείνο θαρρώντας να πορεύομαι στων Δαναών τα πλοία». Και την ευχήν του άκουσεν ο πάνσοφος Κρονίδης |
| Ω_315 | αὐτίκα δ᾽ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, μόρφνον θηρητῆρ᾽, ὃν καὶ περκνὸν καλέουσιν. ὅσση δ᾽ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ἀνέρος ἀφνειοῖο, ἐῢ κληῗσ᾽ ἀραρυῖα, τόσσ᾽ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι | και του ᾽στειλε τον αετόν, αλάθευτο σημάδι, τον μαύρον και αρπακτικόν, που και περκνόν τον λέγουν. Και ωσάν θυρόφυλλο υψηλού θαλάμου ανδρός πλουσίου τρανό κατασκευάσθηκε με κλείθρ᾽ ασφαλισμένο, τόσο μεγάλη απλώνονταν η κάθε του φτερούγα· |
| Ω_320 | δεξιὸς ἀΐξας διὰ ἄστεος· οἱ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. Σπερχόμενος δ᾽ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, ἐκ δ᾽ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, | και δεξιά τους φάνηκεν επάνω από την πόλιν, και άμα τον είδαν χάρηκαν με την καρδιά τους όλοι. Ανέβη ο γέρος σπουδακτά στο στιλβωτό θρονί του, εκίνησε απ᾽ το πρόθυρο και απ᾽ την αυλήν τους ίππους. Εμπρός του το τετράκυκλον αμάξι τα μουλάρια |
| Ω_325 | τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν ἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε καρπαλίμως κατὰ ἄστυ· φίλοι δ᾽ ἅμα πάντες ἕποντο πόλλ᾽ ὀλοφυρόμενοι ὡς εἰ θάνατόνδε κιόντα. οἱ δ᾽ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ᾽ ἀφίκοντο, | τραβούσαν και ο συνετός το κυβερνούσε Ιδαίος· οπίσ᾽ ο γέρος ράβδιζε διαβαίνοντας την πόλιν τους ίππους του με ορμήν πολλήν· και όλ᾽ οι δικοί του εκλαίαν κατόπι του, ως να πήγαινε εκείνος του θανάτου. Και ότε απ᾽ την πόλιν έφθασαν στην πεδιάδα κάτω, |
| Ω_330 | οἱ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο, παῖδες καὶ γαμβροί, τὼ δ᾽ οὐ λάθον εὐρύοπα Ζῆν ἐς πεδίον προφανέντε· ἰδὼν δ᾽ ἐλέησε γέροντα, αἶψα δ᾽ ἄρ᾽ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα· «Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν | στην Ίλιον κείνοι εγύρισαν, τα τέκνα και οι γαμπροί του. Και άμα τους είδε να φανούν εκεί στην πεδιάδα ο μέγας Ζευς από ψηλά τον γέροντα ελυπήθη κι ευθύς εστράφη στον Ερμήν, το αγαπητό παιδί του: «Ερμή, που τόσον αγαπάς την συντροφιάν του ανθρώπου |
| Ω_335 | ἀνδρὶ ἑταιρίσσαι, καί τ᾽ ἔκλυες ᾧ κ᾽ ἐθέλῃσθα, βάσκ᾽ ἴθι, καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν ὣς ἄγαγ᾽, ὡς μήτ᾽ ἄρ τις ἴδῃ μήτ᾽ ἄρ τε νοήσῃ τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνάδ᾽ ἱκέσθαι.» Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος Ἀργειφόντης. | όσο κανείς άλλος θεός, και ακούεις όποιον θέλεις, κατέβα και τον Πρίαμον στων Αχαιών τα πλοία οδήγα να μην τον ιδεί κανείς ή τον νοήσει από τους άλλους Δαναούς, πριν φθάσει στον Πηλείδην». Και άμα τον λόγον άκουσεν ο μέγας Αργοφόνος, |
| Ω_340 | αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δὲ ῥάβδον, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει· | τα σάνδαλα εποδέθηκε τα ολόχρυσα, τα ωραία, τ᾽ άφθαρτα που τον σήκωναν σαν άνεμος επάνω στην γην όλην την άπειρον και στα θαλάσσια πλάτη, το ραβδί πήρε που μ᾽ αυτό τα βλέμματα κοιμίζει όποιου θνητού θελήσει αυτός και όποιον κοιμάτ᾽ εγείρει. |
| Ω_345 | τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργειφόντης. αἶψα δ᾽ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, βῆ δ᾽ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. Οἱ δ᾽ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, | Μ᾽ αυτό στα χέρια πεταχτά στην άκρην του Ελλησπόντου, στην Τροίαν έφθασ᾽ ο Ερμής και στην μορφήν ομοιώθη με αγόρι γενεάς λαμπρής, πόχει το πρώτο χνούδι, καιρός που η νιότη φαίνεται με όσην χάριν έχει. Και αφού το μνήμα επέρασαν του Ίλου, εσταματήσαν |
| Ω_350 | στῆσαν ἄρ᾽ ἡμιόνους τε καὶ ἵππους, ὄφρα πίοιεν, ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. τὸν δ᾽ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· «φράζεο, Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. | εις το ποτάμι, τ᾽ άλογα να πιουν και τα μουλάρια· που ήδη απλώνονταν στην γην της νύκτας το σκοτάδι. Και τον Ερμήν που εσίμωνεν εννόησεν ο κήρυξ, και είπε προς τον Πρίαμον: «Ω Δαρδανίδη, σκέψου· σκέψις εδώ χρειάζεται· βλέπ᾽ άνθρωπον κοντά μας, |
| Ω_355 | ἄνδρ᾽ ὁρόω, τάχα δ᾽ ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἐφ᾽ ἵππων, ἤ μιν ἔπειτα γούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κ᾽ ἐλεήσῃ.» Ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ᾽ αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, | θενά μας σφάξει άσφαλτα· κι ευθύς ας ανεβούμε στ᾽ αμάξι σου να φύγομεν· ή και τα γόνατά του πιάνοντας ας προσπέσομεν, ίσως μας ελεήσει». Και ως τ᾽ άκουσεν ο γέροντας ζαλίσθη από τον τρόμον και ορθές σ᾽ όλα τα μέλη του οι τρίχες σηκωθήκαν |
| Ω_360 | στῆ δὲ ταφών· αὐτὸς δ᾽ ἐριούνιος ἐγγύθεν ἐλθών, χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· «πῇ, πάτερ, ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα δι᾽ ἀμβροσίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι; οὐδὲ σύ γ᾽ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, | κι έμεινε ακίνητος βουβός· ήλθε ο θεός σιμά του και από το χέρι έπιασε τον γέροντα και του ᾽πε: «Για πού, πατέρα, το κινάς με ίππους και μουλάρια την θείαν νύκτα, οπού οι θεοί γλυκοκοιμούνται όλοι; Και τους ανδρείους Αχαιούς ποσώς δεν εφοβήθης, |
| Ω_365 | οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν τοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; οὔτ᾽ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. | που εχθροί σου είναι θανάσιμοι και οπού σιμά τους έχεις; Και αν απ᾽ αυτούς κανείς σε ιδεί μέσα στην μαύρην νύκτα, τόσους να φέρεις θησαυρούς, τι θα αισθανθείς φαντάσου· νέος δεν είσαι, γέροντας κι αυτός ο σύνοδός σου, και αν πέσει επάνω σας κανείς, πώς θα του αντισταθείτε; |
