Πηγή greek-language.gr _ Homer Iliad u
greek-language.gr _ Homer – Iliad and Odyssey
| Φ_1 | Ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο, Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε δίωκε πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο | Και ως έφθασαν στο πέραμα του βαθυρόου Ξάνθου, του ποταμού που εγέννησεν ο αθάνατος Κρονίδης, τους χώρισε και τους μισούς κυνήγαε προς την πόλιν, στο σιάδι, που μια μέρα πριν του Έκτορος η λύσσα |
| Φ_5 | ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρη πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ αἰπὰ ῥέεθρα, | τρικύμιζε τους Αχαιούς κι εφεύγαν τρομασμένοι· και ως ροβολώντας έφευγαν, η Ήρα τον αέρα εθόλωνε για να σταθούν, κι οι άλλοι στριμωμένοι στον ποταμό που τ᾽ αργυρά και τρίσβαθα νερά του πέφτουν με βρόντον φοβερόν, βαθιά βοούν τα ρείθρα, |
| Φ_10 | ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον· οἱ δ᾽ ἀλαλητῷ ἔννεον ἔνθα καὶ ἔνθα, ἑλισσόμενοι περὶ δίνας. ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται φευγέμεναι ποταμόνδε· τὸ δὲ φλέγει ἀκάματον πῦρ ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ· | αχούν οι ακροποταμιές, κι εκείνοι επολεμούσαν και αλάλαζαν εδώ κι εκεί στα ρεύματ᾽ αφρισμένα. Και όπως φλόγ᾽ ανάερα σηκώνει τες ακρίδες αν έξαφνα ξεσπά φωτιά, και στο ποτάμι εκείνες ροβολάν κάτω να κρυφθούν, ομοίως απ᾽ την λόγχην |
| Φ_15 | ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν. Αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ κεκλιμένον μυρίκῃσιν, ὁ δ᾽ ἔσθορε δαίμονι ἶσος, φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, | του Αχιλλέως να σωθούν άνδρες σωρός και ίπποι όλον του Ξάνθου εγέμιζαν το ρεύμα οπού βροντούσε. Και άφησε ο διογέννητος στην όχθην το κοντάρι στους κλάδους μίας μυρικιάς, και με το ξίφος μόνον πήδησε μέσα ωσάν θεός, κι είχε κακό στον νουν του· |
| Φ_20 | τύπτε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ. ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου, δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν· | κτυπά δεξιά, κτυπά ζερβά και σφαζομένων βόγγος βγαίνει φρικτός, και το νερό στο αίμα κοκκινίζει. Και ως φεύγουν από δέλφινα μεγάλον τ᾽ άλλα ψάρια και φοβισμένα χύνονται σ᾽ ακύμαντο λιμάνι στους κόλπους, ότι αρπακτικά τρώγει όποιον φθάσει εκείνος, |
| Φ_25 | ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα πτῶσσον ὑπὸ κρημνούς. ὁ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων, ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους, ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος. τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, | όμοια στα βράχη εκρύβονταν, στο φοβερό ποτάμι οι Τρώες· και ως εκούρασε τα χέρια του στους φόνους απ᾽ το ποτάμι ζωντανά δώδεκ᾽ αγόρια πήρε του πεθαμένου αντίποινα, του ποθητού Πατρόκλου· τα έβγαλ᾽ έξω αναίσθητα ωσάν ελαφομόσχια |
| Φ_30 | δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι, δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. αὐτὰρ ὁ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων. Ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο | και τους οπισθαγκώνισε με τα καλοκομμένα λουριά που εκείνοι στους κλωστούς χιτώνας εφορούσαν, και να τους πάρουν πρόσταξεν εκείθεν εις τα πλοία και αυτός πετάχθη ολόθερμος να ξαναρχίσει φόνους. Κι εμπρός του τον Λυκάονα τον Πριαμίδην ήβρε |
| Φ_35 | ἐκ ποταμοῦ φεύγοντι, Λυκάονι, τόν ῥά ποτ᾽ αὐτὸς ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα, ἐννύχιος προμολών· ὁ δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὄρπηκας, ἵν᾽ ἅρματος ἄντυγες εἶεν· τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. | πόφευγε από τον ποταμόν, που έναν καιρόν την νύκτα τον είχε πιάσει αιχμάλωτον στον κήπον του πατρός του, εκεί που μιας αγριοσυκιάς τα τρυφερά βλαστάρια σκεπάρνιζε, της άμαξας πλευρά να τα μορφώσει. Εκεί, κακόν ανέλπιστο, τον εύρηκε ο Πηλείδης, |
| Φ_40 | καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε· κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δ᾽ ἔδωκεν, Ἴμβριος Ἠετίων, πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην· ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. | και τότε τον επούλησε και απόστειλε στην Λήμνον και απ᾽ τον υιόν του Ιάσονος την πληρωμήν επήρε. Κείθε ακριβά τον λύτρωσεν ο Ίμβριος Ηετίων, φίλος του, και τον έστειλε στην ιερήν Αρίσβην, κι έφυγ᾽ εκείθε κι έφθασε στο σπίτι του πατρός του. |
| Φ_45 | ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς | Ένδεκα με τους φίλους του χαροκοπούσε ημέρες από την Λήμνον νιόφερτος, και μες στην δωδεκάτην θεός πάλιν τον έβαλε στα χέρια του Αχιλλέως που έμελλε και αθέλητον στον Άδην να τον στείλει. Και άμα τον γνώρισ᾽ ο Αχιλλεύς γυμνόν — ότ᾽ είχε ρίξει |
| Φ_50 | γυμνόν, ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος, ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς φεύγοντ᾽ ἐκ ποταμοῦ, κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα· ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· «ὢ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι· | κατά γης όλ᾽, ασπίδα του και κράνος και κοντάρι, ότι τον έλιων᾽ ίδρωτας, καθώς απ᾽ το ποτάμι έφευγε και απ᾽ τον κόπον του τα γόνατα του ετρέμαν· τότ᾽ είπε με παράπονο στην ανδρικήν ψυχήν του: «Μέγα το θαύμα οπού θωρούν τα μάτια τούτα εμπρός τους· |
| Φ_55 | ἦ μάλα δὴ Τρῶες μεγαλήτορες, οὕς περ ἔπεφνον, αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ, Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. | ως φαίνεται θ᾽ αναστηθούν μεσ᾽ απ᾽ το μαύρο σκότος οι Τρώες μεγαλόψυχοι που η λόγχη μου έχει σβήσει αφού και τούτος γύρισεν απ᾽ την αγίαν Λήμνον που ζωντανόν τον έστειλα, και η θάλασσα που τόσους μακράν κρατεί δεν μπόρεσε τον δρόμον να του φράξει. |
| Φ_60 | ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω ἢ ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.» Ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς, | Αλλά τώρα την λόγχην μας κι αυτός ας δοκιμάσει για να γνωρίσω αν από κει που θα τον στείλω ομοίως θενά γυρίσ᾽ ή αν η γη θα τον κρατήσ᾽ η θρέπτρα, που και τον γενναιότερον κρατεί στο μαύρο χώμα». Με τούτους τους διαλογισμούς ανάμενε, ώσπου εκείνος |
| Φ_65 | γούνων ἅψασθαι μεμαώς, περὶ δ᾽ ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς, ὁ δ᾽ ὑπέδραμε καὶ λάβε γούνων κύψας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ | σβησμένος τον πλησίαζεν, εμπρός του να προσπέσει, να μη τον έβρει θάνατος κακός και μαύρη μοίρα. Την λόγχην σήκωσ᾽ ο Αχιλλεύς αυτού να τον πληγώσει· έσκυψ᾽ εκείνος, έτρεξε και από τα γόνατά του επιάσθη και από πίσω του περνώντας στέκ᾽ η λόγχη |
| Φ_70 | ἔστη, ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, τῇ δ᾽ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «γουνοῦμαι σ᾽, Ἀχιλεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον· | στην γην και σάρκ᾽ ανθρώπινη ποθούσε να χορτάσει. Και μ᾽ ένα χέρι του ᾽πιανε τα χέρια ως ικέτης· με τ᾽ άλλο αυτού στην γην σφικτά κρατούσε το κοντάρι: «Α! σ᾽ εξορκίζω, σέβου με, λυπήσου με, Αχιλλέα, που είμαι ικέτης σεβαστός ακόμη απ᾽ την ημέραν, |
