Πηγή greek-language.gr _ Homer Iliad w
greek-language.gr _ Homer – Iliad and Odyssey
| Ψ_1 | Ὣς οἱ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, Μυρμιδόνας δ᾽ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, | Εκεί στην πόλιν έκλαιαν· και ωστόσον είχαν φθάσει στα πλοία τους οι Αχαιοί, στην άκρην του Ελλησπόντου, καθένας εις την πρύμνην του· τους Μυρμιδόνας όμως να διαλυθούν δεν άφηνεν ο ισόθεος Πηλείδης, |
| Ψ_5 | ἀλλ᾽ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· «Μυρμιδόνες ταχύπωλοι, ἐμοὶ ἐρίηρες ἑταῖροι, μὴ δή πω ὑπ᾽ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλ᾽ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. | και των συντρόφων έλεγεν: «Ανδρείοι Μυρμιδόνες, ω ποθητοί μου σύντροφοι, τ᾽ άλογ᾽ από τ᾽ αμάξια τώρα δε θα ξεζέψομεν, αλλά μαζί μ᾽ εκείνα θα προχωρήσομε σιμά να κλάψομε τον φίλον Πάτροκλον, μόνη προσφορά που των νεκρών ανήκει. |
| Ψ_10 | αὐτὰρ ἐπεί κ᾽ ὀλοοῖο τεταρπώμεσθα γόοιο, ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ᾤμωξαν ἀολλέες, ἦρχε δ᾽ Ἀχιλλεύς. οἱ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. | Και αφού του πικρού κλάματος την ηδονήν χαρούμεν, τ᾽ άλογα θα ξεζέψομε κι εδώ θα γίνει ο δείπνος». Είπε και όλοι εθρήνησαν και πρώτος ο Πηλείδης κι έφεραν γύρω εις τον νεκρόν τρεις γύρες με τους ίππους κλαίοντας και στα κλάματα τους εκινούσε η Θέτις. |
| Ψ_15 | δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο, χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· «χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι· | Δάκρυα στον άμμον, δάκρυα στα όπλα τους εκύλαν τόσον τους ήταν ποθητός ο μέγας πολεμάρχος. Και ο Πηλείδης άπλωσε στου φίλου του τα στήθη τ᾽ ανθρωποφόνα χέρια του κι έκανε αρχήν του θρήνου: «Αγάλλου, ω Πάτροκλε, και αυτού που ευρίσκεσαι στον Άδην, |
| Ψ_20 | πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, Ἕκτορα δεῦρ᾽ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς.» Ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, | ότι όλα όσα σου ᾽ταξα τα τελειώνω τώρα, τον Έκτορα να σύρω εδώ, στους σκύλους να τον δώσω, και εις την πυράν σου δώδεκα τέκνα λαμπρά των Τρώων από χολήν του φόνου σου να σου αποκεφαλίσω». Αυτά ᾽πε και σκληρόψυχα τον Έκτορα τον θείον |
| Ψ_25 | πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας ἐν κονίῃς· οἱ δ᾽ ἔντε᾽ ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δ᾽ ὑψηχέας ἵππους, κὰδ δ᾽ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο μυρίοι· αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ. | ξάπλωσε προύμυτα σιμά στην κλίνην του Πατρόκλου στο χώμα· κι εξεζώνονταν ωστόσο οι Μυρμιδόνες τα χάλκινά τους άρματα κι εξέζεψαν τους ίππους και όλοι εκαθίσαν έμπροσθεν στην πρύμνην του Αχιλλέως που ευφραντικό τούς έκανε νεκρώσιμο τραπέζι. |
| Ψ_30 | πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι, πολλοὶ δ᾽ ὄϊες καὶ μηκάδες αἶγες· πολλοὶ δ᾽ ἀργιόδοντες ὕες, θαλέθοντες ἀλοιφῇ, εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· πάντῃ δ᾽ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. | Και βόδια κάτασπρα πολλά σφαζόμενα εβογγούσαν, εσφάζοντο και αρνιά πολλά κι ερίφια που βελάζαν· χοίροι πολλοί λευκόδοντες, που από το πάχος λάμπαν, στου Ηφαίστου εκαψαλίζονταν την φλόγα τεντωμένοι, και στον νεκρόν ολόγυρα το αίμα επλημμυρούσε. |
| Ψ_35 | Αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν, σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. οἱ δ᾽ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν | Και οι βασιλείς των Αχαιών τον μέγαν Αχιλλέα, ως ήταν απ᾽ τον θάνατον του φίλου χολωμένος, με κόπον τον κατάπεισαν να τους ακολουθήσει εις του Ατρείδη την σκηνήν· και αμέσως, άμα εφθάσαν, τους ψιλοφώνους κήρυκες επρόσταξαν να στήσουν |
| Ψ_40 | ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. αὐτὰρ ὅ γ᾽ ἠρνεῖτο στερεῶς, ἐπὶ δ᾽ ὅρκον ὄμοσσεν· «οὐ μὰ Ζῆν᾽, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι, | τρίποδα μέγαν στην φωτιά, να πείσουν τον Πηλείδη απ᾽ τα πηγμένα αίματα το σώμα να καθάρει. Και αυτός αρνείτο στερεά και μέγαν όμοσ᾽ όρκον: «Μα τον Κρονίδην των θεών εξαίσιον και πρώτον, λούσιμο αυτή μου η κεφαλή δεν θα δεχθεί πριν βάλω |
| Ψ_45 | πρίν γ᾽ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ᾽ ἔτι δεύτερον ὧδε ἵξετ᾽ ἄχος κραδίην, ὄφρα ζωοῖσι μετείω. ἀλλ᾽ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· ἠῶθεν δ᾽ ὄτρυνε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, | εις την πυράν τον Πάτροκλον, και του σηκώσω τάφον και τα μαλλιά μου κουρευθούν, ότι παρόμοιος πόνος δεν θα μου πλήξει την ψυχήν όσον καιρόν και αν ζήσω. Αλλά για τώρ᾽ ας στέρξομε το θλιβερό τραπέζι. Και πρόσταξ᾽ αύριον ενωρίς, ω Ατρείδη βασιλέα, |
| Ψ_50 | ὕλην τ᾽ ἀξέμεναι παρά τε σχεῖν ὅσσ᾽ ἐπιεικὲς νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, ὄφρ᾽ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ θᾶσσον ἀπ᾽ ὀφθαλμῶν, λαοὶ δ᾽ ἐπὶ ἔργα τράπωνται.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | ξύλα να φέρουν κι έπειτα να ετοιμάσουν όσα τους πεθαμένους προβοδούν εις τον ανήλιον τόπον. Γρήγορα τούτος άφαντος να γίνει απ᾽ έμπροσθέν μας μέσα εις την φλόγα και ο λαός τα έργα του να πιάσει». Είπε και όλοι πρόθυμοι στον λόγον του υπακούσαν· |
| Ψ_55 | ἐσσυμένως δ᾽ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, οἱ μὲν κακκείοντες ἔβαν κλισίηνδε ἕκαστος, Πηλεΐδης δ᾽ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης | και αφού το δείπνο ετοίμασαν σπουδακτικά καθένας έτρωγαν, και όλοι εχάρηκαν το ισόμοιρο τραπέζι· κι αφού εφάγαν κι έπιαν όσο ήθελε η ψυχή τους εις την σκηνήν εγύρισε καθένας να πλαγιάσει· αλλ᾽ ο Πηλείδης κείτονταν στο ελεύθερο ακρογιάλι |