| Ω_370 | ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.» Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· «οὕτω πῃ τάδε γ᾽ ἐστί, φίλον τέκος, ὡς ἀγορεύεις. ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, | Αλλ᾽ από εμέ μη φοβηθείς και μάλιστα σιμά σου θα σε φυλάξω, αν χρειασθεί, τι ομοιάζεις του πατρός μου». Και τότε ο θείος Πρίαμος του απάντησεν ο γέρος: «Αυτά τωόντι στέκονται, παιδί μου, όπως τα λέγεις, αλλά για με κάποιος θεός το χέρι του έχει υψώσει, |
| Ω_375 | ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι, αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δ᾽ ἔξ ἐσσι τοκήων.» Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης· «ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες. | που καλοσυναπάντητον μου έστειλε οδοιπόρον, οποίος είσαι, θαυμαστός στην όψη και στο σώμα και συνετός από γονείς, που τους καλοτυχίζω». Και προς αυτόν ο μηνυτής απάντησε Αργοφόνος: «Είναι καλά και φρόνιμα, ω γέρε, αυτά που είπες· |
| Ω_380 | ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας ἐς ἀλλοδαπούς, ἵνα περ τάδε τοι σόα μίμνῃ, ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε | αλλ᾽ αυτό θέλω να μου ειπείς καλά να μου εξηγήσεις, βγάζεις αυτούς τους θησαυρούς από την πόλιν έξω εις τόπον ξένον να σταλούν, να είναι ασφαλισμένοι, ή δειλιασμένοι αφήνετε την Ίλιον την αγίαν όλοι, αφού ο πρώτος σας εχάθη πολεμάρχος |
| Ω_385 | σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν.» Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· «τίς δὲ σύ ἐσσι, φέριστε, τέων δ᾽ ἔξ ἐσσι τοκήων; ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.» Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης· | ο υιός σου, που τους Αχαιούς στην μάχην δεν φοβόνταν;» Και ο γέρος του αποκρίθηκεν: «Ω θαυμαστέ, ποιος είσαι, ποίοι θνητοί σ᾽ εγέννησαν, εσύ που τόσ᾽ ωραία μου είπες για τον θάνατον του άμοιρου παιδιού μου;» Σ᾽ αυτόν απάντησε ο θεός: «Με δοκιμάζεις, γέρε, |
| Ω_390 | «πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι Ἕκτορα δῖον. τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας Ἀργείους κτείνεσκε, δαΐζων ὀξέϊ χαλκῷ· ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς | και για τον θείον Έκτορα που μ᾽ ερωτάς, λογιάζω· πολλές φορές στον πόλεμον, όπου δοξάζοντ᾽ άνδρες τον είδα με τα μάτια μου, και οπόταν προς τα πλοία εκυνηγούσε κι έσφαζε τα πλήθη των Αργείων. Μακρόθεν τον θαυμάζαμεν ημείς ότι ο Πηλείδης |
| Ω_395 | εἴα μάρνασθαι, κεχολωμένος Ἀτρεΐωνι. τοῦ γὰρ ἐγὼ θεράπων, μία δ᾽ ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δ᾽ ἔξ εἰμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ἀφνειὸς μὲν ὅ γ᾽ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· | μας εκρατούσε απ᾽ τον καιρόν που εθύμωσε του Ατρείδη· ότ᾽ είμαι εκείνου ακόλουθος φερμένος σ᾽ ένα πλοίον· το γένος είμαι Μυρμιδών, μ᾽ εγέννησε ο Πολύκτωρ, άνθρωπος είναι πάμπλουτος και αυτός, ως είσαι, γέρος· κι εγώ είμαι ο νεότερος από τα εφτά παιδιά του. |
| Ω_400 | τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι. νῦν δ᾽ ἦλθον πεδίονδ᾽ ἀπὸ νηῶν· ἠῶθεν γὰρ θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.» | Και νά ᾽λθω εδώ στον πόλεμον μου έλαχεν ο κλήρος· στην πεδιάδα εκίνησα προτώρ᾽ από τες πρύμνες ότ᾽ οι Αχαιοί το χάραμα την πόλιν θα κτυπήσουν. Αγανακτούν που κάθονται και λαχταρούν την μάχην και οι βασιλείς δεν δύνανται να τους κρατήσουν πλέον». |
| Ω_405 | Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· «εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.» | Σ᾽ αυτόν ο γέρος Πρίαμος απάντησεν ο θείος: «Κι εάν εσύ ακόλουθος του Αχιλλέως είσαι, ειπέ μου τώρα καθαρά να μάθω αν εις τες πρύμνες ο υιός μου ακόμα σώζεται, ή αν κομματιασμένον εις τα σκυλιά του σπάραγμα τον έριξε ο Πηλείδης; » |
| Ω_410 | Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης· «ὦ γέρον, οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί, ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ | Και προς αυτόν ο μηνυτής απάντησε Αργοφόνος: «Ω γέρε, μήτε όρνεα τον φάγαν μήτε σκύλοι, ακόμη κείτεται σιμά στην πρύμνην του Αχιλλέως· κι έφεξ᾽ η δωδεκάτη αυγή στο λείψανό του επάνω και όμως αυτό δεν σέπεται, σκουλήκια δεν τον τρώγουν |
| Ω_415 | ἔσθουσ᾽, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ, οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν οἷον ἐερσήεις κεῖται, περὶ δ᾽ αἷμα νένιπται, | που δαπανούν τα σώματα που έκαψεν ο Άρης. Τον σέρνει, αλήθεια, ολόγυρα στου φίλου του τον τάφον την κάθε αυγήν απόνετα και δεν τον ασχημίζει· ο ίδιος αν τον έβλεπες, θα εθαύμαζες πώς είναι δροσερός όλος καθαρός από το μαύρον αίμα· |
| Ω_420 | οὐδέ ποθι μιαρός· σὺν δ᾽ ἕλκεα πάντα μέμυκεν, ὅσσ᾽ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.» Ὣς φάτο, γήθησεν δ᾽ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ· | παντού καλός, και θα ᾽βλεπες κλεισμένες τες πληγές του, που ήσαν πολλές ότι πολλοί του εκέντησαν το σώμα· τόσο πονούν οι μάκαρες θεοί για τον υιόν σου, νεκρόν ακόμη, ότι πολύ τον αγαπούσαν όλοι». Στα λόγια τούτα εχάρηκεν ο γέρος και αποκρίθη: |
| Ω_425 | «ὦ τέκος, ἦ ῥ᾽ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι ἀθανάτοις, ἐπεὶ οὔ ποτ᾽ ἐμὸς πάϊς, εἴ ποτ᾽ ἔην γε, λήθετ᾽ ἐνὶ μεγάροισι θεῶν, οἳ Ὄλυμπον ἔχουσι· τῶ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἀλλ᾽ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, | «Παιδί μου, ιδού πως ωφελεί τα δώρα οπού τους πρέπουν εις τους θεούς να δίδομεν, ως έκανεν ο υιός μου, που στην εστίαν του ποτέ δεν τους ελησμονούσε και ιδού τον εθυμήθηκαν αυτοί και πεθαμένον και τώρα δέξου, αν μ᾽ αγαπάς τ᾽ όμορφο αυτό ποτήρι· |