| Φ_75 | ἀντί τοί εἰμ᾽ ἱκέταο, διοτρεφές, αἰδοίοιο· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν, ἤματι τῷ ὅτε μ᾽ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, καί με πέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. | που με σε πρώτον γεύθηκα της Δήμητρος τον σπόρον, όταν από τον κήπον μου αιχμάλωτον μ᾽ επήρες, και απ᾽ τον πατέρα μου μακράν και από τους ποθητούς μου να με πουλήσουν μ᾽ έστειλες στην Λήμνον την αγίαν, κι εκατό βόδι᾽ απόκτησες· και μ᾽ άλλα λύτρα τώρα |
| Φ_80 | νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθα πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε μοῖρ᾽ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ | τρίδιπλα εξαγοράστηκα· και δώδεκα έχω ημέρες που αφού παράδειρα πολύ στην Ίλιον επανήλθα. Μοίρα κακή στα χέρια σου μ᾽ έβαλε τώρα πάλιν και ο Ζευς οπού μ᾽ εμίσησεν, ως φαίνεται, ο πατέρας· εμένα ολιγοήμερον εγέννησε η μητέρα, |
| Φ_85 | γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος, Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· τῆς δὲ δύω γενόμεσθα, σὺ δ᾽ ἄμφω δειροτομήσεις. | η Λαοθόη, κόρη αυτή του γέροντος του Άλτου, του Άλτου, όπου των μαχητών Λελέγων βασιλεύει στην Πήδασον την υψηλήν που βρέχει ο Σατνιόεις. Από αυτήν ομόκλινην, με άλλες, του Πριάμου δυο γεννηθήκαμε, και συ θα σφάξεις και τους δύο. |
| Φ_90 | ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας, ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων. ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι· | Τον θεϊκόν Πολύδωρον εκεί μες στους προμάχους ενέκρωσεν η λόγχη σου· και τώρα πάλι εμένα εδώ μου μέλλεται κακό και αφού εμπρός σου η μοίρα μ᾽ έφερε, από τα χέρια σου θαρρώ δεν θα ξεφύγω. Και άλλο θα ειπώ να το σκεφθείς· εμένα μη φονεύσεις |
| Φ_95 | μή με κτεῖν᾽, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.» Ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε· «νήπιε, μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε· | διότι αυτάδελφος εγώ του Έκτορος δεν είμαι, που εφόνευσε τον φίλον σου τον αγαθόν και ανδρείον». Με τούτα τον ικέτευεν ο γόνος του Πριάμου, αλλ᾽ όμως λόγον άσπλαχνον αντάκουσε από εκείνον: «Μη μου φλυαρείς, ανόητε, και λύτρα μη προβάλλεις, |
| Φ_100 | πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ, τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδὲ πέρασσα· νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγῃ, ὅν κε θεός γε Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι, | ότι, πριν έβρει ο Πάτροκλος της μοίρας του το τέλος, κάπως μου το ᾽δινε η καρδιά να λυπηθώ τους Τρώας και ζωντανούς πήρα πολλούς κι επούλησα στα ξένα. Αλλά τώρα τον θάνατον κανείς δεν θα ξεφύγει των Τρώων, που στα χέρια μου στην Ίλιον αποκάτω |
| Φ_105 | καὶ πάντων Τρώων, περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων. ἀλλά, φίλος, θάνε καὶ σύ· τίη ὀλοφύρεαι οὕτως; κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων. οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε; πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ· | βάλλει ο θεός, και μάλιστα τα τέκνα του Πριάμου. Αλλά, ω φίλε, απόθανε και συ· τι τόσο κλαίεις; Απέθανε και ο Πάτροκλος, πολύ καλύτερός σου· δεν βλέπεις πόσο είμαι καλός και μέγας και πατέρα έχω από γένος και θεάν μητέρα και όμως είναι |
| Φ_110 | ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή· ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ, ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται, ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.» Ὣς φάτο, τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· | η μοίρα η παντοδύναμη και ο θάνατος κοντά μου. Αυγή θα είναι ή δειλινό ή θα ᾽ναι μεσημέρι, οπού κι εμένα την ζωήν κανένας θα μου πάρει με το κοντάρι από κοντά ή από μακριά με βέλος». Είπε· κείνου τα γόνατα κοπήκαν και η καρδία· |
| Φ_115 | ἔγχος μέν ῥ᾽ ἀφέηκεν, ὁ δ᾽ ἕζετο χεῖρε πετάσσας ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ τύψε κατὰ κληῗδα παρ᾽ αὐχένα, πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες· ὁ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. | την λόγχην άφησεν αυτού και απλώνοντας τα χέρια εκάθισε· κι έσυρ᾽ ευθύς το ξίφος ο Πηλείδης στον σβέρκον τον εκτύπησε, και μέσα εμπήκεν όλη η δίστομη λεπίδα του, κι επίστομα εξαπλώθη εκείνος και κατάπινεν η γη το μαύρον αίμα. |
| Φ_120 | τὸν δ᾽ Ἀχιλεὺς ποταμόνδε λαβὼν ποδὸς ἧκε φέρεσθαι, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν· «ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν, οἵ σ᾽ ὠτειλὴν αἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος | Και από τον πόδ᾽ ο Αχιλλεύς τον πιάνει και τον ρίχνει μες στο ποτάμι να συρθεί και υπερηφάνως είπε: «Κει με τα ψάρια πλάγιασε, το αίμα θα σου γλείψουν απ᾽ την πληγήν αφρόντιστα· στην κλίνην να σε κλάψει δεν θα σε βάλλ᾽ η μάνα σου, αλλά με τες στροφές του |
| Φ_125 | οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον. θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. φθείρεσθ᾽, εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς, ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων. | θα σε κυλήσει ο Σκάμανδρος στα πλάτη της θαλάσσης και ψάρια θα πηδούν ψηλά στα μαυροσουφρωμένα κύματα, στου Λυκάονος το πάχος να χορτάσουν. Κακό σας, ως να φθάσομε στην Ίλιον την αγίαν, φεύγοντας σεις και οπίσω εγώ να σας κατασυντρίβω· |
| Φ_130 | οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, ζωοὺς δ᾽ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τείσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, | μήτε το καλοκύλητο ποτάμι θα σας σώσει που πλήθος ταύρων πάντοτε του σφάζετε και μέσα στα ρεύματα τα ζωντανά βυθίζετε πουλάρια. Θα κακοθανατίσετε ως να πληρώσετ᾽ όλοι τον φόνον του Πατρόκλου μου και την σφαγήν που τότε, |
| Φ_135 | οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.» Ὣς ἄρ᾽ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος | που έλειπα εγώ, των Αχαιών εκάμετε στα πλοία». Είπε και τότε ο ποταμός χειρότερα εχολώθη, κι εζήτα με τον νουν του πώς να παύσει του Αχιλλέως την λύσσαν και απ᾽ τον όλεθρον τους Τρώας να φυλάξει. Ωστόσο με το απέραντο κοντάρι του ο Πηλείδης |
| Φ_140 | Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων, υἱέϊ Πηλεγόνος· τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος γείνατο καὶ Περίβοια, Ἀκεσσαμενοῖο θυγατρῶν πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ᾽ ἀντίος ἐκ ποταμοῖο | του Αστεροπαίου χύθηκεν υιού του Πηλεγόνος που η Περίβοια γέννησεν ωραία θυγατέρα η πρώτη του Ακεσσαμενού και ο ποταμός ο μέγας ο Αξιός, που επλάγιασεν ερωτικά μ᾽ εκείνην. Και όπως ορμούσε ο Αχιλλεύς, εμπρός του απ᾽ το ποτάμι |
| Φ_145 | ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν. οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | ο Αστεροπαίος στήθηκε κρατώντας δυο κοντάρια, ότι τον εγκαρδίωσεν ο Ξάνθος χολωμένος που τόσους έσφαξ᾽ άπονα στο ρεύμα του ο Πηλείδης· και οπόταν επροχώρησαν κι εβρέθηκαν αντίκρυ, πρώτος ομίλησ᾽ ο Αχιλλεύς: «Ποιος είσαι και από ποίον |