| Ψ_60 | κεῖτο βαρὺ στενάχων, πολέσιν μετὰ Μυρμιδόνεσσιν, ἐν καθαρῷ, ὅθι κύματ᾽ ἐπ᾽ ἠϊόνος κλύζεσκον· εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, νήδυμος ἀμφιχυθείς —μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορ᾽ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν— | στενάζοντας και ολόγυρα των Μυρμιδόνων πλήθος, και ο ύπνος οπού της ψυχής κάθε φροντίδα σβήνει βαθύς τού περιχύθηκε στα μέλη τα γενναία κοπιασμέν᾽ απ᾽ τον βαρύν αγώνα που ᾽χε κάμει να κυνηγά τον Έκτορα στα τείχη εμπρός της Τροίας. |
| Ψ_65 | ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο, πάντ᾽ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ᾽ ἐϊκυῖα καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· «εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ. | Κι ήλθε η ψυχή του δύστυχου Πατρόκλου και όμοιαζ᾽ όλη μ᾽ εκείνον εις τ᾽ ανάστημα και στα λαμπρά του μάτια και στην φωνήν και όμοια τα ενδύματα εφορούσε. Στην κεφαλήν του εστάθηκεν επάνω και του είπε: «Κοιμάσαι και με λησμονείς, γλυκύτατε Πηλείδη, |
| Ψ_70 | οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· θάπτέ με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω. τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλ᾽ αὔτως ἀλάλημαι ἀν᾽ εὐρυπυλὲς Ἄϊδος δῶ. | νεκρόν, και ότ᾽ ήμουν ζωντανός εις την καρδιά σου μ᾽ είχες. Θάψε μ᾽ ευθύς να διαβώ του Άδη τον πυλώνα· μακράν με διώχνουν οι ψυχές, σκιές αναπαυμένων να μη διαβώ τον ποταμόν και απόπερα τες σμίξω, κι εμπρός στες πύλες τες πλατιές του Άδη παραδέρνω. |
| Ψ_75 | καί μοι δὸς τὴν χεῖρ᾽, ὀλοφύρομαι· οὐ γὰρ ἔτ᾽ αὖτις νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ᾽ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· | Δώσ᾽ μου το χέρι, κλαίομαι· και οπίσω από τον Άδη δεν θα ᾽λθω, αφού μες στην πυράν με βάλετε του τάφου. Ότι όχι πλέον ζωντανοί καθήμενοι μονάχοι θενά τα λέγομε ως και πριν· κι εμένα η μοίρα η μαύρη μ᾽ άρπαξε ως διορίσθηκεν από την γενετήν μου. |
| Ψ_80 | καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι, αἴ κε πίθηαι· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽, Ἀχιλλεῦ, ἀλλ᾽ ὁμοῦ, ὡς τράφομέν περ ἐν ὑμετέροισι δόμοισιν, | Και σένα η μοίρα διόρισεν, ισόθεε Πηλείδη, κάτω απ᾽ τα τείχη να σβησθείς των ανδρειωμένων Τρώων. Και άλλο ακόμη θα σου ειπώ κι ελπίζω να το στέρξεις· μη απ᾽ τα δικά σου χωριστά τα κόκαλά μου βάλεις· αλλ᾽ όπως εις το σπίτι σου μ᾽ ανάθρεψαν μαζί σου, |
| Ψ_85 | εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδ᾽ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφ᾽ ἀστραγάλοισι χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς | όταν παιδί στην σκέπην σας με έφερε ο πατέρας απ᾽ τον Οπούντα, εξ αφορμής κακής ανδροφονίας, όταν του Αμφιδάμαντος εφόνευσα τ᾽ αγόρι αθέλητα, ως εθύμωσα μ᾽ αυτόν στους αστραγάλους· τότε μ᾽ εδέχθηκε ο Πηλεύς και καλοανάθρεψέ με |
| Ψ_90 | ἔτραφέ τ᾽ ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνεν· ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.» Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «τίπτε μοι, ἠθείη κεφαλή, δεῦρ᾽ εἰλήλουθας, | στο σπίτι, και μ᾽ ονόμασεν αυτός ακόλουθόν σου. Γι᾽ αυτό των δύο τα κόκαλα μια θήκη ας κλείσει μόνη, η χρυσή στάμνα, που η σεπτή σού εχάρισε μητέρα». Σ᾽ εκείνον ο γοργόποδος απάντησε Αχιλλέας: «Τ᾽ ήλθες, σεπτή μου κεφαλή, να μ᾽ έβρεις και να κάμω |
| Ψ_95 | καί μοι ταῦτα ἕκαστ᾽ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι πάντα μάλ᾽ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.» Ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν, | μου παραγγέλλεις όλ᾽ αυτά; Κι εγώ θα σε υπακούσω και όλα θα γίνουν, ως ποθείς· αλλ᾽ έλα εδώ σιμά μου, όπως και ολίγες καν στιγμές εδώ περιπλεγμένοι του πικρού κλάματος μαζί την ηδονήν χαρούμε». Και τες αγκάλες άπλωσεν αλλ᾽ έπιασεν αέρα· |
| Ψ_100 | οὐδ᾽ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα· ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς χερσί τε συμπλατάγησεν, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν· «ὢ πόποι, ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· | ότ᾽ η ψυχή κάτω απ᾽ την γην ωσάν καπνός εχάθη τρίζοντας· και ο Αχιλλεύς πετάχθη σαστισμένος κτύπησε τες παλάμες του και με παράπον᾽ είπε: «Θεοί μου, και στην κατοικιά του Άδη, καθώς βλέπω είναι ψυχή και φάντασμα, αλλά δεν έχει σπλάχνα. |
| Ψ_105 | παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, καί μοι ἕκαστ᾽ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.» Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο· μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς | Ότ᾽ η ψυχή του δύστυχου Πατρόκλου μου οληνύκτα μ᾽ εκείνον απαράλλακτη επάνω μου εστεκόνταν και μου παράγγελνε πολλά, στα δάκρυα της πνιγμένη». Είπε και εις όλους κίνησε τον πόθον των δακρύων· κι η αυγή τους ήβρε ολόγυρα στο λείψανο να κλαίουν. |
| Ψ_110 | ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων οὐρῆάς τ᾽ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ᾽ ἀνὴρ ἐσθλὸς ὀρώρει, Μηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἱ δ᾽ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες | Και τότε απ᾽ όλες τες σκηνές, ως όρισεν ο Ατρείδης, άνδρες με τα μουλάρια τους κινούσαν για τον λόγγον να φέρουν ξύλα, κι έφορος ο εξαίσιος Μηριόνης του πολεμάρχου ακόλουθος, μεγάλου Ιδομενέως· και αξίνες και καλόπλεκτα σχοινιά βαστούσαν όλοι |
| Ψ_115 | σειράς τ᾽ εὐπλέκτους· πρὸ δ᾽ ἄρ᾽ οὐρῆες κίον αὐτῶν. πολλὰ δ᾽ ἄναντα κάταντα πάραντά τε δόχμιά τ᾽ ἦλθον· ἀλλ᾽ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκ᾽ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι | με τα μουλάρια τους εμπρός, και ανεβοκατεβήκαν ράχες πολλές, λοξά, στριφτά μέσ᾽ στ᾽ άγρια μονοπάτια. Και ότ᾽ έφθασαν στα σύλλακκα της δροσισμένης Ίδης γοργά τα υψηλά δρυά μ᾽ ακονητές αξίνες έκοφταν και, όπως έπεφταν τα δένδρ᾽, αχούσε ο τόπος. |