| Ω_430 | αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ὄφρα κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.» Τὸν δ᾽ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης· «πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλεαι σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. | σώσε με, και με των θεών το χέρι οδήγησέ με απείρακτος εις την σκηνήν να φθάσω του Αχιλλέως». Σ᾽ αυτόν απάντησε ο θεός: «Ω γέρε, εμέ τον νέον να ξελογιάσεις προσπαθείς· αλλά δεν θα με πείσεις δώρ᾽ από σένα να δεχθώ κρυφά ᾽πό τον Πηλείδην. |
| Ω_435 | τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. σοὶ δ᾽ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.» | Φόβον τού έχει τρομερόν και σέβας η καρδιά μου και αν λάβω δώρ᾽ απόκρυφα φοβούμαι μήπως πάθω. Αλλά πιστός σου οδηγός στερεάς ή και θαλάσσης και ως τ᾽ Αργος το εξακουστό θα γίνω αν είναι χρεία· και αν μ᾽ έχεις εις το πλάγι σου μη φοβηθείς κανέναν». |
| Ω_440 | Ἦ, καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ἐν δ᾽ ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, | Είπε και ανέβηκε ο θεός στ᾽ αμάξι του Πριάμου στα χέρια του και μάστιγα και χαλινούς επήρε, και εις τους ίππους έβαλεν ανδρειά και στα μουλάρια. Και οπόταν εις τον χάντακα εφθάσαν και στους πύργους, ήβραν τους νυκτοφύλακας, που ετοίμαζαν τον δείπνον |
| Ω_445 | τοῖσι δ᾽ ἐφ᾽ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης πᾶσιν, ἄφαρ δ᾽ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, ἐς δ᾽ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης. ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι | και όλους τους εβύθισεν στον ύπνον ο Αργοφόνος, τους σύρτες έσπρωξ᾽ άνοιξε τες πύλες και τ᾽ αμάξι έμπασε με τον Πρίαμον και τα λαμπρά του δώρα. Κι ευθύς κατόπιν στην σκηνήν εφθάσαν του Αχιλλέως την υψηλήν που μ᾽ έλατα σχισμένα οι Μυρμιδόνες |
| Ω_450 | δοῦρ᾽ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες· ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δ᾽ ἔχε μοῦνος ἐπιβλὴς εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, | έφτιασαν του κυρίου των, κι επάνω την σκεπάσαν με χνουδωτά καλάμια κομμέν᾽ από λιβάδι· αυλήν τριγύρω απλόχωρην με πάλους περιφράξαν κι ένας λοστός ελάτινος ασφάλιζε την θύραν, και τρεις χρειάζοντο Αχαιοί να βάλουν εις την θύραν |
| Ω_455 | τρεῖς δ᾽ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων, τῶν ἄλλων· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος· δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δ᾽ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δ᾽ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· | το μέγα εκείνο μάνταλο και τρεις να το σηκώσουν και ο Αχιλλεύς εδύνονταν να το σηκώσει μόνος. Και τότε τ᾽ άνοιξε ο θεός του γέρου να περάσει με τα λαμπρά που έφερνε του Αχιλλέως δώρα. Κι έπειτα χάμου επήδησεν από τ᾽ αμάξι κι είπε: |
| Ω_460 | «ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα, Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ᾽ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· | «Άφθαρτος ήλθα εγώ θεός, ω γέρε, στο πλευρό σου, ο Ερμής, τι μ᾽ έστειλε οδηγόν να μ᾽ έχεις ο πατέρας. Αλλ᾽ εγώ τώρ᾽ αναχωρώ, κι εμπρός στον Αχιλλέα να με ιδεί δεν έρχομαι, και άπρεπο θα ήταν τόσον αντίκρυ αθάνατοι να σμίγουν τους ανθρώπους· |
| Ω_465 | τύνη δ᾽ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.» Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον Ἑρμείας· Πρίαμος δ᾽ ἐξ ἵππων ἆλτο χαμᾶζε, | αλλ᾽ έμπα συ και πρόσπεσε να τον καθικετεύσεις στον γέροντα πατέρα του, εις την θεάν μητέρα και στο παιδί του, την καρδιά στα βάθη να του εγγίξεις». Είπεν ο Ερμής κι επέταξε στες κορυφές του Ολύμπου· και ξεπεζεύει ο Πρίαμος και αφήνει τον Ιδαίον |
| Ω_470 | Ἰδαῖον δὲ κατ᾽ αὖθι λίπεν· ὁ δὲ μίμνεν ἐρύκων ἵππους ἡμιόνους τε· γέρων δ᾽ ἰθὺς κίεν οἴκου, τῇ ῥ᾽ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν εὗρ᾽, ἕταροι δ᾽ ἀπάνευθε καθήατο· τὼ δὲ δύ᾽ οἴω, ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος, ὄζος Ἄρηος, | αυτού στον τόπον να φυλά τα δυο ζεμέν᾽ αμάξια. Και ίσια επήγε στην σκηνήν που έμενε ο Πηλείδης· τον ήβρε αυτού και ανάμερα οι σύντροφοι εκαθίζαν· μόνοι να τον υπηρετούν στεκόνταν ο Αυτομέδων με τον γενναίον Άλκιμον, ότ᾽ είχε αποδειπνήσει |
| Ω_475 | ποίπνυον παρεόντε· νέον δ᾽ ἀπέληγεν ἐδωδῆς ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δ᾽ ἔλαθ᾽ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ᾽ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. | κι ήταν ακόμη ασήκωτον εμπρός του το τραπέζι. Εμπήκε ο μέγας Πρίαμος χωρίς να τον νοήσει αυτού κανείς, και άμ᾽ έφθασε σιμά στον Αχιλλέα, τα γόνατα του αγκάλιασε και τ᾽ ανδροφόνα χέρια εφίλησε, που του ᾽σφαξαν τόσα λαμπρά παιδιά του. |
| Ω_480 | ὡς δ᾽ ὅτ᾽ ἂν ἄνδρ᾽ ἄτη πυκινὴ λάβῃ, ὅς τ᾽ ἐνὶ πάτρῃ φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον, ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ᾽ ἔχει εἰσορόωντας, ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. | Και ως όταν ένας πάνερμος, που φόνον έχει κάμει εις ξένον τόπον έρχεται, στο σπίτι ανδρός πλουσίου θαυμάζουν όσοι τον ιδούν, ομοίως όταν είδε εκεί τον θείον Πρίαμον εθαύμαζε ο Πηλείδης, θαύμαζαν και εκοιτάζονταν κι οι άλλοι ολόγυρά του. |
| Ω_485 | τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· «μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ, τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσ᾽, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. | Άρχισε τότε ο Πρίαμος να τον παρακαλέσει: «Θυμήσου τον πατέρα σου, ισόθεε Πηλείδη, οπού και αυτόν, ωσάν εμέ το έρμο γήρας ήβρε. Ίσως και τον στενοχωρούν οι γείτονες τριγύρω και από τον όλεθρον κανείς δεν είναι να τον σώσει. |
| Ω_490 | ἀλλ᾽ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων χαίρει τ᾽ ἐν θυμῷ, ἐπί τ᾽ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι. | Αλλά εκείνος χαίρεται και από μακριά ν᾽ ακούει οπού του ζεις και ολοκαιρίς ελπίζει να ᾽λθ᾽ η μέρα να ιδεί τον ποθητόν του υιόν να φθάσει από τα ξένα· αλλ᾽ ο βαριόμοιρος εγώ, δεν μόμεινε κανένα απ᾽ όσα τέκνα εγέννησα κι εδόξαζαν την Τροίαν. |