| Φ_150 | «τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.» Τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός· «Πηλεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου, τηλόθ᾽ ἐούσης, | ανθρώπων γένος που τολμάς εμπρός μου να προβάλλεις; Τέκνα γονέων δυστυχών την ρώμην μου αντικρίζουν». «Πηλείδη μεγαλόψυχε», του αντείπε ο Αστεροπαίος, «την γενεάν μου τι ερωτάς; Από την Παιονίαν είμαι την μεγαλόσβωλην την απομακρυσμένη |
| Φ_155 | Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη, ὅτε Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος, Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ᾽ ἐμέ φασι | και των Παιόνων αρχηγός των μακρολογχοφόρων· η ενδεκάτη έφεξε αυγή που έφθασα στην Τροίαν, κατάγομαι απ᾽ τον Αξιόν, πλατύροο ποτάμι, το ωραιότερο της γης, και ο Πηλεγών υιός του, περίφημος κονταριστής, εγέννησεν εμένα. |
| Φ_160 | γείνασθαι· νῦν αὖτε μαχώμεθα, φαίδιμ᾽ Ἀχιλλεῦ.» Ὣς φάτ᾽ ἀπειλήσας, ὁ δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς Πηλιάδα μελίην· ὁ δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διαπρὸ | Και τώρ᾽ ας πολεμήσομε, λαμπρότατε Πηλείδη». Εις τες φοβέρες σήκωσεν ο θείος Αχιλλέας την λόγχην και τες δύο του ο Αστεροπαίος ήρως, ότι του ερχόνταν βολικά και από τα δυο του χέρια. Με την μιαν λόγχην κτύπησε τον κύκλον της ασπίδος, |
| Φ_165 | ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δ᾽ αἷμα κελαινεφές· ἡ δ᾽ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο, λιλαιομένη χροὸς ἆσαι. δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα | αλλά την κράτησε ο χρυσός, το δώρημα το θείο. Κι η άλλη λόγχη εχάραξε την δεξιάν αγκάλην, κι έρευσεν αίμα· επέταξεν επάνω του κι εστάθη στην γην η λόγχη, πρόθυμη με σάρκα να χορτάσει. Τότε ο Αχιλλεύς το φράξινον, αλάθευτο κοντάρι |
| Φ_170 | Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὁ δ᾽ ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος. Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἆλτ᾽ ἐπί οἱ μεμαώς· ὁ δ᾽ ἄρα μελίην Ἀχιλῆος | με φόνου ορμήν ακόντισεν εις τον Αστεροπαίον· και αντί εκείνου εκτύπησε του ποταμού την όχθην, και ως εις την μέσην έχωσε το φράξινο κοντάρι το ξίφος έσυρεν ευθύς κι επάνου του ο Πηλείδης επήδησεν ακράτητος· κι εκείνος του Αχιλλέως |
| Φ_175 | οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. | το φράξο δεν εδύνατο να βγάλει από την όχθην, και τρεις το ετίναξε φορές με το βαρύ του χέρι και τρεις του εκόπ᾽ η δύναμις· κι ενώ να το λυγίσει και να το σπάσει τέταρτην φοράν ελαχταρούσε, τον πρόλαβε και την ζωήν τού επήρε με το ξίφος |
| Φ_180 | γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν, ἐκ δ᾽ ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν ἀσθμαίνοντ᾽· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσας τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· «κεῖσ᾽ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος | στον ομφαλόν κτυπώντας τον· τα έντερά του χάμου χυθήκαν· τον εσκέπασε στον αγκομαχητό του θανάτου σκότος και ο Αχιλλεύς πατώντας τον στα στήθη τον έγδυσε κι εφώναξε: «Μείνε εκεί τώρα ως είσαι. Ήταν βαρύ με του Διός του μεγαλοδυνάμου, |
| Φ_185 | παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι, Πηλεὺς Αἰακίδης· ὁ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν. | αν και ποταμογέννητος, τα τέκνα να παλαίσεις. Αν από μέγαν ποταμόν εσύ γενοκρατιέσαι, στην γενεάν καυχώμ᾽ εγώ του υπερτάτου Δία· ο Αιακίδης γέννησεν εμένα, ο βασιλέας των Μυρμιδόνων, ο Πηλεύς, τον Αιακόν ο Δίας· |
| Φ_190 | τῶ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, | και ως είναι ο Ζευς των ποταμών, που στα πελάγη ρέουν ανώτερος, ανώτεροι γεννούντ᾽ οι απόγονοί του. Μέγαν κοντά σου ποταμόν έχεις και συμβοηθόν σου αν ημπορούσεν, αλλά ποιος μετριέται με τον Δία; Που μήτε ο μέγας προς αυτόν συγκρίνεται Αχελώος, |
| Φ_195 | οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσῃ.» | μήτ᾽ η ορμή του Ωκεανού με το βαθύ του ρεύμα απ᾽ όπου όλες οι θάλασσες και οι ποταμοί πηγάζουν και όλες οι βρύσες εις την γην και τα βαθιά πηγάδια· τρέμει και αυτός τον κεραυνόν του φοβερού Κρονίδου, όταν βροντά τρομακτικά από τα ουράνια κάτω». |
| Φ_200 | Ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, τὸν δὲ κατ᾽ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. τὸν μὲν ἄρ᾽ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο, δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· | Είπε και το κοντάρι του ανάσπασε απ᾽ την όχθην και αυτόν, οπού εθανάτωσε, αφήκε αυτού στον άμμον κειτάμενον να βρέχεται από το μαύρο κύμα και χέλια τον τριγύρισαν και ψάρια στριμωμένα κι εκόφταν και άρπαζαν γοργά της νεφραμιάς το πάχος. |
| Φ_205 | αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, οἵ ῥ᾽ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσ᾽ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. ἔνθ᾽ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε | Και αυτός στο πλήθος όρμησε των ιππικών Παιόνων, που άμ᾽ είδαν απ᾽ το κτύπημα του ξίφους του Αχιλλέως να πέσει ο πρώτος άνδρας τους εφεύγαν τρομασμένοι στον ποταμόν ολόγυρα· κι εκείνος τους ανδρείους έστρωσ᾽ εκεί, Θερσίλοχον, Μύδωνα και Θρασίο |
| Φ_210 | Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ᾽ Ὀφελέστην· καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης, ἀνέρι εἰσάμενος, βαθέης δ᾽ ἐκ φθέγξατο δίνης· «ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ᾽ αἴσυλα ῥέζεις | και Αστύπυλον και Αίνιον και Μνήσον και Οφελέστην. Και πλήθος άλλους Παίονας θα εφόνευε ο Πηλείδης αλλ᾽ εχολώθη ο ποταμός και από τα βάθη εφάνη ωσάν θνητός κι εφώναξε: «Καθώς είσαι, ω Πηλείδη, στην ρώμην πρώτος των θνητών και στ᾽ άδικα είσαι πρώτος, |
| Φ_215 | ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν | ότι θεοί σε βοηθούν· και αν ν᾽ αφανίσεις όλους τους Τρώας σου ᾽δωκεν ο Ζευς, μέσ᾽ από τα νερά μου διώξε τους και την λύσσαν σου ξεθύμα στην πεδιάδα· ότι νεκρούς εγέμισαν τα πρόσχαρά μου ρείθρα, και δεν μ᾽ αφήνουν οι νεκροί το ρεύμα να προχύνω |
| Φ_220 | στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον· ἄγη μ᾽ ἔχει, ὄρχαμε λαῶν.» Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «ἔσται ταῦτα, Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, | στην θείαν θάλασσαν και συ τρομακτικά φονεύεις. Έλ᾽ άφησέ με, και απορώ, μεγάλε πολεμάρχε». Κι ο γοργοπόδης Αχιλλεύς απάντησέ του κι είπε: «Ω Σκάμανδρε διόθρεφτε, θα γίνει αυτό πού θέλεις· να σφάζω δεν θα παύσω εγώ τους επιόρκους Τρώας |
| Φ_225 | πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.» Ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· «ὢ πόποι, ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλὰς | ως να κλεισθούν και αντίστηθα να δοκιμάσω μόνον τον Έκτορα να ιδούμε ποιος από τους δυο θα πέσει». Είπε κι εχύθη ωσάν θεός των Τρώων μες στα πλήθη· και ο ποταμός τότε ο βαθύς εφώναξε του Φοίβου: «Διογέννητε, αργυρότοξε, την θέλησιν του Δία |