| Ψ_120 | πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δ᾽ ὑλοτόμοι φιτροὺς φέρον· ὧς γὰρ ἀνώγει Μηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος. | Και, αφού τα εσχίζαν, έδεναν τα ξύλα στα μουλάρια· και από τον λόγγον πρόθυμα να φθάσουν στην πεδιάδα εκείνα ετετραπόδιζαν· και ακόμ᾽ οι ξυλοκόποι φέρνουν γογγύλι᾽ επάνω τους, ως είπε ο Μηριόνης, του Ιδομενέως οπαδός· κατόπιν στ᾽ ακρογιάλι |
| Ψ_125 | κὰδ δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ᾽ ἄρ᾽ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. Αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην, ἥατ᾽ ἄρ᾽ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε | τα έβαζαν αραδιαστά στο μέρος, που ο Πηλείδης μνήμα να στήσει εσκέφθηκεν αυτού και του Πατρόκλου· και αφού με ξύλ᾽ αμέτρητα τον τόπον εσκεπάσαν καθήμενοι επερίμεναν· ωστόσον ο Πηλείδης τους Μυρμιδόνας πρόσταξε να ζώσουν τα άρματά τους, |
| Ψ_130 | χαλκὸν ζώννυσθαι, ζεῦξαι δ᾽ ὑπ᾽ ὄχεσφιν ἕκαστον ἵππους· οἱ δ᾽ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δ᾽ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν, μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. | και κάτω από τες άμαξες να ζέψουν να πουλάρια· και αρματωμένοι ανέβηκαν στ᾽ αμάξια οι κυβερνήτες και οι μαχηταί στο πλάγι τους, και οπίσω ακολουθούσαν σαν μαύρο σύγνεφο οι πεζοί· εβάσταζαν στην μέσην τον Πάτροκλον οι σύντροφοι και όλον με τα κομμένα |
| Ψ_135 | θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ᾽ Ἄϊδόσδε. Οἱ δ᾽ ὅτε χῶρον ἵκανον ὅθι σφισι πέφραδ᾽ Ἀχιλλεύς, κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. | μαλλιά τους τον εσκέπασαν, και οπίσω τού βαστούσε την κεφαλήν ο ισόθεος Πηλείδης, πικραμένος που σύντροφον εξαίσιον στον Άδη προβοδούσε. Και όταν στο μέρος έφθασαν που έδειξε ο Πηλείδης τον βάλαν κάτω και άφθονα του εστοίβασαν τα ξύλα. |
| Ψ_140 | ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ὀχθήσας δ᾽ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· «Σπερχεί᾽, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς, | Τότ᾽ άλλο εσκέφθη ο Αχιλλεύς· απ᾽ την πυράν εστράφη, την ξανθήν κόμην έκοψε που την καλλιεργούσε του ποταμού του Σπερχειού καλήν να την προσφέρει. Κι είπε με πόνον της καρδιάς κοιτώντας τα πελάγη: «Άλλα σου ευχήθη, ω Σπερχειέ, το στόμα του πατρός μου |
| Ψ_145 | κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θ᾽ ἱερὴν ἑκατόμβην, πεντήκοντα δ᾽ ἔνορχα παρ᾽ αὐτόθι μῆλ᾽ ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθ᾽ ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. | όταν εκεί θα εγύριζα στην γην την πατρικήν μου, να δώσει εσέ την κόμην μου και αγίαν εκατόμβην, και αυτού στο κτήμα, στες πηγές, πόχεις βωμόν ευώδη πεντήκοντ᾽ αμουνούχιστα κριάρια να μου σφάξει. Αλλά συ δεν εκτέλεσες αυτά που ευχήθη ο γέρος· |
| Ψ_150 | νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.» Ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο. καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, | τώρ᾽ αφού δεν θα ξαναϊδώ την ποθητήν πατρίδα ας πάρει ο ήρως Πάτροκλος την κόμην μου στον Άδη». Είπε, την κόμην έβαλε στου αγαπημένου φίλου τα χέρια και όλους έκαμε τα δάκρυα ν᾽ αρχινήσουν. Και ο ήλιος θα βασίλευε και ακόμη αυτοί θα κλαίαν, |
| Ψ_155 | εἰ μὴ Ἀχιλλεὺς αἶψ᾽ Ἀγαμέμνονι εἶπε παραστάς· «Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, νῦν δ᾽ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι· τάδε δ᾽ ἀμφὶ πονησόμεθ᾽ οἷσι μάλιστα | εάν στον Αγαμέμνονα δεν έλεγε ο Πηλείδης: «Ατρείδη, επειδή πρόθυμα των Αχαιών τα πλήθη στους λόγους όλα πείθονται, και ο θρήνος κόρον φέρνει απ᾽ την πυράν να σκορπισθούν και δείπνον να ετοιμάσουν ειπέ τους· κι έπειτ᾽ όλοι εμείς, που τον νεκρόν πονούμε, |
| Ψ_160 | κήδεός ἐστι νέκυς· παρὰ δ᾽ οἵ τ᾽ ἀγοὶ ἄμμι μενόντων.» Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, κηδεμόνες δὲ παρ᾽ αὖθι μένον καὶ νήεον ὕλην, ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, | όλα θα συγυρίσομε και οι πολεμάρχοι ας μείνουν». Τα λόγια τούτ᾽ άμ᾽ άκουσεν ο μέγας Αγαμέμνων τον λαόν όλον σκόρπισε στα ισόπλευρα καράβια, κι εμείναν οι ενταφιασταί και με κορμούς εκάμαν πυράν οπού ᾽χεν εκατόν ποδάρια μάκρου πλάτου, |
| Ψ_165 | ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ᾽ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. | και τον νεκρόν περίλυποι στην κορυφήν εβάλαν. Κι έγδερναν κι εσυγύριζαν αρνιά πολλά και βόδια προς την πυράν και, παίρνοντας απ᾽ όλα το κνισάρι, το λείψανον εσκέπαζε πατόκορφα ο Πηλείδης, και ολόγυρα επανώτιαζε τα σώματα γδαρμένα, |
| Ψ_170 | ἐν δ᾽ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας, πρὸς λέχεα κλίνων· πίσυρας δ᾽ ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, | και στάμνες μέλι και άλειμμα να γέρνουν προς την κλίνην έβαλε αυτού, και τέσσερους ανδρειωμένους ίππους έριξε μέσα στην πυράν, κι εστέναζε ο θλιμμένος. Και από τα εννέα πότρεφε τραπεζικά σκυλιά του έριξε δυο μες στην πυράν αποκεφαλισμένα, |
| Ψ_175 | δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον, ὄφρα νέμοιτο. ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον· «χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι· | και αγόρια δώδεκα καλά των ανδρειωμένων Τρώων έσφαξε κι έριξεν αυτού, κι είχε κακό στον νου του. Και άσβεστην έβαλε φωτιά, για να τους δαπανήσει. Εβαρυστέναξ᾽ έπειτα και προς τον φίλον είπε: «Χαίρε μου, ω Πάτροκλε, και αυτού που ευρίσκεσαι στον Άδη |
| Ψ_180 | πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην. δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ᾽ οὔ τι δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.» Ὣς φάτ᾽ ἀπειλήσας· τὸν δ᾽ οὐ κύνες ἀμφεπένοντο, | ότι όλα όσα σου ᾽ταξα τα τελειώνω τώρα. Αγόρια δώδεκα λαμπρά των ανδρειωμένων Τρώων το πυρ τα τρώγει όλα με σε, και του πυρός δεν δίδω τον Πριαμίδην Έκτορα τροφή αλλά των σκύλων». Τούτα εφοβέριζε, αλλ᾽ αυτόν σκυλιά δεν επλησιάζαν |