| Ω_495 | πεντήκοντά μοι ἦσαν, ὅτ᾽ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δ᾽ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ᾽ ἔλυσεν· ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, | Είχα πενήντα ότ᾽ έφθασαν των Αχαιών τα πλήθη. Τα δεκαννιά γεννήθηκαν όλ᾽ από μια γαστέρα τα επίλοιπ᾽ από σπιτικές γυναίκες, και από τόσα μόσφαξ᾽ ο Άρης πάμπολλα και αυτός που ακόμα μόνος την πόλιν φύλαγε κι εμάς, τον φόνευσες προτώρα, |
| Ω_500 | τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης, Ἕκτορα· τοῦ νῦν εἵνεχ᾽ ἱκάνω νῆας Ἀχαιῶν λυσόμενος παρὰ σεῖο, φέρω δ᾽ ἀπερείσι᾽ ἄποινα. ἀλλ᾽ αἰδεῖο θεούς, Ἀχιλεῦ, αὐτόν τ᾽ ἐλέησον, μνησάμενος σοῦ πατρός· ἐγὼ δ᾽ ἐλεεινότερός περ, | τον Έκτορα, μαχόμενον να σώσει την πατρίδα. Γι᾽ αυτόν τώρα κατέβηκα στων Αχαιών τα πλοία με πλήθια λύτρα πόφερα για να τον αποδώσεις. Σέβου, ω γενναίε, τους θεούς, λυπήσου με, θυμήσου τον γέροντά σου· κι είμ᾽ εγώ ελεεινότερός του, |
| Ω_505 | ἔτλην δ᾽ οἷ᾽ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ᾽ ὀρέγεσθαι.» Ὣς φάτο, τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο· ἁψάμενος δ᾽ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. τὼ δὲ μνησαμένω, ὁ μὲν Ἕκτορος ἀνδροφόνοιο | πόπαθ᾽ αυτό που άλλος θνητός δεν έχει πάθει ακόμη, του ανδρός οπού μ᾽ ορφάνεψε το χέρι να φιλήσω». Τα λόγια τούτα ως άκουσε, λαχτάρισε ο Αχιλλέας να κλάψει τον πατέρα του και πιάνοντας το χέρι του γέροντος, τον άμπωσεν αγάλι από σιμά του. |
| Ω_510 | κλαῖ᾽ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ᾽, ἄλλοτε δ᾽ αὖτε Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ᾽ ὀρώρει. αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, καί οἱ ἀπὸ πραπίδων ἦλθ᾽ ἵμερος ἠδ᾽ ἀπὸ γυίων, | Και οι δύο, με τον πόνον του καθένας τους, εκλαίαν. Εκείνος για τον Έκτορα στα πόδια του Αχιλλέως, τούτος για τον πατέρα του και ακόμη για τον φίλον Πάτροκλον, και απ᾽ τα κλάματα τα δώματ᾽ αντηχούσαν. Και αφού στο κλάμα ευφράνθηκεν ο ισόθεος Πηλείδης, |
| Ω_515 | αὐτίκ᾽ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη, οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «ἆ δείλ᾽, ἦ δὴ πολλὰ κάκ᾽ ἄνσχεο σὸν κατὰ θυμόν. πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος, | ορθώθη απ᾽ όπου εκάθονταν και σήκωσε απ᾽ το χέρι τον γέροντα λυπούμενος την άσπρην κεφαλήν του, και προς αυτόν ομίλησε: «Ω δύστυχε, τωόντι πίκρες πολλές και βάσανα υπέφερε η καρδιά σου. Πώς μπόρεσες στων Αχαιών τες πρύμνες να ᾽λθεις μόνος |
| Ω_520 | ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ᾽ ἔμπης ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· | τον άνδρα οπού σου εφόνευσε τόσα παιδιά γενναία να ιδείς στα μάτια; Σίδερον έχ᾽ η καρδιά σου ω γέρε. Αλλ᾽ έλα τώρα κάθισε, και, αν και λυπημένοι, τους πόνους τώρ᾽ ας κλείσομεν στα βάθη της ψυχής μας· και τίποτε δεν ωφελούν τα μαύρα κλάματά μας· |
| Ω_525 | ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ᾽ ἀκηδέες εἰσί. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων· ᾧ μέν κ᾽ ἀμμείξας δώῃ Ζεὺς τερπικέραυνος, | ότι στους άμοιρους θνητούς οι αθάνατοι δωρήσαν να ζουν στον πόνον και άλυποι μόνον εκείνοι μένουν. Ότι απ᾽ όσα δίδει ο Ζευς πιθάρια δυο σιμά του έχει, το ένα των κακών, των αγαθών το άλλο. Και σ᾽ όποιον δώσει ανάμικτα ο βροντητής Κρονίδης, |
| Ω_530 | ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ᾽ ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα | εκείνος πότ᾽ έχει κακές, πότε αγαθές ημέρες, και σ᾽ όποιον μόνον τα πικρά, τον κάμνει μαύρον κι έρμον και στ᾽ άγιο πρόσωπο της γης φρικτή τον σέρνει ανάγκη και ατίμητος από θεούς και ανθρώπους παραδέρνει. Και του Πηλέως οι θεοί λαμπρά χαρίσαν δώρα, |
| Ω_535 | ἐκ γενετῆς· πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστο ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. ἀλλ᾽ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττι οἱ οὔ τι παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, | πανευτυχής και υπέρπλουτος να γίνει στους ανθρώπους, των Μυρμιδόνων βασιλιάς και τον καταξιώσαν θεάν να λάβει ομόκλινην αν και θνητός εκείνος. Αλλά του εδώσαν και κακόν, στο σπίτι του δεν έχει παιδιά να γίνουν βασιλείς, παρ᾽ έν᾽ αγόρι μόνον |
| Ω_540 | ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει | ολιγοήμερον, κι εγώ να τον γηροκομήσω δεν δύναμ᾽ επειδή μακράν απ᾽ την γλυκιάν πατρίδα μένω στην Τροίαν, συμφορά σ᾽ εσέ και στα παιδιά σου. Και συ, ω γέρε, ακούομεν πανευτυχής πως ήσουν· λέγουν που απ᾽ όσους κατοικούν στου Μάκαρος την χώραν |
| Ω_545 | καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, τῶν σε, γέρον, πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον Οὐρανίωνες, αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε. ἄνσχεο, μηδ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· | στην Λέσβον, στον Ελλήσποντον κι επάνω στην Φρυγίαν για πλούτη και λαμπρά παιδιά συ είχες τα πρωτεία. Αλλ᾽ αφού τούτο το κακόν οι αθάνατοι σου εφέραν, ολόγυρα στην πόλιν σου μάχες και φόνους έχεις. Υπόφερε, ας μη τήκεται στην λύπην η καρδιά σου· |
| Ω_550 | οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.» Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· «μή πω μ᾽ ἐς θρόνον ἵζε, διοτρεφές, ὄφρα κεν Ἕκτωρ κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα | το πεθαμένο σου παιδί με δάκρυα ν᾽ αναστήσεις δεν ημπορείς, και απ᾽ τον καημόν και άλλο κακό μην πάθεις». Και τότε ο θείος Πρίαμος απάντησέ του κι είπε: «Πώς να καθίσω διόθρεπτε, ενόσω εις τες σκηνές σου ο Έκτωρ κείτεται άταφος· α! τώρα λύσε μού τον |
| Ω_555 | λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ᾽ ἀπόναιο, καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.» Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | να τον ιδούν τα μάτια μου και συ τα λύτρα λάβε οπού σου εφέραμε πολλά· να τα χαρείς να φθάσεις εις την πατρίδα σου, ω καλέ, που τόσο μ᾽ ελυπήθης και την ζωήν μού εχάρισες, του ηλιού το φως να βλέπω». Με άγριο βλέμμ᾽ απάντησε σ᾽ εκείνον ο Πηλείδης: |