| Φ_230 | εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ᾽ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσῃ δ᾽ ἐρίβωλον ἄρουραν.» Ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας· ὁ δ᾽ ἐπέσσυτο οἴδματι θύων, | δεν εσεβάσθης που θερμά σού είχε παραγγείλει των Τρώων να ᾽σαι υπέρμαχος, ώσπου να ᾽λθει το δείλι και να σκιάσει τους αγρούς στην γην την σιτοφόραν». Και ο Αχιλλεύς στον ποταμόν επήδησε απ᾽ την όχθην, και ο ποταμός ενάντια του σηκώθη φουσκωμένος· |
| Φ_235 | πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς· τοὺς ἔκβαλλε θύραζε, μεμυκὼς ἠΰτε ταῦρος, χέρσονδε· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. | βάζει άνω κάτω τα νερά και τους νεκρούς αμπώθει πολλούς οπού του εσώρευσαν οι φόνοι του Αχιλλέως· τους έβγαλ᾽ έξω στην στεριάν κι εμούγκριζε ωσάν ταύρος κι εφύλαγε τους ζωντανούς στα όμορφα νερά του, που τους εκρύβαν θολωτά στα βάθη των ρευμάτων. |
| Φ_240 | δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι· ὁ δὲ πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην· ἡ δ᾽ ἐκ ῥιζέων ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα | Φρικτό σηκώθη φουσκωτό το κύμα ολόγυρά του κι εκτύπα την ασπίδα του· πού να σταθούν δεν είχαν τα πόδια του· κι επιάσθηκεν από φτελιά μεγάλην· τ᾽ ωραίο δένδρο σύρριζα κάτω βροντά και σέρνει την όχθην όλην κι έπιασε με τα πυκνά κλαδιά του |
| Φ_245 | ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν εἴσω πᾶσ᾽ ἐριποῦσ᾽· ὁ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι, δείσας· οὐδέ τ᾽ ἔληγε θεὸς μέγας, ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο | τ᾽ ωραίο ρεύμα κι έγινε γεφύρι στο ποτάμι· και από τον φόβον ο Αχιλλεύς πετάχθη από το κύμα κι εχύθηκεν ακράτητος να φύγει στην πεδιάδα. Αλλ᾽ ο θεός, ο φοβερός, μαυροκορυφωμένος ακράτητος επάνω του ροβόλαε να κόψει |
| Φ_250 | δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή, αἰετοῦ οἴματ᾽ ἔχων μέλανος, τοῦ θηρητῆρος, ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν· τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς | την φονικήν εκείνου ορμήν και να σωθούν οι Τρώες. Εκείθ᾽ εσκίρτησ᾽ ο Αχιλλεύς όσο τ᾽ ακόντι φθάνει, καθώς ο μαύρος αετός ο αρπακτικός, που στ᾽ άλλα πετούμενα για δύναμιν και για φτερά πρωτεύει. Όμοια πετούσε και ο χαλκός στα στήθη του βροντούσε |
| Φ_255 | σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς φεῦγ᾽, ὁ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· | τρομακτικά, και ως ξέφευγεν ανάμεσ᾽ απ᾽ το κύμα κατάποδά του ο ποταμός με κρότον ροβολούσε. Και ως από κεφαλόβρυσο κόβει νερό και παίρνει ο ποτιστής και τ᾽ οδηγεί μες στα φυτά του κήπου και με την δίκοπη αφαιρεί τα μπόδι᾽ από τ᾽ αυλάκι |
| Φ_260 | τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται· τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. | και ροβολά με το νερό κάθε μικρό χαλίκι κι εκείνο με κελάδισμα το πλάγι κατεβαίνει τόσο γοργό που τ᾽ οδηγού το χέρι δεν το φθάνει, ομοίως τον πτερόποδον επρόφθανε Αχιλλέα το κύμα, ότι των θνητών ανώτερ᾽ οι θεοί ᾽ναι. |
| Φ_265 | ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο πλάζ᾽ ὤμους καθύπερθεν· ὁ δ᾽ ὑψόσε ποσσὶν ἐπήδα | Και όσες φορές ο Αχιλλεύς εστρέφονταν να μείνει ν᾽ αντισταθεί, να μάθει αν τον κατατρέχουν όλοι οι επουράνιοι θεοί, τόσες το μέγα κύμα του διογεννήτου ποταμού στους ώμους τον κτυπούσε. Επήδ᾽ αυτός ανάερα με την καρδιά κομμένην |
| Φ_270 | θυμῷ ἀνιάζων· ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα λάβρος ὕπαιθα ῥέων, κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν. Πηλεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· «Ζεῦ πάτερ, ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. | και φουσκωτός ο ποταμός τα γόνατ᾽ από κάτω του ᾽κοφτε και απ᾽ τα πόδια του το χώμα τού ρουφούσε. Κι εκοίταξε τον ουρανό κι εκλαίετ᾽ ο Πηλείδης: «Πατέρα Δία των θεών, κανείς δεν μ᾽ ελυπήθη να μη με πάρει ο ποταμός και ας πάθαινα κατόπι. |
| Φ_275 | ἄλλος δ᾽ οὔ τίς μοι τόσον αἴτιος Οὐρανιώνων, ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν· ἥ μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος· | Και άλλος ουρανοκάτοικος θεός σ᾽ εμέ δεν πταίει όσο η μητέρα μου που αυτή με πλάνεσε όταν είπε που εμπρός στην πόλιν πυργωτήν των χαλκοφόρων Τρώων θα πέσω από του Απόλλωνος τα πτεροφόρα βέλη. Ο Έκτωρ θα με φόνευεν, πολεμιστής των πρώτος |
| Φ_280 | τῶ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽, ἀγαθὸν δέ κεν ἐξενάριξε· νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι ἐρχθέντ᾽ ἐν μεγάλῳ ποταμῷ, ὡς παῖδα συφορβόν, ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.» Ὣς φάτο, τῷ δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη | ανδρείος καν θα εφόνευε, θα εγύμνωνεν ανδρείον αλλά το θέλ᾽ η μοίρα μου να κακοθανατίσω από μεγάλον ποταμόν, καθώς στο πέρασμά του πνίγεται από νεροσυρμή χοιροβοσκού κοπέλι». Είπε κι ευθύς ο Ποσειδών κι η Αθηνά με σώμα |
| Φ_285 | στήτην ἐγγὺς ἰόντε, δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· «Πηλεΐδη, μήτ᾽ ἄρ τι λίην τρέε μήτε τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν, | ανθρώπινο του στήθηκαν στο πλάγι και του σφίξαν το χέρι, και του ομίλησαν θάρρος σ᾽ εκείνους να ᾽χει. Και ο κοσμοσείστης Ποσειδών τον λόγον είπε πρώτος: «Πηλείδη, μην αδημονείς και μη τρομάζεις τόσο· ιδού που είμαστε βοηθοί θεοί μεγάλοι δύο |
| Φ_290 | Ζηνὸς ἐπαινήσαντος, ἐγὼ καὶ Παλλὰς Ἀθήνη· ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽, αἴ κε πίθηαι· μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο, | εμείς, εγώ κι η Αθηνά, και τούτο στέργει ο Δίας. Δεν θέλει από τον ποταμόν ν᾽ αφανιστείς η μοίρα, και γρήγορα, θαρρώ, θα ιδείς εκείνος να λουφάξει· και λόγον άκου φρόνιμον να τον ακολουθήσεις· μη παύσεις απ᾽ τον πόλεμον, όμοιο κακόν εις όλους, |
| Φ_295 | πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.» Τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην· αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, | όσο τους Τρώας, στριμωχτούς, να κλείσεις εις τα τείχη. Και συ αφού τον Έκτορα φονεύσεις, γύρε οπίσω στα πλοία και σου δίδομεν το δόξασμα της νίκης». Είπαν και οπίσω εγύρισαν στους άλλους αθανάτους. Και θαρρετός στον λόγον τους κινήθη αυτός στο σιάδι |
| Φ_300 | ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο, πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν πλῶον καὶ νέκυες· τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν, οὐδέ μιν ἴσχεν εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη. | που από τα ξέχειλα νερά πλημμύριζε κι επλέαν άρματα πλήθος λαμπερά και λείψαν᾽ ανδρειωμένων. Και με τα γόνατα υψηλά στο ρεύμα επάν᾽ ορμούσε, και όπως τον γέμισ᾽ η Αθηνά με δύναμιν μεγάλην δεν τον κρατούσε ο ποταμός πλατύς και φουσκωμένος. |