| Ψ_185 | ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. τῷ δ᾽ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα | ημέρα νύχτα τα ᾽διωχνεν η αθάνατη Αφροδίτη και μ᾽ άφθαρτο τον ράντιζε τριανταφυλλένιο λάδι να μη γδαρθεί το σώμα του, ως το ᾽σερνε ο Πηλείδης. Και μαύρο από τον ουρανόν στην πεδιάδα ο Φοίβος κατέβασ᾽ ένα σύννεφο, κι εσκέπασε το μέρος |
| Ψ_190 | ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο σκήλει᾽ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. Οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· ἔνθ᾽ αὖτ᾽ ἀλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ᾽ ἀνέμοισι, | όλον όσ᾽ έπιανε ο νεκρός, να μη μπορεί του ηλίου η δύναμις τα νεύρα του να φρύξει και τα μέλη. Αλλ᾽ η πυρά δεν άναφτε του άψυχου Πατρόκλου, και τότε άλλο σοφίσθηκεν ο ισόθεος Πηλείδης — ανάμερ᾽ από την πυράν ευχήθη στους ανέμους, |
| Ψ_195 | Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ἀράων ἀΐουσα μετάγγελος ἦλθ᾽ ἀνέμοισιν. | τον Ζέφυρον και τον Βοριά κι ετάχθηκε θυσίες, και με χρυσό σπονδίζοντας ποτήρι επαρακάλει να έλθουν κι έτσι γρήγορα τα ξύλα πάρουν φλόγα και καταλύσει τους νεκρούς· και άμ᾽ άκουσεν η Ίρις την δέησίν του, εχύθη ευθύς μηνύτρα στους ανέμους. |
| Ψ_200 | οἱ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἔπι λιθέῳ· τοὶ δ᾽ ὡς ἴδον ὀφθαλμοῖσι, πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· ἡ δ᾽ αὖθ᾽ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· | Εις το τραπέζι εκάθονταν του ορμητικού Ζεφύρου όλοι μαζί, και ως πάτησε στο πέτρινο κατώφλι η Ίρις όλη βιαστική, κι εκείνοι αυτού την είδαν εσηκωθήκαν και καθείς σιμά του την καλούσε· κι εκείνη δεν ηθέλησε, «δεν κάθομαι», τους είπε, |
| Ψ_205 | «οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ᾽ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ᾽ ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ἀλλ᾽ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, | «στου Ωκεανού το ρεύμα ευθύς οπίσω θα πηγαίνω, των Αιθιόπων εις την γην, που σφάζουν εκατόμβες των αθανάτων, ως κι εγώ το μέρος μου να λάβω. Αλλ᾽ ο Αχιλλεύς παρακαλεί, και τάζεται θυσίες, ο Ζέφυρος ο ηχηρός να τρέξει και ο Βορέας |
| Ψ_210 | ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.» Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπεβήσετο, τοὶ δ᾽ ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα | εις την πυράν να δώσετε πνοήν να πάρει φλόγα εκεί που κείται ο Πάτροκλος π᾽ όλοι οι Αχαιοί τον κλαίουν». Αυτά ᾽πε και ανεχώρησε, κι εκείνοι επεταχθήκαν με θόρυβον, ταράζοντας τα σύγνεφα έμπροσθέν τους. Και ως διάβαιναν το πέλαγος, απ᾽ την σφοδρήν πνοήν τους |
| Ψ_215 | πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ᾽ ἐρίβωλον ἱκέσθην, ἐν δὲ πυρῇ πεσέτην, μέγα δ᾽ ἴαχε θεσπιδαὲς πῦρ. παννύχιοι δ᾽ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ᾽ ἔβαλλον, φυσῶντες λιγέως· ὁ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς χρυσέου ἐκ κρητῆρος, ἑλὼν δέπας ἀμφικύπελλον, | σηκώνονταν τα κύματα· και άμ᾽ έφθασαν στην Τροίαν έπεσαν μέσα στην πυράν, κι εβρόντα ευθύς η φλόγα. Και ολονυκτίς απ᾽ την πυράν, και οι δυο φυσομανώντας τες φλόγες σήκωναν ψηλά· και ολόνυκτα ο Πηλείδης από κρατήρα ολόχρυσο, με δίκουπο ποτήρι |
| Ψ_220 | οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν, ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, | έχυνε χάμου το κρασί κι επότιζε το χώμα, και την ψυχήν του άμοιρου Πατρόκλου ξεφωνούσε. Και ως κλαίει πατέρας καίοντας τα κόκαλα παιδιού του που νιόγαμπρος απέθανε των άμοιρων γονέων, όμοια ο Πηλείδης καίοντας τα κόκαλα του φίλου |
| Ψ_225 | ἑρπύζων παρὰ πυρκαϊήν, ἁδινὰ στεναχίζων. Ἦμος δ᾽ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. οἱ δ᾽ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκόνδε νέεσθαι | εστέναζε κι εσέρνονταν τριγύρω εις την πυράν του. Την ώραν οπού προμηνά το φως ο Εωσφόρος και η χρυσή προβαίν᾽ Ηώς απ᾽ τα θαλάσσια βάθη, η πυρκαϊά μαραίνονταν και έπαυσεν η φλόγα. Οι άνεμοι στον τόπον τους εγύρισαν και ο πόντος |
| Ψ_230 | Θρηΐκιον κατὰ πόντον· ὁ δ᾽ ἔστενεν οἴδματι θύων. Πηλεΐδης δ᾽ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· οἱ δ᾽ ἀμφ᾽ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, | ο Θράκιος ολοφούσκωτος στο διάβα τους βογγούσε. Και ανάμερ᾽ από την πυράν κατάκοπος εσύρθη ο Αχιλλεύς κι επλάγιασε, κι ύπνος γλυκός τον πήρε· και στον Ατρείδη ολόγυρα συνάζονταν οι άλλοι, και ως έρχονταν ο κτύπος των τον έγειρε απ᾽ τον ύπνον. |
| Ψ_235 | ἕζετο δ᾽ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· «Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ᾽ αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν | Σηκώθη ορθός ο Αχιλλεύς και προς εκείνους είπε: «Ατρείδη, των Παναχαιών και σεις οι πολεμάρχοι, την πυρκαϊάν με το λαμπρό κρασί θα σβήσετ᾽ όλην όσο που εβόσκησ᾽ η φωτιά· κατόπιν του Πατρόκλου τα κόκαλ᾽ ας συνάξομε, καλά ξεχωρισμένα. |
| Ψ_240 | εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ᾽ ἄλλοι ἄνευθεν ἐσχατιῇ καίοντ᾽ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. | Και είν᾽ ευκολογνώριστα, που στης πυράς την μέσην εκείτονταν και ανάμερα στες άκρες γύρω οι άλλοι ανάμικτα όλοι εκαίονταν άνδρες ομού και ίπποι· κι εκείνα εις στάμνα ολόχρυσην, και διπλωτό κνισάρι θα θέσομεν ώσπου κι εγώ να κατεβώ στον Άδην· |
| Ψ_245 | τύμβον δ᾽ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ἀλλ᾽ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ εὐρύν θ᾽ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. | και τάφος να του σηκωθεί πολύ τρανός δεν θέλω, αλλά σωστός ως συνηθούν· κατόπιν μέγαν άλλον και υψηλόν θα κάμετε όσοι Αχαιοί στα πλοία θα ευρεθείτε ζωντανοί κατόπιν από εμένα». Είπε κι εκείνοι εδέχθηκαν τους λόγους του Πηλείδη· |