| Ω_560 | «μηκέτι νῦν μ᾽ ἐρέθιζε, γέρον· νοέω δὲ καὶ αὐτὸς Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ, ἥ μ᾽ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. καὶ δέ σε γιγνώσκω, Πρίαμε, φρεσίν, οὐδέ με λήθεις, ὅττι θεῶν τίς σ᾽ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | «Μη μ᾽ ερεθίζεις γέροντα, και αφ᾽ εαυτού μου θέλω να λύσω εγώ τον Έκτορα· μου εμήνυσε και ο Δίας με την θεάν μητέρα μου, την κόρην του Νηρέως. Και ακόμη σε, ω Πρίαμε, το ενόησα, το είδα, κάποιος θεός σε οδήγησε στων Αχαιών τα πλοία. |
| Ω_565 | οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ᾽ ἡβῶν, ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ᾽ ὀχῆα ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. τῶ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, μή σε, γέρον, οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω | Πώς θα ερχόνταν στον στρατόν θνητός, κι αν νέος ήταν, από τους φύλακες κρυφά, πώς θα ημπορούσε μόνος της θύρας μου το μάνταλο το μέγα να σηκώσει; Μη, ω γέρε, την κατάπικρην ψυχήν μού εξαγριώνεις μήπως και σένα, ικέτης μου, ως είσαι στην σκηνήν μου, |
| Ω_570 | καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.» Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθῳ. Πηλεΐδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζε, οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο, ἥρως Αὐτομέδων ἠδ᾽ Ἄλκιμος, οὕς ῥα μάλιστα | δεν λυπηθώ και παραβώ την προσταγήν του Δία». Είπε, φοβήθη ο γέροντας και υπάκουσε τον λόγον και ωσάν λεοντάρι απ᾽ την σκηνήν πετάχθηκε ο Πηλείδης, ο Άλκιμος κατόπιν του και ο ήρως Αυτομέδων ακολουθούσαν, σύντροφοι που επροτιμούσε απ᾽ όλους |
| Ω_575 | τῖ᾽ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ἐς δ᾽ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, κὰδ δ᾽ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ᾽ ἀπ᾽ ἀπήνης ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα. | ύστερ᾽ από τον θάνατον του ποθητού Πατρόκλου. Και τα μουλάρια ξέζεψαν εκείνοι και τους ίππους κι έμπασαν μέσα στην σκηνήν τον κήρυκα του γέρου και τον εκάθισαν εκεί· και απ᾽ το λαμπρόν αμάξι τ᾽ άπειρα λύτρα εσήκωσαν του Έκτορος και δύο |
| Ω_580 | κὰδ δ᾽ ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα, ὄφρα νέκυν πυκάσας δοίη οἶκόνδε φέρεσθαι. δμῳὰς δ᾽ ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ ἀλεῖψαι, νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο | χλαμύδες άφησαν εκεί κι έναν καλόν χιτώνα να πάρει σπίτι τον νεκρόν μ᾽ εκείνα σκεπασμένον. Κι είπε στες δούλες τον νεκρόν να λούσουν και να χρίσουν ανάμερα, μη ο Πρίαμος θωρώντας το παιδί του μες στην καρδιά του την οργήν του πόνου δεν κρατήσει |
| Ω_585 | παῖδα ἰδών, Ἀχιλῆϊ δ᾽ ὀρινθείη φίλον ἦτορ, καί ἑ κατακτείνειε, Διὸς δ᾽ ἀλίτηται ἐφετμάς. τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, αὐτὸς τόν γ᾽ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, | και του Αχιλλέως η ψυχή ξαγριωθεί και αμέσως τον σφάξει παραβαίνοντας την προσταγήν του Δία. Και αφού τον λούσαν κι έχρισαν οι δούλες με τα μύρα και τον ενεκροστόλισαν, τον σήκωσε ο Πηλείδης ο ίδιος και τον άπλωσε στο νεκρικό κρεβάτι |
| Ω_590 | σὺν δ᾽ ἕταροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην. ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον· «μή μοι, Πάτροκλε, σκυδμαινέμεν, αἴ κε πύθηαι εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. | και οι σύντροφοι τον έβαλαν εις το λαμπρόν αμάξι. Τότ᾽ είπε αναστενάζοντας: «Άκου, γλυκέ μου φίλε, μη, Πάτροκλε, μου χολωθείς, αυτού στον Άδη αν μάθεις που έλυσα τον Έκτορα του γέροντος πατρός του, επειδή λύτρα όχι κακά μου έδωσε και απ᾽ όλα |
| Ω_595 | σοὶ δ᾽ αὖ ἐγὼ καὶ τῶνδ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν.» Ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, ἕζετο δ᾽ ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη, τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· «υἱὸς μὲν δή τοι λέλυται, γέρον, ὡς ἐκέλευες, | ό,τι σου πρέπει, αγαπητέ, θα σου χαρίσω μέρος». Και στην σκηνήν εγύρισε ο ισόθεος Πηλείδης και στο θρονί του εκάθισε προς τον αντίκρυ τοίχον κι έλεγε προς τον Πρίαμον: «Ω γέρε, ως εποθούσες ο υιός σου τώρα ελύθηκε και κείτεται στην κλίνην· |
| Ω_600 | κεῖται δ᾽ ἐν λεχέεσσ᾽· ἅμα δ᾽ ἠοῖ φαινομένηφιν ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου. καὶ γάρ τ᾽ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες. | και το πρωί θα τον ιδείς, μαζί σου να τον πάρεις. Και τώρα να δειπνήσομεν, ω γέρε, ας στοχασθούμε· ότι δεν ελησμόνησε μήτε η λαμπρή Νιόβη τροφήν να πάρ᾽ η δύστυχη σ᾽ εκείνην την ημέραν που είδε δώδεκα παιδιά στο σπίτι πεθαμένα έξι ανδρειωμέν᾽ αγόρια της και έξι θυγατέρες· |
| Ω_605 | τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ᾽ ἀργυρέοιο βιοῖο χωόμενος Νιόβῃ, τὰς δ᾽ Ἄρτεμις ἰοχέαιρα, οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιὼ τεκέειν, ἡ δ᾽ αὐτὴ γείνατο πολλούς· τὼ δ᾽ ἄρα καὶ δοιώ περ ἐόντ᾽ ἀπὸ πάντας ὄλεσσαν. | τ᾽ αγόρια ο Φοίβος φόνευσε με τ᾽ αργυρό του τόξο, τες κόρες πάλ᾽ η Άρτεμις από χολήν που επήραν, ότι με την καλήν Λητώ ισώνετο η Νιόβη, πως αυτή γέννησε πολλά κι εκείνη δύο μόνον. Και όμως οι δύο τούς πολλούς αφάνισαν, κι εννέα |
| Ω_610 | οἱ μὲν ἄρ᾽ ἐννῆμαρ κέατ᾽ ἐν φόνῳ, οὐδέ τις ἦεν κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· τοὺς δ᾽ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. ἡ δ᾽ ἄρα σίτου μνήσατ᾽, ἐπεὶ κάμε δάκρυ χέουσα. νῦν δέ που ἐν πέτρῃσιν, ἐν οὔρεσιν οἰοπόλοισιν, | στο αίμα ημέρες έμειναν, και άνθρωπος να τους θάψει δεν ήταν, ότι τους λαούς ελίθωσεν ο Δίας. Κι οι επουράνιοι θεοί τούς δέκα τους εθάψαν αλλά στα δάκρυ᾽ απόκαμε κι εκείνη κι ενθυμήθη τροφήν να πάρ᾽ η δύστυχη· και τώρα στου Σιπύλου |