| Φ_305 | οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ᾽ ἔτι μᾶλλον χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο ὑψόσ᾽ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας· «φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος | Δεν έπαυ᾽ ούδ᾽ ο Σκάμανδρος, αλλ᾽ αύξαινε ο θυμός του στον Αχιλλέα και υψηλά κορύφωνε το κύμα, κι έβαλε στον Σιμόεντα φωνήν να τον καλέσει: «Έλ᾽ ας κρατήσομε, αδελφέ, τούτου του ανδρός την λύσσαν πριν ή την μεγαλόπολιν πατήσει του Πριάμου, |
| Φ_310 | ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. ἀλλ᾽ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δ᾽ ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα, | κι εμπρός του οι Τρώες δύσκολα κρατούν εις τον αγώνα. Γρήγορα βόηθ᾽, από πηγές το ρεύμα σου ας πληθύνει, ξεκίνα κάθε χείμαρρον και όρθωσε μέγα κύμα· κύλα με τάραχον σφοδρόν και λίθαρα και ρίζες, να σβήσομε τη δύναμιν του ανδρός αυτού του αγρίου |
| Φ_315 | ὃς δὴ νῦν κρατέει, μέμονεν δ᾽ ὅ γε ἶσα θεοῖσι. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος, οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας | που ωσάν θεός υπερνικά και κρατημόν δεν έχει. Η ρώμη μήτ᾽ η ομορφιά δεν θα τον σώσουν μήτε εκείνα τα λαμπρ᾽ άρματα, που θα ταφούν στο βάθος της λίμνης, μες στον βούρκο της, κι εκείνον θα τυλίξω στην αμμουδιά σωρεύοντας χώματα και κοχλάδια. |
| Φ_320 | μυρίον, οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶ ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.» Ἦ, καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος, ὑψόσε θύων, | Ουδέ θα φθάσουν οι Αχαιοί να εβρούν τα κόκαλά του· με τόσες λάσπες τρίσβαθα εγώ θα τον σκεπάσω. Αυτό θα ᾽ναι το μνήμα του και άλλο δεν θα ᾽ναι χρεία να του σηκώσουν οι Αχαιοί οπόταν θα τον θάψουν». Είπε και ορθώθη φουσκωτός επάνω στον Πηλείδην |
| Φ_325 | μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο ἵστατ᾽ ἀειρόμενον, κατὰ δ᾽ ᾕρεε Πηλεΐωνα· Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊ, μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, | κι εξέρνα μουρμουρίζοντας αφρόν, κορμιά και αίμα. Και ολόμαυρο σηκώνετο το κύμα μανιωμένο του διογεννήτου ποταμού να σύρει τον Πηλείδην. Κι η Ήρα τότ᾽ εβόησε φοβούμενη για κείνον μήπως τον πάρει ο ποταμός βαθύροος και μέγας. |
| Φ_330 | αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν, ὃν φίλον υἱόν· «ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος· ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι· ἀλλ᾽ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο | Κι εστράφη προς τον Ήφαιστον, τον ποθητόν υιόν της: «Σηκώσου, τέκνο μου χωλό· το ᾽χουμε ειπεί που ο Ξάνθος θα ήταν, ο βαθύροος, καλός αντίμαχός σου· βόηθα γοργά, φανέρωσε τες φλόγες όσες έχεις. Κι εγώ θα πάω τον Ζέφυρον να έβρω και τον Νότον, |
| Φ_335 | εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι, φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθας δένδρεα καῖ᾽, ἐν δ᾽ αὐτὸν ἵει πυρί· μηδέ σε πάμπαν μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ· | να φέρω από τη θάλασσαν κακήν ανεμοζάλην να σπρώχνει εμπρός τες φλόγες σου και τ᾽ άρματα να καίει των Τρώων και τες κεφαλές στες όχθες συ του Ξάνθου τα δένδρα καίε, φλόγιζε και αυτόν και μη σε κάμουν ήμερον τα γλυκόλογα και οι παρακάλεσές του. |
| Φ_340 | μηδὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ φθέγξομ᾽ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.» Ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ. πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς· | Θ᾽ ακολουθείς αδάμαστος, και μόν᾽ όταν μ᾽ ακούσεις φωνήν να βάλω, του πυρός την δύναμιν να παύσεις». Είπε και πυρ θεόφλογον ο Ήφαιστος ανάβει στο σιάδι πρώτα κι έκαιε τα λείψανα που επλέαν πολλά, που μες στον ποταμόν εσώριασε ο Πηλείδης. |
| Φ_345 | πᾶν δ᾽ ἐξηράνθη πεδίον, σχέτο δ᾽ ἀγλαὸν ὕδωρ. ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν αἶψ᾽ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ· ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ᾽ ἄρα νεκροὺς κῆεν· ὁ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. | Και όλο το σιάδι εξέρανε κι εστάθηκε η πλημμύρα. Και όπως στεγνώνει μονομιάς νεοποτισμένον κήπον Βορέας φθινοπωρινός, χαρά του γεωργού του όμοια το σιάδι εστέγνωσε και οι νεκροί καήκαν, κι έστρεψε αυτός στον ποταμόν την φλόγα την μεγάλην· |
| Φ_350 | καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα | και οι φτελιάδες καίονταν, οι ιτιές και τα μυρίκια, εκαίονταν η κύπερη, το βούρλο, το τριφύλλι, που στου ωραίου ποταμού τες άκρες εβλαστούσαν· και μες στα βάθη επάθαιναν κι εδώ κι εκεί σκιρτούσαν χέλια και ψάρι᾽ απ᾽ την πνοήν του πολυβούλου Ηφαίστου· |
| Φ_355 | πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· «Ἥφαιστ᾽, οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν, οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. λῆγ᾽ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς | και η δύναμις του ποταμού καιόνταν, ώσπου εκείνος φώναξε κι είπεν: «Ήφαιστε, κανείς θεός σε σένα δεν δύναται να μετρηθεί· κι εγώ στην φλογερήν σου φωτιά δεν αντιστέκομαι· και παύσ᾽ εδώ την μάχην, και ας διώξει ευθύς ο Αχιλλεύς τους Τρώας απ᾽ την πόλιν. |
| Φ_360 | ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;» Φῆ πυρὶ καιόμενος, ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο, πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, | Τι θέλω εγώ να πολεμώ και υπέρμαχος να γίνω;» Είπε και ωστόσο εκόχλαζαν τα όμορφα νερά του. Και όπως στην φλόγα π᾽ άναψαν ξύλα πολλά φρυμένα βράζει λεβέτι λιώνοντας τρυφερού χοίρου πάχος και όλο κοχλάζει μέσα του από την φλόγα, ομοίως |
| Φ_365 | ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ᾽ ὕδωρ· οὐδ᾽ ἔθελε προρέειν, ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴ Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ᾽ Ἥρην πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· «Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν | ανάβραζαν καιόμενα τα όμορφά του ρείθρα και να κυλά δεν ήθελεν· έστεκε αυτού σβημένος από την άχνα την καυτή του πολυβούλου Ηφαίστου όσο που αυτός ολόθερμα της Ήρας εδεήθη: «Ήρα, γιατί το τέκνο σου να πέσει ν᾽ αφανίσει |
| Φ_370 | ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι, ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι, εἰ σὺ κελεύεις, παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι, μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, | ξεχωριστά το ρεύμα μου· και τόσο εγώ δεν πταίω όσον οι άλλοι αθάνατοι που βοηθούν τους Τρώας. Θα παύσω εγώ τον πόλεμον, αν τούτο εσύ προστάζεις, και ας παύσει τούτος εν ταυτώ· και όρκον εγώ θα ομόσω, τους Τρώας απ᾽ τον όλεθρον ποτέ να μη φυλάξω, |
| Φ_375 | μηδ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.» Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη, αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν, ὃν φίλον υἱόν· «Ἥφαιστε, σχέο, τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν | μήδ᾽ όταν σύρριζα καεί και στάκτη γίν᾽ η Τροία καμένη από των Αχαιών τα χέρια τ᾽ ανδρειωμένα». Άμα η θεά τον άκουσεν, η Ήρα η λευκοχέρα, εφώναξε τον Ήφαιστον, τον ποθητόν υιόν της: «Ήφαιστε, στάσου, δοξαστό παιδί μου, και δεν πρέπει |