| Ψ_250 | πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ, ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· κλαίοντες δ᾽ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· | την πυρκαϊά με το λαμπρό κρασί εσβήσαν όλην, όσον εβόσκησε η φωτιά, και βαθιά στάκτη εγίνη· και κλαίοντας τα κόκαλα του αγαπημένου φίλου εις χρυσήν στάμνα εσύναζαν με διπλωτό κνισάρι, και εις την σκηνήν τα εσκέπασαν μ᾽ ένα λεπτό σινδόνι. |
| Ψ_255 | τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, νηῶν δ᾽ ἔκφερ᾽ ἄεθλα, λέβητάς τε τρίποδάς τε | Και στην πυράν ολόγυρα του τάφου εσύραν κύκλον, θεμέλια κτίσαν και σωρό τα χώματα εσηκώσαν. Και άμα τελειώσαν, τον λαόν εκράτησε ο Πηλείδης και εις πλατύν γύρον έκαμε τα πλήθη να καθίσουν, κι έβγαλε απ᾽ τα καράβια του του αγώνος τα βραβεία, |
| Ψ_260 | ἵππους θ᾽ ἡμιόνους τε βοῶν τ᾽ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά᾽ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν καὶ τρίποδ᾽ ὠτώεντα δυωκαιεικοσίμετρον, | ίππους, μουλάρια, βόδια και καλόζωνες γυναίκες και λέβητες και τρίποδες και σίδερο εργασμένο. Έθεσε πρώτα στους ταχείς ιππείς λαμπρό βραβείο να πάρει ο πρώτος άξιαν, σ΄ έργα λαμπρά, γυναίκα και με τ᾽ αυτιά του τρίποδα, που μέτρα εικοσιδύο |
| Ψ_265 | τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτε᾽ ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν· αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα καλόν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτ᾽ αὔτως· τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, | χωρούσε· και στον δεύτερον μιαν άστρωτην φοράδα εξάχρονην, που έμελλε μουλάρι να γεννήσει· του τρίτου λέβητ᾽ άκαφτον, όλον λευκόν ακόμη, λαμπρόν, που μέτρα τέσσερα χωρούσε, κάτω βάζει· και του τετάρτου έστησε δυο τάλαντα χρυσάφι· |
| Ψ_270 | πέμπτῳ δ᾽ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, ἱππῆας τάδ᾽ ἄεθλα δεδεγμένα κεῖτ᾽ ἐν ἀγῶνι. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί, | του πέμπτου ένα διχέρουλον αφλόγιστο ποτήρι. Και ορθός εστάθη και άρχισε να λέγει στους Αργείους: «Ατρείδη, και των Αχαιών οι άλλοι πολεμάρχοι, αυτά στην μέσην έθεσα για τους ιππείς βραβεία· αν τον αγώνα εκάναμε δι᾽ άλλον πεθαμένον, |
| Ψ_275 | ἦ τ᾽ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίηνδε φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ᾽ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆϊ, ὁ δ᾽ αὖτ᾽ ἐμοὶ ἐγγυάλιξεν. ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· | τα πρώτα εγώ θα έπαιρνα βραβεία στην σκηνήν μου. Γνωρίζετ᾽ αν οι ίπποι μου πρωτεύουν στην ανδρείαν· αθάνατ᾽ είναι, ο Ποσειδών τούς έχει δώσει πρώτα εις τον πατέρα μου και αυτός τους έδωκε σ᾽ εμένα. Όθεν θα μείνω ανάμερα κι εγώ και τ᾽ άλογά μου· |
| Ψ_280 | τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. τὸν τώ γ᾽ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δ᾽ ἕστατον ἀχνυμένω κῆρ. | ο κυβερνήτης ο αγαθός δεν τους δοξάζει πλέον, οπού συχνά τους έλουζεν από καθάρια βρύση και όλες τες χαίτες έραινε μ᾽ ευωδιασμένο λάδι. Εκείνον τώρ᾽ αυτοί πενθούν, τες χαίτες των κρεμώντας κάτω ως το χώμα, ακίνητοι στον πόνον της ψυχής των. |
| Ψ_285 | ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.» Ὣς φάτο Πηλεΐδης, ταχέες δ᾽ ἱππῆες ἄγερθεν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος, Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· | Κι ετοιμασθείτ᾽ οι άλλοι σεις, όσοι στα στερεά σας αμάξια θάρρος έχετε και στα καλά πουλάρια». Είπε ο Πηλείδης και ταχείς ιππείς επεταχθήκαν. Ο πολεμάρχος Εύμηλος σηκώθη απ᾽ όλους πρώτος, υιός του Αδμήτου, δοξαστός στους ιππικούς αγώνας· |
| Ψ_290 | τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ᾽ ἀπηύρα Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους, | κατόπι ευθύς ο δυνατός σηκώνεται ο Διομήδης, τους ίππους ζεύει του Τρωός, που ᾽χε του Αινεία πάρει τότε, οπού τούτον έσωσε στον κίνδυνόν του ο Φοίβος. Σηκώθη τότε και ο ξανθός διογέννητος Ατρείδης κι έζευεν, ο Μενέλαος, δυο γρήγορα πουλάρια, |
| Ψ_295 | Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· τὴν Ἀγαμέμνονι δῶκ᾽ Ἀγχισιάδης Ἐχέπωλος δῶρ᾽, ἵνα μή οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖεν δ᾽ ὅ γ᾽ ἐν εὐρυχόρῳ Σικυῶνι· | με τον δικόν του Πόδαργον την Αίθην του αδελφού του, που χάρισ᾽ ο Εχέπωλος σ᾽ αυτόν ο Αγχισιάδης, για να μη τον ακολουθεί στα τείχη εμπρός της Τροίας, και αυτού μες στην πλατύχωρην πατρίδα Σικυώνα να ευφραίνετ᾽ όλα τα καλά που του ᾽χε δώσει ο Δίας· |
| Ψ_300 | τὴν ὅ γ᾽ ὑπὸ ζυγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους, Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος, τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς | κείνην τότ᾽ έζεψεν αυτός λαχταριστήν φοράδα. Τέταρτος ο Αντίλοχος, κλωνάρι παινεμένο του Νηληιάδη Νέστορος, δυο, θρέμματα της Πύλου, έφερνε κάτω απ᾽ τον ζυγόν καλότριχα πουλάρια. Τότε τον επλησίασεν ο σεβαστός πατέρας |
| Ψ_305 | μυθεῖτ᾽ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· «Ἀντίλοχ᾽, ἤτοι μέν σε νέον περ ἐόντα φίλησαν Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν παντοίας· τῶ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· οἶσθα γὰρ εὖ περὶ τέρμαθ᾽ ἑλισσέμεν· ἀλλά τοι ἵπποι | κι είπε καλά και φρόνιμα στο φρόνιμο παιδί του: «Νέον ακόμ᾽, Αντίλοχε, σ᾽ αγάπησεν ο Δίας και ο Ποσειδών και σου ᾽δειξαν της ιππικής τες τέχνες· όθεν εσύ να διδαχθείς πολλή δεν είναι χρεία· ξεύρεις γύρω στα τέρματα να στρέφεις· έχεις όμως |
| Ψ_310 | βάρδιστοι θείειν· τῶ τ᾽ οἴω λοίγι᾽ ἔσεσθαι. τῶν δ᾽ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. ἀλλ᾽ ἄγε δὴ σύ, φίλος, μῆτιν ἐμβάλλεο θυμῷ παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. | ίππους οκνούς· για τούτο εγώ καλό δεν περιμένω. Κι εκείνοι οπού ταχύτερους τυχαίνει να ᾽χουν ίππους πάλιν δεν έχουν νόημα καλύτερο από σένα. Αλλ᾽ άκουσέ με, αγαπητέ, και σκέψου στην ψυχήν σου της τέχνης κάθε σόφισμα, μη χάσεις τα βραβεία· |