| Ω_615 | ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς νυμφάων, αἵ τ᾽ ἀμφ᾽ Ἀχελώϊον ἐρρώσαντο, ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα, δῖε γεραιέ, σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα, | τα έρμα όρη τ᾽ άγρια κει που ησυχάζουν νύμφες από χορούς που έστησαν στες άκρες του Αχελώου, τον πόνον πόχει απ᾽ τους θεούς και πέτρα ως είναι τρέφει. Και, ω θείε γέρε, την τροφήν κι εμείς ας θυμηθούμε. Θα κλαίγεις εις την Ίλιον το αγαπητό παιδί σου |
| Ω_620 | Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.» Ἦ, καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς σφάξ᾽· ἕταροι δὲ δέρον τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | κατόπιν· ότι δάκρυα πολλά θα σου γεννήσει». Είπε, σηκώθη κι έσφαξεν αρνί λευκό σαν χιόνι, το γδάραν το συγύρισαν οι σύντροφοί του ως πρέπει, με τέχνην το ελιάνισαν, το πέρασαν στες σούβλες και όμορφα αφού το ᾽ψησαν απ᾽ την φωτιά το σύραν· |
| Ω_625 | Αὐτομέδων δ᾽ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ᾽ Ἀχιλῆα, | και στο τραπέζι εμέραζε τον άρτον ο Αυτομέδων, μέσα στα ωραία κάνιστρα, τα κρέατα ο Πηλείδης· και άπλωσαν όλοι στα καλά φαγιά που εμπρός τους είχαν. Και αφού εφάγαν κι έπιαν όσο ήθελε η ψυχή τους, ο Πρίαμος εθαύμαζεν εκεί του Αχιλλέα |
| Ω_630 | ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· αὐτὰρ ὁ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεύς, εἰσορόων ὄψίν τ᾽ ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· | την πλάση και τ᾽ ανάστημα που ωσάν θεού φαντάζαν. Και του Πριάμου την ειδή την αγαθήν κοιτώντας και την λαλιά του ακούοντας εθαύμαζε ο Πηλείδης. Και αφού ν᾽ αντικοιτάζονται ευφράνθησαν και οι δύο πρώτος ο θείος Πρίαμος προς τον Πηλείδην είπε: |
| Ω_635 | «λέξον νῦν με τάχιστα, διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ἀλλ᾽ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω, | «Βάλε με, ω θρέμμα του Διός, αμέσως να πλαγιάσω και την γλυκιάν ανάπαυσιν είν᾽ ώρα να χαρούμε· και μάτι εγώ δεν έκλεισα, Πηλείδη, από την ώρα που απέθανε απ᾽ τα χέρια σου το αγαπητό παιδί μου, αλλά στενάζω πάντοτε, την λύπην δεν χορταίνω |
| Ω_640 | αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.» Ἦ ῥ᾽, Ἀχιλεὺς δ᾽ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ | ημέρα νύκτα στης αυλής την λάσπην κυλισμένος· χαψιά ψωμί, ρουφιά κρασί δεν είχα βάλ᾽ εις τούτο το στόμα, ώσπου μ᾽ έκαμες μαζί σου να δειπνήσω». Και στους συντρόφους ο Αχιλλεύς τότ᾽ είπε και στους δούλους κάτωθε από την αίθουσαν κρεβάτια να τους στρώσουν |
| Ω_645 | πορφύρε᾽ ἐμβαλέειν, στορέσαι τ᾽ ἐφύπερθε τάπητας, χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, αἶψα δ᾽ ἄρα στόρεσαν δοιὼ λέχε᾽ ἐγκονέουσαι. τὸν δ᾽ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | με πορφυρά παπλώματα και τάπητες επάνω, και με χλαμύδες χνουδωτές να σκεπασθούν μ᾽ εκείνες. Και οι δούλες απ᾽ το μέγαρον εβγήκαν με λαμπάδες και γρήγορα και όμορφα τους έστρωναν δυο κλίνες· και ακρογελώντας ο Αχιλλεύς τότ᾽ είπε του Πριάμου: |
| Ω_650 | «ἐκτὸς μὲν δὴ λέξο, γέρον φίλε, μή τις Ἀχαιῶν ἐνθάδ᾽ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, αὐτίκ᾽ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, | «Έξω θα πας να κοιμηθείς, αγαπητέ μου γέρε, των βουληφόρων Αχαιών μη κάποιος ξάφνου φθάσει ως συνηθούν να έρχονται για να συμβουλευθούμε· και αν κάποιος απ᾽ αυτούς σε ιδεί, μέσα στην μαύρην νύκτα μη δώσει ευθύς την είδησιν στον αρχηγόν Ατρείδην |
| Ω_655 | καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.» Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· | και του νεκρού την λύτρωσιν μη τύχη ν᾽ αντισκόψει· ειπέ μου τώρα φανερά, πόσες ημέρες θέλεις να θάψεις τον λαμπρόν σου υιόν, και τόσες θα ησυχάζω από τον πόλεμον εγώ και θα κρατώ τα πλήθη». Και απάντησεν ο Πρίαμος: «Πηλείδη, αφού το στέργεις |
| Ω_660 | «εἰ μὲν δή μ᾽ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ὧδέ κέ μοι ῥέζων, Ἀχιλεῦ, κεχαρισμένα θείης. οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ᾽ ὕλη ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ἐννῆμαρ μέν κ᾽ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, | να κάμ᾽ ως πρέπει την ταφήν εις τον λαμπρόν υιόν μου, αυτήν την χάριν κάμε μου· γνωρίζεις οπού οι Τρώες κλειστοί ᾽ναι και περίφοβοι στην πόλιν, και θα φέρνουν πέρ᾽ από δάσος μακρινό του ενταφιασμού τα ξύλα· εννέα ημέρες θέλομε στο σπίτι να τον κλαίμε |
| Ω_665 | τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, ἑνδεκάτῃ δέ κε τύμβον ἐπ᾽ αὐτῷ ποιήσαιμεν, τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴ περ ἀνάγκη.» Τὸν δ᾽ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· «ἔσται τοι καὶ ταῦτα, γέρον Πρίαμ᾽, ὡς σὺ κελεύεις· | στες δέκα θα γινεί η ταφή και νεκρικό τραπέζι· στες ένδεκα θα υψώσομεν επάνω του τον τάφον, στες δώδεκα ο πόλεμος θ᾽ αρχίσει αν είναι ανάγκη». Και προς αυτόν ο Αχιλλεύς αντείπε ο φτεροπόδης: «Θα γίνουν, γέρε Πρίαμε, και τούτα όπως τα λέγεις· |
| Ω_670 | σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.» Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσει᾽ ἐνὶ θυμῷ. οἱ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, κῆρυξ καὶ Πρίαμος, πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες. | τον πόλεμον, όσον καιρόν ηθέλησες θα παύσω». Αυτά ᾽πε και του έπιασε την δεξιάν παλάμην απ᾽ τον αρμόν, ότ᾽ ήθελε να μη φοβείται ο γέρος. Και έξω αυτού στον πρόδρομον επλάγιασαν εκείνοι ο κήρυξ και ο Πρίαμος, άνδρες κι οι δυο με γνώση. |
| Ω_675 | αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλ᾽ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν, | Και μες στα βάθη της σκηνής κοιμήθηκε ο Πηλείδης κι είχε καλήν του ομόκλινην την κόρην του Βρισέως. Θεοί και άνθρωποι γλυκά στον ύπνον βυθισμένοι ολονυκτίς ησύχαζαν· ο αγαθοδότης μόνον Ερμής μάτι δεν έκλειε, στον νουν του μεριμνώντας |