| Φ_380 | ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.» Ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. Αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα παυσάσθην· Ἥρη γὰρ ἐρύκακε χωομένη περ· | θεός τόσο να κρούεται γι᾽ αγάπη των ανθρώπων». Τότε τες φλόγες έσβησεν ο Ήφαιστος και οπίσω στον ποταμόν εκύλησαν τα πρόσχαρα νερά του. Και άμα εδαμάσθ᾽ η δύναμις του Ξάνθου, εκείνοι επαύσαν καθώς η Ήρα ηθέλησεν, αν κι ήταν χολωμένη· |
| Φ_385 | ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ εὐρεῖα χθών, ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ | τότ᾽ έχθρα έπεσε βαριά στους άλλους αθανάτους κακή και μέσα έπνεε διχόγνωμα η ψυχή τους. Και ως έπεσαν να συγκρουσθούν, βρόντησε η γη και γύρω σάλπισε ο μέγας ουρανός, τους άκουεν ο Δίας καθήμενος στον Όλυμπον κι εγέλασε κι εχάρη |
| Φ_390 | γηθοσύνῃ, ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· «τίπτ᾽ αὖτ᾽, ὦ κυνάμυια, θεοὺς ἔριδι ξυνελαύνεις | να βλέπει κάτω που οι θεοί με πείσμα επολεμούσαν· και ώραν πολλήν δεν έμειναν μακράν· και αρχήν ο Άρης ο ασπιδοσπάστης έκαμε και με βαρύ κοντάρι εχύθηκε στην Αθηνά, ονείδισέ την κι είπε: «Σκυλόμυγα, τι στους θεούς ν᾽ ανάψεις μάχην πάλιν |
| Φ_395 | θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; τῶ σ᾽ αὖ νῦν ὀΐω ἀποτεισέμεν ὅσσα ἔοργας.» | σ᾽ έφερε η αδιάντροπη και ακράτητη ψυχή σου; Ή δεν θυμάσαι πόβαλες επάνω τον Τυδείδην να με λαβώσει κι έπιασες σ᾽ όλους εμπρός την λόγχην; Κι ίσια σ᾽ εμέ την άμπωσες και το λαμπρό μου σώμα εχάραξες· και όσά ᾽καμες θα μου πλερώσεις τώρα». |
| Φ_400 | Ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. ἡ δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα, τρηχύν τε μέγαν τε, | Είπε και την εκτύπησε στην κροσσωτήν αιγίδα φρικτήν, που μήτε του Διός ο κεραυνός την σχίζει· εκεί την λόγχην άμπωσεν ο ανδροφόνος Άρης. Εσύρθη αυτή κι εσήκωσε με το βαρύ της χέρι ένα λιθάρι από την γην μαύρο, τραχύ, μεγάλο, |
| Φ_405 | τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· τῷ βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεά τ᾽ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· | π᾽ άνδρες αρχαίας γενεάς για τέρμινα είχαν στήσει· με αυτό τον Άρην κτύπησε στον σβέρκον, και τα μέλη του έλυσε, και πέφτοντας εγέμισε επτά πλέθρα, χωμάτιασ᾽ όλ᾽ η κόμη του και ηχήσαν τ΄ άρματά του. Εγέλασεν η Αθηνά και υπερηφάνως είπε: |
| Φ_410 | «νηπύτι᾽, οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων εὔχομ᾽ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, ἥ τοι χωομένη κακὰ μήδεται, οὕνεκ᾽ Ἀχαιοὺς κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.» | «Μωρότατε, όταν θέλησες να μετρηθείς μ᾽ εμένα, δεν το εσκέφθης που είμ᾽ εγώ πολύ καλύτερή σου. Τες Ερινύες μ᾽ όλα αυτά πλερώνεις της μητρός σου, που σε ξετρέχει από χολήν, που ηθέλησες ν᾽ αφήσεις τους Αχαιούς και βοηθείς τους επιόρκους Τρώας». |
| Φ_415 | Ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη πυκνὰ μάλα στενάχοντα· μόγις δ᾽ ἐσαγείρετο θυμόν. τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | Είπε και οπίσω εγύρισε τα φωτεινά της μάτια κι η Αφροδίτη τον θεόν οδήγ᾽ από το χέρι που μόλις εψυχόπιανε και θλιβερά βογγούσε· και άμα η θεά την νόησεν η Ήρα η λευκοχέρα την Αθηνά προσφώνησε με λόγια φτερωμένα: |
| Φ_420 | «ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη, καὶ δὴ αὖθ᾽ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.» Ὣς φάτ᾽, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ | «Ω, κοίτα, κόρη αδάμαστη του αιγιδοφόρου Δία, πάλ᾽ η σκυλόμυγα οδηγεί τον ανδροφόνον Άρην μέσ᾽ απ᾽ της μάχης την βοήν· και δράμε να τους φθάσεις». Είπεν, εχάρ᾽ η Αθηνά, κι επάνω τους εχύθη, στα στήθη την εκτύπησε με το βαρύ της χέρι |
| Φ_425 | ἤλασε· τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἡ δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε· «τοιοῦτοι νῦν πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί, εἶεν, ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, | και αυτής εδείλιασε η καρδιά, τα γόνατα εκοπήκαν, και οι δύο κείτονταν αυτού στην γην την πολυθρέπτραν. Τότ᾽ εκαυχήθ᾽ η Αθηνά και υπερηφάνως είπε: «Με τούτους τώρα να ᾽μοιαζαν όλ᾽ οι βοηθοί των Τρώων, οπόταν τούτοι πολεμούν τους θωρηκτούς Αργείους |
| Φ_430 | ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· τῶ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο, Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.» Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. | και ψυχεροί και ακλόνητοι, καθώς η Αφροδίτη ήλθε του Άρη βοηθός στην ρώμην μου εναντία· θα ᾽χαμε ρίξει προ πολλού τους πύργους της Ιλίου και τώρα θα ησυχάζαμεν εμείς απ᾽ τον αγώνα». Είπε, κι εγλυκογέλασεν η λευκοχέρα Ήρα. |
| Φ_435 | αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· «Φοῖβε, τίη δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον, αἴ κ᾽ ἀμαχητὶ ἴομεν Οὔλυμπόνδε Διὸς ποτὶ χαλκοβατὲς δῶ. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε | Και τότε ο μέγας Ποσειδών προσφώνησε τον Φοίβον: «Φοίβε, τι μένομεν εμείς; Δεν βλέπεις πως οι άλλοι κάμαν αρχήν, κι είν᾽ εντροπή στον Όλυμπον οπίσω να γύρομε απολέμητοι, στο δώμα του Κρονίδου. Άρχισε, ωσάν νεότερος· σ᾽ εμένα δεν αρμόζει, |
| Φ_440 | καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. νηπύτι᾽, ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ μέμνηαι, ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ μοῦνοι νῶϊ θεῶν, ὅτ᾽ ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν | ως είμαι μεγαλύτερος στα χρόνια και στην γνώσιν. Τι έκανες, ανόητε! και δεν θυμάσαι πόσα εμείς επάθαμε κακά στην Ίλιον τριγύρω μόνοι απ᾽ όλους τους θεούς, οπόταν τον ανδρείον Λαομέδοντα εδουλώσαμε σταλμένοι από τον Δία |
| Φ_445 | μισθῷ ἔπι ῥητῷ· ὁ δὲ σημαίνων ἐπέτελλεν. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵν᾽ ἄρρηκτος πόλις εἴη· Φοῖβε, σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. | για χρόνον έναν με ρητόν μισθόν, στους ορισμούς του. Κι εγώ των Τρώων έκτισα τείχος πλατύ και ωραίο ολόγυρα στην πόλιν τους, απόρθητη να γίνει· και συ στα πλάγια τα πολλά της δενδρωμένης Ίδης έβοσκες τα στριφτόποδα κερατοφόρα βόδια. |
| Φ_450 | ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ᾽ ἀπέπεμπε. σὺν μὲν ὅ γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· | Και όταν το τέλος έφεραν οι χαροδότρες ώρες, δυναστικώς μας κράτησεν εκείνος τον μισθόν μας, ο πάγκακος και με φρικτές μας έδιωξε φοβέρες· φοβέριζε χερόποδα να μας αλυσοδέσει και να μας στείλει εις μακρινά νησιά να μας πουλήσει |
| Φ_455 | στεῦτο δ᾽ ὅ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ, μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ᾽ ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται | και να μας κόψει και τ᾽ αυτιά με χάλκινην λεπίδα. Κι εμείς οπίσω εγύραμε με σπλάχνα χολωμένα, που τον μισθόν δεν πλέρωσε που ᾽χε δεχθεί να δώσει. Και τώρα συ χαρίζεσαι προς τους λαούς εκείνου αντί μ᾽ εμάς να προσπαθείς ν᾽ αφανισθούν οι Τρώες |