| Ψ_315 | μήτι τοι δρυτόμος μέγ᾽ ἀμείνων ἠὲ βίηφι· μήτι δ᾽ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· μήτι δ᾽ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. ἀλλ᾽ ὃς μέν θ᾽ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς | με σόφισμα παρά μ᾽ ανδρειά προκόβει ο δενδροκόπος· με σόφισμα στης θάλασσας τ᾽ αγριωμένα πλάτη το ανεμόδαρτ᾽ οδηγεί καράβι ο κυβερνήτης· με σόφισμα και ηνίοχος ηνίοχον περνάει. Αλλ᾽ όποιος εις τους ίππους του θαρρώντας και στ᾽ αμάξι |
| Ψ_320 | ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, αἰεὶ τέρμ᾽ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, | εδώθ᾽ εκείθε αστόχαστα πολύν γυρίζει τόπον, οι ίπποι του παραστρατούν, του φεύγουν απ᾽ το χέρι· και μ᾽ άλογο κατώτερο όποιος τες τέχνες ξέρει στο τέρμα στρέφει αδιάκοπα, πάντοτ᾽ εμπρός του το ᾽χει, απ᾽ την στιγμήν που ετέντωσε τους χαλινούς των ίππων |
| Ψ_325 | ἀλλ᾽ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὖον ὅσον τ᾽ ὄργυι᾽ ὑπὲρ αἴης, ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ | ίσια τους φέρνει και τηρά τον πρώτον να περάσει. Κι ένα σημάδι θα σου ειπώ, που ευκόλως θα γνωρίσεις· ξύλον ορθώνεται ξερό, όσον οργιά, στο χώμα, δρυός ή πεύκου και η βροχή καθόλου δεν το σέπει· και απ᾽ τα δυο μέρη κάτασπροι στυλώνονται δυο λίθοι |
| Ψ_330 | ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ᾽ ἱππόδρομος ἀμφίς· ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, καὶ νῦν τέρματ᾽ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. τῷ σὺ μάλ᾽ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, | στο στένωμα κι είν᾽ ομαλός ο ιππόδρομος τριγύρω· είτ᾽ είναι μνήμα κανενός που απέθανε το πάλαι, ή για καμπτόν κει το ᾽βαλαν έναν καιρόν οι αρχαίοι, και τώρα τέρμα το ᾽θεσεν ο ισόθεος Πηλείδης. Σ᾽ εκείνο εγγύς συ να οδηγείς τ᾽ αμάξι με τους ίππους, |
| Ψ_335 | αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι | και απ᾽ το καλόπλεκτο θρονί στ᾽ αριστερά των ίππων να χαμηλώνεις το κορμί και το δεξί πουλάρι με βοήν κέντα και άφησε λυτά τα χαλινάρια· εις τον καμπτόν ο αριστερός σου ίππος να κολλήσει, να φαίνεται που του καλού τροχού το κεφαλάρι |
| Ψ_340 | κύκλου ποιητοῖο· λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θ᾽ ἅρματα ἄξῃς· χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται· ἀλλά, φίλος, φρονέων πεφυλαγμένος εἶναι. εἰ γάρ κ᾽ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, | τον ξάκρισε, και πρόσεχε στον λίθον μη σκουντήσεις μήπως λαβώσεις τ᾽ άλογα και σπάσεις και τ᾽ αμάξι· χαρά στους άλλους, όνειδος πολύ στον εαυτόν σου θα είναι· αλλά με φρόνησιν φυλάξου, αγαπητέ μου, ότι αν στο τέρμα δυνηθείς τον άλλον να περάσεις, |
| Ψ_345 | οὐκ ἔσθ᾽ ὅς κέ σ᾽ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδ᾽ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι, Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ᾽ ἔτραφεν ἐσθλοί.» Ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ | μη φοβηθείς άλλος κανείς αλλού να σε προφθάσει κι εάν οπίσω σου κεντά το γρήγορο πουλάρι του Αδρήστου, τον Αρίονα πού ᾽ναι από γένος θείον ή εκείνα του Λαομέδοντος, θρέμμα λαμπρό της Τροίας». Είπε και προς την θέσιν του εγύρισε ο Νηλείδης, |
| Ψ_350 | ἕζετ᾽, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ᾽ ἔειπε. Μηριόνης δ᾽ ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ᾽ ἵππους. ἂν δ᾽ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλ᾽ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δὲ λάχε κρείων Εὔμηλος· | όλους αφού εφανέρωσε τους τρόπους στον υιόν του. Πέμπτος τους ίππους έζεψε κατόπι ο Μηριόνης. Στους θρόνους τότε ανέβηκαν, και τους λαχνούς ερίξαν. Τους τίναξεν ο Αχιλλεύς, κι εβγήκε του Αντιλόχου ο πρώτος κλήρος, κι έλαχεν ο δεύτερος του Ευμήλου, |
| Ψ_355 | τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος, τῷ δ᾽ ἐπὶ Μηριόνης λάχ᾽ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν | κατόπιν ο Μενέλαος ο δοξαστός Ατρείδης, ο Μηριόνης έπειτα, κι ύστερος ο Τυδείδης, απ᾽ όλους ο καλύτερος, του αγώνος πήρε κλήρον. Εις την αράδα εστάθηκαν, και ξέμακρα στο σιάδι τα τέρματα έδειξ᾽ ο Αχιλλεύς· και τηρητήν πλησίον |
| Ψ_360 | ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο, ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. Οἱ δ᾽ ἅμα πάντες ἐφ᾽ ἵπποιιν μάστιγας ἄειραν, πέπληγόν θ᾽ ἱμᾶσιν, ὁμόκλησάν τ᾽ ἐπέεσσιν ἐσσυμένως· οἱ δ᾽ ὦκα διέπρησσον πεδίοιο | βάζει τον θείον Φοίνικα, τον φίλον του πατρός του, για να προσέχει και σωστά να κρίνει τον αγώνα. Και αφού στους ίππους σήκωσαν τες μάστιγές τους όλοι με τα λουριά τούς άναφταν και με τα λόγι᾽ ακόμη. Κι έτρεχαν κείνοι ακράτητοι στο σιάδι από τα πλοία· |
| Ψ_365 | νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, χαῖται δ᾽ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα· τοὶ δ᾽ ἐλατῆρες | και κάτω από τα στήθη τους η σκόνη στον αέρα σηκώνονταν σαν σύννεφον ή μαύρη ανεμοζάλη και οι χαίτες ετινάζονταν στο φύσημα του ανέμου, και πότ᾽ εγγίζαν εις την γην τ᾽ αμάξια, πότε επάνω ψηλά πετιόνταν· και όλοι ορθοί στους θρόνους οι ελατήρες |
| Ψ_370 | ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἱ δὲ πέτοντο κονίοντες πεδίοιο. Ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφ᾽ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου | εστέκονταν, κι εσπάραζε της νίκης η λαχτάρα όλων τα στήθη και καθείς βοούσε στ᾽ άλογά του, κι εκείνα ως να ᾽σαν φτερωτά την πεδιάδα εσχίζαν. Και όταν στην άκρην έφθασαν οι ίπποι να γυρίσουν προς τ᾽ ακρογιάλι εδείχνετο του καθενός η ανδρεία |
| Ψ_375 | φαίνετ᾽, ἄφαρ δ᾽ ἵπποισι τάθη δρόμος· ὦκα δ᾽ ἔπειτα αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετ᾽ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι, Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν, ἀλλὰ μάλ᾽ ἐγγύς· αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, | κι οι ίπποι σφόδρα ετάνυσαν καθένας την ορμήν του. Τότε οι φοράδες έβγαιναν του Ευμήλου απ᾽ όλους πρώτες, ευθύς κατόπι του Τρωός οι ίπποι του Διομήδη πετούσαν όχι ξέμακρα, αλλά σιμά του τόσο που πάντοτε, σου εφαίνετο, τον θρόνον θα πατήσουν, |