| Ω_680 | ὁρμαίνοντ᾽ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· «ὦ γέρον, οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ᾽ εὕδεις ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ᾽ εἴασεν Ἀχιλλεύς. | δρόμον ν᾽ ανοίξει ακίνδυνον του γέροντος Πριάμου, χωρίς να ιδούν οι θυρωροί, να φύγει από τες πρύμνες· στην κεφαλήν του εστήθηκεν επάνω και του είπε: «Ω γέρε, πόσο αμέριμνα στην μέση των εχθρών σου κοιμάσαι αφού σ᾽ εθάρρεψε το έλεος του Αχιλλέως. |
| Ω_685 | καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ᾽ ἔδωκας· σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ᾽ Ἀγαμέμνων γνώῃ σ᾽ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.» Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων, κήρυκα δ᾽ ἀνίστη. | Μ᾽ άπειρα λύτρα ελύτρωσες το ποθητό παιδί σου· αλλά για σένα ζωντανόν και τρίδιπλα θα δίδαν τα τέκνα οπού σου έμειναν, εάν ο Αγαμέμνων και όλ᾽ οι άλλοι Αχαιοί πως είσ᾽ εδώ γνωρίσουν». Φοβήθηκε κι εσήκωσεν ο γέρος τον Ιδαίον. |
| Ω_690 | τοῖσιν δ᾽ Ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε, ῥίμφα δ᾽ ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. Ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, | Κι έζεψ᾽ ο Ερμής τες άμαξες κι εκείνος οδηγούσε εις τον στρατόν ανάμεσα, χωρίς να ιδεί κανένας. Και όταν στον Ξάνθον έφθασαν, διογέννητο ποτάμι, ο Ερμής οπίσω εγύρισε στες κορυφές του Ολύμπου, και η χρυσόπεπλη Ηώς την γην εφώτιζ᾽ όλην, |
| Ω_695 | Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν, οἱ δ᾽ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ἀλλ᾽ ἄρα Κασσάνδρη, ἰκέλη χρυσέῃ Ἀφροδίτῃ, | κι εκείνοι με το λείψανο που εφέρναν τα μουλάρια με δάκρυα, με ξεφωνητά τραβούσαν προς την πόλιν και δεν τους νόησε κανείς παρά η Κασσάνδρα μόνη, η κόρη οπού της χρυσής ομοίαζε Αφροδίτης. Είχε ανεβεί στην Πέργαμον κι εκείθ᾽ είδε στ᾽ αμάξι |
| Ω_700 | Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν ἑσταότ᾽ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· τὸν δ᾽ ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· «ὄψεσθε, Τρῶες καὶ Τρῳάδες, Ἕκτορ᾽ ἰόντες, | τον ποθητόν πατέρα της μαζί με τον Ιδαίον, και ως είδε τον κειτάμενον στο νεκρικό του στρώμα μες στ᾽ άλλο αμάξι, έσκουζεν η κόρη και στην πόλιν έβαλε το ξεφωνητό: «Ω Τρώισσες, ω Τρώες, κοιτάτ᾽ εκεί τον Έκτορα που άλλοτε απ᾽ την μάχην |
| Ω_705 | εἴ ποτε καὶ ζώοντι μάχης ἒκ νοστήσαντι χαίρετ᾽, ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμῳ.» Ὣς ἔφατ᾽, οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλεϊ λίπετ᾽ ἀνὴρ οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. | να σας γυρίζει ζωντανός ευφραίνετο η καρδιά σας οπού τον είχεν ο λαός χαρά κι ελπίδα μόνην». Τότε ψυχή δεν έμεινε στην πόλιν, μήτε άνδρας, μήτε γυναίκα ότι σφοδρός τους συνεπήρε ο πόνος· και τον νεκρόν προϋπάντησαν εκεί σιμά στην πόλιν· |
| Ω_710 | πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην, ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι, ἁπτόμεναι κεφαλῆς· κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, | πρώτη η γυνή του εχύθηκε στ᾽ αμάξι και η μητέρα την κεφαλήν του αγκάλιαζαν, εκλαίαν, εμαδιόνταν, και ο λαός ακίνητος ολόγυρα εθρηνούσε. Και ο ήλιος θα εβασίλευε και ακόμη αυτόν θα κλαίαν τον πεθαμένον Έκτορα εκεί εμπρός στες πύλες, |
| Ω_715 | εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· «εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμονδε.» Ὣς ἔφαθ᾽, οἱ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. οἱ δ᾽ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα | αν απ᾽ τ᾽ αμάξι ο γέροντας δεν έλεγε στα πλήθη: «Τόπον στες μούλες κάμετε· κατόπι αφού στο σπίτι τον φέρω, ξεθυμαίνετε τον πόνον της ψυχής σας». Και ως είπ᾽ εκείνοι εχώρισαν τ᾽ αμάξι να περάσει· και αφού στα ωραία δώματα το λείψανο ανεβάσαν |
| Ω_720 | τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ᾽ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν οἱ μὲν ἄρ᾽ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δ᾽ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο, Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· | στην κλίνην τον απόθεσαν, κι εκάθισαν στο πλάγι τους θρηνωδούς, το θλιβερό τραγούδι ν᾽ αρχινήσουν. Και αντιφωνούσαν κλαίοντας στον θρήνον οι γυναίκες. Και η λευκοχέρ᾽ αρχίνησε τον θρήνον Ανδρομάχη στην κεφαλήν του Έκτορος απλώνοντας τα χέρια: |
| Ω_725 | «ἆνερ, ἀπ᾽ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι· πάϊς δ᾽ ἔτι νήπιος αὔτως, ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ᾽ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν | «Άνδρα μου, νέος πέθανες, κι εμέν᾽ αφήνεις χήραν στο σπίτι με το τρυφερό παιδί που εμείς οι δύο οι άμοιροι εγεννήσαμεν· και δεν θα μεγαλώσει οϊμένα, ότι γρήγορα τούτη θα πέσ᾽ η πόλις τώρα που εσύ εχάθηκες, ο στύλος της, η ασπίδα, |
| Ω_730 | ῥύσκευ, ἔχες δ᾽ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ᾽ αὖ, τέκος, ἢ ἐμοὶ αὐτῇ ἕψεαι, ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο, ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν | που τα παιδιά της έσωζες και τες σεμνές μητέρες, που γρήγορα στα πλοία τους θενά μας ρίξουν όλες και συ μαζί μου, τέκνον μου, θα είσαι να δουλεύεις με κόπον σ᾽ έργα ουτιδανά καταδυναστεμένος κάτω από κύριον σκληρόν, αν πρώτα δεν σε ρίξει |
| Ω_735 | ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου, λυγρὸν ὄλεθρον, χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρ᾽, ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· | από του πύργου την κορφήν να κακοθανατίσεις κανείς οπού του φόνευσεν ο Έκτωρ τον πατέρα, τον αδελφόν ή το παιδί, διότι από το χέρι εκείνου πλήθος Αχαιών εδάγκασαν το χώμα. Ότι ο πατέρας σου απαλός στον πόλεμον δεν ήταν· |