| Φ_460 | πρόχνυ κακῶς, σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι.» Τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· «ἐννοσίγαι᾽, οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε | οι άδικοι, όλοι σύρριζα, γυναίκες και παιδιά τους». Σ᾽ εκείνον τότε ο τοξευτής απάντησεν ο Φοίβος: «Ω Ποσειδών, για φρόνιμον, θαρρώ, που δεν θα μ᾽ έχεις, αν για τους άμοιρους θνητούς με σένα πολεμήσω· που ωσάν τα φύλλα πρόσκαιροι πότε φωτιά γεμάτοι |
| Φ_465 | ζαφλεγέες τελέθουσιν, ἀρούρης καρπὸν ἔδοντες, ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα παυώμεσθα μάχης· οἱ δ᾽ αὐτοὶ δηριαάσθων.» Ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽· αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. | χαίρονται τους καρπούς της γης, και πότε να μαραίνουν τους βλέπεις ώσπου σβήνονται· κι εμείς από την μάχην ας παύσομε, και μόνοι τους ας πολεμούν εκείνοι». Είπεν αυτά κι εστράφη αλλού· το σέβας τον κρατούσε επάνω στον πατράδελφον το χέρι να σηκώσει. |
| Φ_470 | τὸν δὲ κασιγνήτη μάλα νείκεσε, πότνια θηρῶν, Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον· «φεύγεις δή, ἑκάεργε, Ποσειδάωνι δὲ νίκην πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας· νηπύτιε, τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; | Κι η αδελφή του των θεριών θεά προσκυνημένη, Άρτεμις, η αγριοκάτοικη, πολύ τον αποπήρε: «Φεύγεις, τοξότη, άφησες του Ποσειδώνος όλην την νίκην και τον έκαμες αδίκως να καυχάται· ανόητε το τόξο αυτό φορείς εις τα χαμένα· |
| Φ_475 | μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.» Ὣς φάτο, τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις | να μη σ΄᾽ακούσω στο εξής στο δώμα του πατρός μας να το καυχάσαι, ως έκανες, εμπρός των αθανάτων, που είσαι καλός ν᾽ αντισταθείς εσύ στον Ποσειδώνα». Είπε και δεν απάντησεν ο μακροβόλος Φοίβος, κι η σεβασμία του Διός ομόκλινη εχολώθη |
| Φ_480 | νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· «πῶς δὲ σὺ νῦν μέμονας, κύον ἀδεές, ἀντί᾽ ἐμεῖο στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα. | και την τοξεύτραν Άρτεμιν ονείδισε και είπε: «Ω σκύλ᾽ αδιάντροπη, τολμάς συ να σταθείς εμπρός μου; Κακά μετριέσαι συ μ᾽ εμέ και ας είσαι τοξοφόρα, αφού σε διόρισεν ο Ζευς λεοντάρι στες γυναίκες, και να φονεύεις σου ᾽δωκεν όποιαν εσύ θελήσεις. |
| Φ_485 | ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν ἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι. εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς ὅσσον φερτέρη εἴμ᾽, ὅτι μοι μένος ἀντιφερίζεις.» Ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε | Καλύτερό σου στα βουνά αγρίμια κι ελαφίνες να ρίχνεις ή να μάχεσαι με τους καλύτερούς σου. Και αν πάλιν θέλεις πόλεμον, δοκίμασε να μάθεις συ που μ᾽ εμέ συγκρίνεσαι, πόσ᾽ είμαι ανώτερή σου». Είπε και αυτής τα χέρια με το ζερβί της πιάνει |
| Φ_490 | σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα, αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα ἐντροπαλιζομένην· ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί. δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην, | με τ᾽ άλλο την τοξοσκευήν τής παίρνει από τους ώμους και στα ριζαύτια την κτυπά γελώντας με τα βέλη· κι εστρέφετ᾽ όλη κι έπεφταν τα βέλη απ᾽ την φαρέτραν. Κλαίοντας έφυγε η θεά, καθώς πετά τρυγόνα από γεράκι φεύγοντας εις χαραμάδα βράχου, |
| Φ_495 | χηραμόν· οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· ὣς ἡ δακρυόεσσα φύγεν, λίπε δ᾽ αὐτόθι τόξα. Λητὼ δὲ προσέειπε διάκτορος Ἀργειφόντης· «Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ πληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο· | ότι γι᾽ αυτήν δεν έφθασεν η ώρα του θανάτου· ομοίως έφυγε η θεά και αφήκε αυτού τα βέλη. Και της Λητούς ο μηνυτής ομίλησ᾽ Αργοφόνος: «Λητώ, δεν πολεμώ μ᾽ εσέ· και ποίος με γυναίκες θέλει στα χέρια να πιασθεί του βροντοφόρου Δία. |
| Φ_500 | ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.» Ὣς ἄρ᾽ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· | Αλλά σ᾽ αφήνω να χαρείς εμπρός των αθανάτων, να καυχηθείς που ενίκησες εμένα κατά κράτος». Είπε, κι εσύναζε η Λητώ τα κυρτωμένα τόξα, που ήσαν πεσμένα εδώ κι εκεί στον στρόβιλον της σκόνης. Κι έφυγ᾽ εκείνη παίρνοντας της κόρης της τα τόξα· |
| Φ_505 | ἡ δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· «τίς νύ σε τοιάδ᾽ ἔρεξε, φίλον τέκος, Οὐρανιώνων | και τούτ᾽ ήλθε στον Όλυμπον στο δώμα του Κρονίδη, και στου πατρός τα γόνατα εκάθισε να κλαίει, κι έτρεμεν όλο επάνω της τ᾽ αμβρόσιον ένδυμά της. Την δέχθηκε στον κόλπον του κι εγέλασε ο πατέρας, κι ερώτα: «Ποίος των θεών σου ᾽καμε αυτά, παιδί μου, |
| Φ_510 | μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;» Τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· «σή μ᾽ ἄλοχος στυφέλιξε, πάτερ, λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.» Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· | ως να ᾽χε σ᾽ έβρει φανερά κάποιο κακό να πράξεις;» Σ᾽ αυτόν η καλοστέφανη αντείπε κυνηγήτρα: «Η Ήρα σου η λευκόχερη με έπληξε, πατέρα, και την διχόνοιαν έσπειρεν αυτή στους αθανάτους». Τους λόγους τούτους έλεγαν εκείνοι ανάμεσόν τους· |
| Φ_515 | αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος, μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. οἱ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, οἱ μὲν χωόμενοι, οἱ δὲ μέγα κυδιόωντες· | αλλά στην θείαν Ίλιον εμπήκε τότε ο Φοίβος, ότι εφοβείτο οι Δαναοί μη πρόμοιρα πατήσουν την πόλιν την καλόκτιστην εκείνην την ημέραν. Κι οι άλλοι αθάνατοι θεοί στον Όλυμπον εγύραν, άλλοι με πολλήν έπαρσιν και άλλοι χολωμένοι, |
| Φ_520 | κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους. ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, πᾶσι δ᾽ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν, | σιμά στον μαυρονέφελον πατέρα τους και ωστόσο τους Τρώας και τους ίππους των αφάνιζε ο Πηλείδης· και ως όταν χώρα χάνεται, και ως τ᾽ ουρανού τον θόλον καπνίζ᾽ η φλόγα, π᾽ άναψεν η οργή των αθανάτων, και όλους παθιάζει και πολλούς εις την καρδιά πληγώνει, |
| Φ_525 | ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν. Ἑστήκει δ᾽ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου, ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ᾽ αὐτοῦ Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ γίγνεθ᾽· ὁ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε, | όμοια τους Τρώας πάθιαζε κι επλήγωνε ο Πηλείδης. Τότε ο σεβάσμιος Πρίαμος από τον θείον πύργον νόησε τον θεόρατον Πηλείδη και τους Τρώας που με ροπήν ακράτητην εφεύγαν έμπροσθέν του. Και από τον πύργον βόγγοντας χάμω κατέβη ο γέρος |
| Φ_530 | ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· «πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽, εἰς ὅ κε λαοὶ ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι᾽ ἔσεσθαι. αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, | τους θυρωρούς που φύλαγαν τα τείχη να διατάξει: «Ανοίξετε και ολάνοικτον κρατείτε τον πυλώνα, όσο που νά ᾽μπουν οι λαοί· κι εγγύς είναι ο Πηλείδης τούτος οπού τους κυνηγά· μέγα κακό προβλέπω. Και άμ᾽ αναπνεύσουν οι λαοί, στα τείχη τες σανίδες |