| Ψ_380 | πνοιῇ δ᾽ Εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ ὤμω θέρμετ᾽· ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν ἢ παρέλασσ᾽ ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. | κι η άχνα τους εθέρμαινε τες πλάτες του Ευμήλου, επάνω του ως απίθωναν αυτοί τες κεφαλές τους· και θα τον πέρνα ή θα ᾽κανεν αμφίβολην την νίκην αν του Διομήδη από χολήν που επήρε τότε ο Φοίβος δεν του πετούσεν έξαφνα την μάστιγ᾽ απ᾽ το χέρι. |
| Ψ_385 | τοῖο δ᾽ ἀπ᾽ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἱ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδ᾽ ἄρ᾽ Ἀθηναίην ἐλεφηράμενος λάθ᾽ Ἀπόλλων Τυδεΐδην, μάλα δ᾽ ὦκα μετέσσυτο ποιμένα λαῶν, | Και απ᾽ τον θυμόν του εδάκρυσε να βλέπει ο Διομήδης πως οι φοράδες έμπροσθεν πολύν επαίρναν δρόμον και οι δικοί του ακέντητοι οπίσω εσπεδισθήκαν. Αλλ᾽ είδε πως πανούργησεν ο Φοίβος τον Τυδείδην η Αθηνά, κι έδραμ᾽ ευθύς σιμά στον πολεμάρχον, |
| Ψ_390 | δῶκε δέ οἱ μάστιγα, μένος δ᾽ ἵπποισιν ἐνῆκεν· ἡ δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσα βεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἱ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ᾽ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, | του απόδωσε την μάστιγα κι εγκάρδιωσε τους ίππους. Και θυμωμένη τρέχοντας στον Εύμηλον επάνω τον ζυγόν του ᾽σπασε η θεά· κι εδώ κι εκεί του δρόμου έφυγαν οι φοράδες του κι ερίξαν το τιμόνι. Κι εκείνος στον τροχόν σιμά ροβόλησε απ᾽ τον θρόνον, |
| Ψ_395 | ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δὲ μέτωπον ἐπ᾽ ὀφρύσι· τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη | οι αγκώνες του εγδάρθηκαν, η μύτη και το στόμα, το μέτωπό του εσύντριψε, τα μάτια του όλα δάκρυα εγέμισαν κι εκόπηκεν η ανδρική φωνή του. Τότε στον δρόμον έγυρε τους ίππους ο Τυδείδης και όλους τους άλλους πέρασε πολύ, καθώς τους ίππους |
| Ψ_400 | ἵπποις ἧκε μένος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκε. τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. Ἀντίλοχος δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· «ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω, | του άναφτεν η Αθηνά και του ᾽δινε την νίκην. Και αυτού κατόπιν ο ξανθός Μενέλαος προχωρούσε. Κι εφώναξ᾽ ο Αντίλοχος στους ίππους του πατρός του: «Και σεις πατήσετε γερά, τεντώστε την ορμήν σας· μ᾽ εκείνους να παλαίσετε δεν λέγω του Τυδείδη |
| Ψ_405 | Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκεν· ἵππους δ᾽ Ἀτρεΐδαο κιχάνετε, μηδὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα· τίη λείπεσθε, φέριστοι; | τους ίππους, που τους έδωκε μεγάλην γρηγοράδα η Αθηνά, και ηθέλησε να δώσει αυτού την νίκην· αλλά γοργά προφθάσετε του Αδμήτου το ζευγάρι, θα ᾽ναι εντροπή σας θηλυκό να γίνει ανώτερό σας η Αίθη· ακόμη οπίσω της θα μείνετε, ω γενναίοι; |
| Ψ_410 | ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δ᾽ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κ᾽ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· | Και ιδού τι λέγω φανερά και ο λόγος μου θα γίνει· δεν θα σας περιποιηθεί στο εξής ο μέγας Νέστωρ, ο ίδιος αλύπητα θενά σας κόψει, ανίσως πάρομε οκνηρευόμενοι κατώτερο βραβείον· αλλά να με συντρέξετε με την ορμήν σας όλην· |
| Ψ_415 | ταῦτα δ᾽ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω, στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.» Ὣς ἔφαθ᾽, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ᾽ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. | και ο νους μου θα μηχανευθεί με τρόπον να γλιστρήσω του δρόμου εκεί στο στένωμα κι έτσι θα μου ξεφύγει». Κι εκείνοι απ᾽ τους φοβερισμούς που ακούσαν του κυρίου το τρέξιμό τους σπούδαξαν ώσπου σ᾽ ολίγην ώραν του κοίλου δρόμου το στενό του Αντιλόχου εφάνη· |
| Ψ_420 | ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· τῇ ῥ᾽ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. | είχεν ο δρόμος σχίσμα γης που μαζευμένα εκάμαν τα χειμωνιάτικα νερά κι εβύθισεν ο τόπος. Εκεί με φόβον μη συμβεί σμίξις τροχών τραβούσε ο Ατρείδης· τότ᾽ ο Αντίλοχος έξω του δρόμου στρέφει τους ίππους, γέρνει πλαγινά και ορμά να τον προφθάσει. |
| Ψ_425 | Ἀτρεΐδης δ᾽ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· «Ἀντίλοχ᾽, ἀφραδέως ἱππάζεαι· ἀλλ᾽ ἄνεχ᾽ ἵππους· στεινωπὸς γὰρ ὁδός, τάχα δ᾽ εὐρυτέρη παρελάσσαι· μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.» Ὣς ἔφατ᾽, Ἀντίλοχος δ᾽ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε | «Ανόητε», του εφώναξεν ο Ατρείδης φοβισμένος, «πώς κυβερνάς; Τους ίππους σου κράτησε, κι είναι ο δρόμος στενός, παρέκει στο πλατύ, θαρρώ, θα προσπεράσεις, μην αφανίσεις και τους δυο κτυπώντας με τ᾽ αμάξι». Αλλά ωσάν τα λόγια του ποσώς να μη ᾽χε ακούσει |
| Ψ_430 | κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τ᾽ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην· αἱ δ᾽ ἠρώησαν ὀπίσσω Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν, | ο Αντίλοχος σφοδρότερα τους ίππους εκεντούσε. Και όσην ο δίσκος έχει ορμήν ριγμένος από χέρι ανδρός, που όλην την δύναμιν της νιότης δοκιμάζει, τόσο διασκέλισαν και αυτοί· κι εκείνοι του Ατρείδη τα οπίσω εκάμαν, ότι αυτός ηθέλησε κι εμείναν, |
| Ψ_435 | μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τ᾽ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ᾽ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· «Ἀντίλοχ᾽, οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· | μήπως συμπλέξουν και τα δυο ζευγάρια μες στον δρόμον και τα καλόπλεκτα θρονιά γυρίσουν άνω κάτω κι οι ίδιοι χάμου κυλισθούν ζηλεύοντας την νίκην. Τότε ο ξανθός Μενέλαος τον αποπήρε κι είπε: «Αντίλοχε, και ποιος θνητός ολέθριος είναι, ως είσαι; |