| Ω_740 | τῶ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ | για τούτο σήμερα ο λαός ολόκληρος τον κλαίει, και λύπη θα ᾽σαι αμίλητη, ω Έκτωρ, στους γονείς σου, μόν᾽ άλλος είναι ο πόνος μου· στην κλίνην σου, ω γλυκέ μου, δεν πέθανες, το χέρι σου στο χέρι μου ν᾽ απλώσεις, και κάποιον λόγον φρόνιμον να βάλεις στην καρδιά μου |
| Ω_745 | μεμνῄμην νύκτας τε καὶ ἤματα δάκρυ χέουσα.» Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες. τῇσιν δ᾽ αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· «Ἕκτορ, ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· | ημέρα νύκτα μες στον νου να το ᾽χω και να κλαίω». Και με τον θρήνον πόκαμνε στενάζαν οι γυναίκες και ανάμεσόν τους άρχισε κι η Εκάβη να θρηνήσει: «Έκτωρ, ω το ακριβότερο απ᾽ όλα τα παιδιά μου, και όταν μου εζούσες, οι θεοί, γλυκέ μου, σ᾽ αγαπούσαν |
| Ω_750 | οἱ δ᾽ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασχ᾽, ὅν τιν᾽ ἕλεσκε, πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τ᾽ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, | και τώρα μες στον θάνατον ακόμη σε λυπούνται. Τ΄ άλλα παιδιά μου, όσά ᾽πιανεν ο γρήγορος Πηλείδης απόπερ᾽ απ΄ την θάλασσαν στα ξένα τα επουλούσε στην Λήμνον την σκοταδερή, στην Σάμον και στην Ίμβρον· και συ, αφού σ᾽ ενέκρωσεν η λόγχη του και γύρω |
| Ω_755 | πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιο, Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τ᾽ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.» | του φίλου οπού του εφόνευσες τον τάφον σ᾽ έχει σύρει, και όμως με αυτό δεν έκαμε τον φίλον ν᾽ αναζήσει, εμπρός μου τώρα δροσερός και ανέγγιχτος στο σπίτι κείτεσαι, ωσάν τον άνθρωπον που την ψυχήν τού επήρε ο Φοίβος ο αργυρότοξος με τ᾽ άλυπά του βέλη». |
| Ω_760 | Ὣς ἔφατο κλαίουσα, γόον δ᾽ ἀλίαστον ὄρινε. τῇσι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· «Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽· ὡς πρὶν ὤφελλον ὀλέσθαι. | Και η κλάψα της εσήκωσε γύρω οδυρμόν και θρήνους. Και τρίτ᾽ η Ελένη άρχισε τον θρήνον της κι εκείνη: «Ω Έκτωρ μου, ο ακριβότερος των αδελφών του ανδρός μου, κι είν᾽ άνδρας μου ο θεόμορφος Αλέξανδρος που εμένα εδώ στην Τροίαν έφερε· να ᾽χα πεθάνει πρώτα. |
| Ω_765 | ἤδη γὰρ νῦν μοι τόδ᾽ ἐεικοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον· ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, | Χρόνοι επεράσαν είκοσιν αφ᾽ ότου εκείθεν ήλθα και άφησα την πατρίδα μου· και απ᾽ τα δικά σου χείλη λόγον ποτέ δεν άκουσα κακόν να με πικράνει. Και αν κάποιος απ᾽ τους αδελφούς ή από τες αδελφές σου ή από τες συννυφάδες μου με απόπαιρνεν ή ακόμη |
| Ω_770 | ἢ ἑκυρή —ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί—, ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τ᾽ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τῶ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ | η πεθερά μου —ο πενθερός με αγάπα ωσάν πατέρας— συ μόνος τον ημέρωνες με λόγια μελωμένα με την αγαθοσύνην σου· για τούτο σένα κλαίω και αντάμα εμέ την άμοιρην και σχίζεται η καρδιά μου. Ότι κανείς δεν μόμεινεν εις όλην την Τρωάδα |
| Ω_775 | ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.» Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δ᾽ ἔστενε δῆμος ἀπείρων. λαοῖσιν δ᾽ ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· «ἄξετε νῦν, Τρῶες, ξύλα ἄστυδε, μηδέ τι θυμῷ δείσητ᾽ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς | να είναι φίλος της καρδιάς και μ᾽ αποστρέφοντ᾽ όλοι». Και ως έκλαιε τριγύρω της εστέναζαν τα πλήθη. Και τότε ο γέρος Πρίαμος επρόσταξε στα πλήθη: «Στην πόλιν, Τρώες, φέρετε τα ξύλα, μη φοβείσθε καρτέρι από τους Αχαιούς· μου έταξε ο Πηλείδης |
| Ω_780 | πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν, μὴ πρὶν πημανέειν, πρὶν δωδεκάτη μόλῃ ἠώς.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ὑπ᾽ ἀμάξῃσιν βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δ᾽ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· | όταν από τες πρύμνες του αυτός μ᾽ επροβοδούσε, πριν φέξ᾽ η δωδεκάτη αυγή να μη μας πολεμήσει». Και αυτοί τες μούλες έζεψαν στ᾽ αμάξια και τους ταύρους και με σπουδήν συνάχθηκαν εμπρός στην πόλιν όλοι κι εννιά ημέρες έφερναν από το δάσος ξύλα· |
| Ω_785 | ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ᾽ ἔβαλον πῦρ. Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. | και άμα η δεκάτη εφάνη αυγή τον κόσμον να φωτίσει τότ᾽ έβγαλαν τον Έκτορα και κλαίοντας τον θέσαν εις της πυράς την κορυφήν, κατόπι την ανάψαν. Και άμα η ροδοδάκτυλη Ηώς στον κόσμο εφάνη, εις την πυράν ολόγυρα του Έκτορος του ανδρείου |
| Ω_790 | αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. | όλος συνάχθηκε ο λαός κι άφθονο πρώτα εχύσαν κρασί μες στην πυρκαγιά και την εσβήσαν όλην ως κει που εβόσκησε η φωτιά, κι οι αυτάδελφοι και οι φίλοι κατόπιν όλα εσύναξαν τα άσπρα κόκαλά του, κι έτρεχαν δάκρυα θερμά από τα μάγουλά τους. |
| Ω_795 | καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες, πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. αἶψα δ᾽ ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα δὲ σῆμ᾽ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, | Και μέσα εις χρυσήν λάρνακα τα έθεσαν κατόπι με πορφυρά και μαλακά σεντόνια τυλιγμένα· κατόπι τα εκατέβασαν μες στο βαθύ κιβούρι κι επάνω εστοίβασαν πυκνά λιθάρια και μεγάλα· και αφού τάφον εσήκωσαν με χώματα εκαθόνταν |
| Ω_800 | μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα δώμασιν ἐν Πριάμοιο, διοτρεφέος βασιλῆος. Ὣς οἵ γ᾽ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. | φύλακες απ᾽ τους Αχαιούς το μνήμα να φρουρήσουν. Και αφού το μνήμα ετοίμασαν, συναθροισθήκαν όλοι με τάξιν και εκάθησαν στο θαυμαστό τραπέζι μέσα στα υψηλά δώματα του σεβαστού Πριάμου. Αυτός του ανδρείου Έκτορος ο ενταφιασμός εγίνη. |
Τα σχόλια είναι κλειστά.