| Φ_535 | αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας· αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων ἀντίος ἐξέθορε, Τρώων ἵνα λοιγὸν ἀλάλκοι. | σεις πάλιν συναρμόσετε· ότι πολύ φοβούμαι μη φθάσει μες στα τείχη μας να πέσει το θηρίον». Και αυτοί τες πύλες άνοιξαν κι εσήκωσαν τους σύρτες κι ήβραν τα πλήθη ανάσασιν· και ο Φοίβος πήδησ᾽ έξω τους Τρώας από την ορμήν να σώσει του Αχιλλέως, |
| Φ_540 | οἱ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο, δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο φεῦγον· ὁ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. Ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, | που σκονισμένοι έτρεχαν, φρυμένοι από την δίψαν κατά την πόλιν φεύγοντας και τα υψηλά τους τείχη· κι επάνω τους ακράτητος λυσσομανούσ᾽ εκείνος με το κοντάρι και πολύ διψούσε για την νίκην. Τότε θα επαίρναν οι Αχαιοί την πυργωμένην Τροίαν, |
| Φ_545 | εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε, φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι, φηγῷ κεκλιμένος· κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ. | αν τον λαμπρόν Αγήνορα δεν εκινούσε ο Φοίβος, εξαίσιον του Αντήνορος υιόν ανδρειωμένον. Του ᾽βαλε θάρρος στην καρδιά, κι εστήθη αυτός σιμά του μη βάλουν χέρι επάνω του οι μοίρες του θανάτου. Κι εις ένα φράξο ακούμπησε σ᾽ ομίχλη τυλιγμένος. |
| Φ_550 | αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον, ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι· ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· «ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, | Και άμ᾽ ο Αγήνωρ νόησε τον πορθητήν Πηλείδην εστάθη και στα στήθη του τρικύμιζε η καρδιά του. Και είπε με παράπονον στην ανδρικήν ψυχήν του: «Ω συμφορά μου, αν φύγω εμπρός του δυνατού Πηλείδου, όπου φευγάτοι ροβολούν οι άλλοι, θα με πιάσει |
| Φ_555 | αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ᾽ ἂν ἵκωμαι Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· | τόσο και τόσο και ως δειλόν θα μ᾽ αποκεφαλίσει. Κι εάν αυτούς να βάζει εμπρός αφήσω τον Πηλείδην, και από τα τείχη ξέμακρα στο Ιλιακό πεδίον πετάξω και τα πόδια μου με φέρουν εις τα πλάγια της Ίδης, μέσα να κρυφθώ στα φουντωτά της δάση, |
| Φ_560 | ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·— ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός; μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. | το βράδυ τότε θα ᾽λουα τον ίδρο στο ποτάμι και θα κινούσα ήσυχος στην Ίλιον να γυρίσω. Αλλά τι διαλογίζεται τούτα η ψυχή μου τώρα; Και αν με νοήσει ενώ απ᾽ εδώ πετιούμαι στην πεδιάδα, θα μου χυθεί σαν αστραπή και αφεύκτως θα με πιάσει |
| Φ_565 | οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ᾽ ἄνθρωποι | και τότε από τον θάνατον κανείς δεν θα με σώσει. Ότ᾽ είναι αυτός στην δύναμιν ο πρώτος των ανθρώπων. Κι εάν στην πόλιν έμπροσθεν αντίμαχός του μείνω, είναι στο σώμα λαβωτός απ᾽ τον χαλκόν κι εκείνος και μίαν έχει την ψυχήν και όλοι θνητόν τον λέγουν· |
| Φ_570 | ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.» Ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ | μόνον που ο Ζευς τον προτιμά και δόξαν του χαρίζει. Είπ᾽, εμαζώχθη ακλόνητος εμπρός στον Αχιλλέα και άναφτε για πόλεμον η ανδράγαθη ψυχή του. Και όπως η πάρδαλις ορμά του λόγγου από το βάθος ενάντια στον κυνηγόν, και μέσα στην ψυχή της |
| Φ_575 | ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ, δῖος Ἀγήνωρ, | δεν τρέμει τ᾽ αλυκτίσματα των σκύλων αν ακούσει· και αν την λογχίσει ο κυνηγός ή και την ακοντίσει και με το βέλος στο κορμί, δεν παύει από την μάχην ως να πιασθεί πρώτα μ᾽ αυτόν ή πέσει σκοτωμένη· ομοίως ο λαμπρός υιός του Αντήνορος να φύγει |
| Φ_580 | οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος. ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην, ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο, καὶ μέγ᾽ ἀΰτει· «ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσί, φαίδιμ᾽ Ἀχιλλεῦ, ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων, | δεν ήθελεν πριν δοκιμήν να κάμει του Αχιλλέως. Κι επρόβαλε κι εκράτει εμπρός την κυκλωτήν ασπίδα, κι εκραύγαζ᾽ ενώ σκόπευεν αυτόν με το κοντάρι: «Θαρρούσες ότι θα ᾽παιρνες, λαμπρότατε Αχιλλέα, σήμερα την ακρόπολιν των αγερώχων Τρώων· |
| Φ_585 | νηπύτι᾽· ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν Ἴλιον εἰρυόμεσθα· σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις, ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.» | κι εκείνη, ανόητε, πολλούς θα καταθλίψει ακόμη. Ότι την Ίλιον πολλοί φυλάγομε ανδρειωμένοι, να σώσομε τους γέρους μας γονείς και τες γυναίκες και τα παιδιά μας· και συ εδώ θα βρεις τον θάνατόν σου, και φοβερός και ατρόμητος πολεμιστής ως είσαι». |
| Φ_590 | Ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδ᾽ ἐπέρησε, θεοῦ δ᾽ ἠρύκακε δῶρα. | Είπε· την λόγχην έριξε με τ᾽ ανδρειωμένο χέρι, την κνήμην τού εκτύπησε στο γόνα του αποκάτω· βρόντησε η κασσιτέρινη νεόχυτη κνημίδα και του θεού δώρο και αυτή σταμάτησε την λόγχην κι η λόγχη οπίσω εγύρισε απ᾽ όπου είχε κτυπήσει· |
| Φ_595 | Πηλεΐδης δ᾽ ὡρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ, ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὁ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· | στον θείον τότε Αγήνορα εχύθηκε ο Πηλείδης και ο Φοίβος δεν τον άφησε την δόξαν ν᾽ αποκτήσει· σήκωσε τον Αγήνορα με νέφος τυλιγμένον, κι ήσυχον τον προβόδησε να φύγει από την μάχην, και απ᾽ τον λαόν εμάκρυνε με τέχνην τον Πηλείδην· |
| Φ_600 | αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὁ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν· ἧος ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο, τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον, τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων, | ομοιώθηκε απαράλλακτα του Αγήνορος κι εμπρός του έμενε και όρμησε ο Αχιλλεύς και τον εκυνηγούσε· κι ενώ αυτός κατόπι του στο κάρπιμο πεδίον τον έστρεφε ακροπόταμα του βαθυρόου Ξάνθου, και ολίγο τού επρότρεχε να τον πλανέσει ο Φοίβος |
| Φ_605 | ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ᾽ ἔμπλητο ἀλέντων. οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτ᾽ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι | για να θαρρεύει πάντοτε πως θα τον καταφθάσει, οι άλλοι Τρώες φεύγοντας περίχαροι εχυθήκαν στην πόλιν που όλη εγέμισε· και έξω από το τείχος κανείς δεν επερίμενε τον άλλον δια να μάθει ποιος έπεσε στον πόλεμον, ποιος πρόφθασε να φύγει, |
| Φ_610 | ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμῳ· ἀλλ᾽ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. | αλλά στην πόλιν να κλεισθούν περίχαροι όλοι ορμήσαν όσοι ποδιών τους έσωσε γοργότης και γονάτων. |
Τα σχόλια είναι κλειστά.