| Ψ_440 | ἔρρ᾽, ἐπεὶ οὔ σ᾽ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ἀλλ᾽ οὐ μὰν οὐδ᾽ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.» Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· «μή μοι ἐρύκεσθον μηδ᾽ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα | Εσφάλαμε οπού δίκαιον σ᾽ ελέγαμε, ω χαμένε· αλλ᾽ όμως πρώτα θα ορκισθείς πριν πάρεις το βραβείον». Είπε· κατόπι εφώναξε στα δυνατά πουλάρια. «Μη μου σταθείτε ακίνητοι και καταπικραμένοι εκείνων θενά κουρασθούν τα γόνατα και οι φτέρνες |
| Ψ_445 | ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.» Ὣς ἔφαθ᾽, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. Ἀργεῖοι δ᾽ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. | πριν από σας· ότι και οι δυο τα νιάτα πλια δεν έχουν». Και τότ᾽ εκείνα απ᾽ την βοήν που ακούσαν του κυρίου όρμησαν και δεν άργησαν τους άλλους να προφθάσουν. Στον κύκλον κει καθήμενοι θωρούσαν οι Αργείοι τους ίππους που μ᾽ ακράτητην ορμήν τετραποδίζαν. |
| Ψ_450 | πρῶτος δ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ᾽ ἵππους· ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· τοῖο δ᾽ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δ᾽ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ | Πρώτος ο άρχος των Κρητών, Ιδομενεύς, τους ίππους ενόησε, ως εκάθουνταν ψηλά του κύκλου απ᾽ έξω· και ως άκουσεν από μακριά βοήν του κυβερνήτη ξεχώρισε περήφανο πουλάρι να προβαίνει που ᾽χε την τρίχα ολόξανθην και μόνον έν᾽ ασπράδι |
| Ψ_455 | λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, | ωσάν φεγγάρι στρογγυλό, στο μέτωπο εφαινόνταν. Τότ᾽ εσηκώθη και άρχισε να λέγει στους Αργείους: «Ω των Αργείων αρχηγοί, καλοί μου πολεμάρχοι, τάχα εγώ μόνος ή και σεις βλέπετ᾽ εκεί τους ίππους; Άλλοι απ᾽ αυτούς που επρότρεχαν μου εφαίνονταν και άλλος |
| Ψ_460 | ἄλλος δ᾽ ἡνίοχος ἰνδάλλεται· αἱ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δ᾽ οὔ πῃ δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· | φαντάζει ο κυβερνήτης των· και κάπου εμποδισθήκαν αυτές που εκεί εκέρδισαν στον δρόμον οι φοράδες. Πρώτα στο τέρμα ολόγυρα τες έβλεπα να τρέχουν, τώρα απ᾽ εμπρός μου χάθηκαν, αν και παντού γυρίζω τα μάτια μου να τες ιδώ στο Τρωικό πεδίον. |
| Ψ_465 | ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα, καὶ οὐκ ἐτύχησεν ἑλίξας· ἔνθα μιν ἐκπεσέειν ὀΐω σύν θ᾽ ἅρματα ἆξαι, αἱ δ᾽ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε | Ή θα του εφύγαν τα λουριά και δεν μπορούσε πλέον να τες κρατήσει στρέφοντας το τέρμα ο κυβερνήτης. Εκεί, θαρρώ, θα ᾽πεσε αυτός και θα ᾽σπασε τ᾽ αμάξι και ξαγριωμένες σκίρτησαν κι εφύγαν οι φοράδες· ορθοί κοιτάζετε και σεις· ίσως καλά δεν βλέπω |
| Ψ_470 | εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δ᾽ Ἀργείοισιν ἀνάσσει, Τυδέος ἱπποδάμου υἱός, κρατερὸς Διομήδης.» Τὸν δ᾽ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· «Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; αἱ δ᾽ ἔτ᾽ ἄνευθεν | εγώ, αλλά μου φαίνεται πως κείνος αυτού πέρα είναι το γένος Αιτωλός και στ᾽ Άργος βασιλεύει, και του Τυδέως είν᾽ υιός, ο δυνατός Διομήδης». Και ο Αίας τον κακόβρισεν ο γρήγορος Οιλείδης: «Ιδομενέα, φαφλατάς παράκαιρα· και πέρα |
| Ψ_475 | ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετ᾽ Ἀργείοισι τοσοῦτον, οὔτε τοι ὀξύτατον κεφαλῆς ἒκ δέρκεται ὄσσε· ἀλλ᾽ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. | ανάερα σηκώνονται πετώντας οι φοράδες. Μες στους Αργείους, ως θαρρώ, τόσο δεν είσαι νέος, και μάτια τόσο καθαρά δεν έχ᾽ η κεφαλή σου· πάντοτ᾽ εσύ ᾽σαι φαφλατάς, αλλ᾽ όπου ευρίσκοντ᾽ άλλοι άνδρες καλύτεροι από σε, προς τι να φαφλατίζεις; |
| Ψ_480 | ἵπποι δ᾽ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δ᾽ αὐτὸς ἔχων εὔληρα βέβηκε.» Τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· «Αἶαν, νεῖκος ἄριστε, κακοφραδές, ἄλλα τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. | Εκείνες είναι που απ᾽ αρχής προτρέχαν οι φοράδες του Ευμήλου και τες κυβερνά με τα λουριά στο χέρι». Ευθύς ο άρχος των Κρητών τού αντείπε χολωμένος: «Αία φιλονικότατε, κακόγνωμε και στα άλλα μες στους Αργείους ύστερος, ότ᾽ είναι ωμός ο νους σου. |
| Ψ_485 | δεῦρό νυν, ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθ᾽ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.» Ὣς ἔφατ᾽, ὄρνυτο δ᾽ αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· | Κι έλ᾽, ας στοιχηματίσομεν ή τρίποδα ή λεβέτι και ποιο ζευγάρι τρέχει εμπρός κριτής ας μαρτυρήσει ο Αγαμέμνων· τότε συ πλερώνοντας θα μάθεις». Είπε κι ευθύς πετάχθηκεν ο φτεροπόδης Αίας και θυμωμένος έμελλε κακά να του απαντήσει· |
| Ψ_490 | καί νύ κε δὴ προτέρω ἔτ᾽ ἔρις γένετ᾽ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· «μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν, Αἶαν Ἰδομενεῦ τε, κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δ᾽ ἄλλῳ νεμεσᾶτον, ὅτις τοιαῦτά γε ῥέζοι. | και θ᾽ άναφτε χειρότερη σ᾽ αυτούς φιλονικία, αν δεν σηκώνετ᾽ ο Αχιλλεύς ο ίδιος, που τους είπε: «Τα λόγια τούτα τα κακά να παύσουν μεταξύ σας, Αίας συ και Ιδομενεύς, ότι δεν είναι πρέπον, που σ᾽ άλλον αν το εβλέπετε θα σας αγανακτούσε· |
| Ψ_495 | ἀλλ᾽ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἱ δὲ τάχ᾽ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδ᾽ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.» Ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, | αλλά στον κύκλον ήσυχοι τους ίππους θεωρείτε, και δεν θ᾽ αργήσουν τώρα εδώ να φθάσουν, ως τους βιάζει ζήλος της νίκης· τότ᾽ εσείς θέλει γνωρίσετ᾽ όλοι των ίππων τίνες ύστεροι και τίνες είναι πρώτοι». Τον λόγον δεν απόειπε κι έφθασεν ο Τυδείδης |
| Ψ_500 | μάστι δ᾽ αἰὲν ἔλαυνε κατωμαδόν· οἱ δέ οἱ ἵπποι ὑψόσ᾽ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δ᾽ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ | τους ίππους του κατάπλατα ραβδίζοντας κι εκείνοι εκόφταν με ανάερα διάσκελα τον δρόμον. Και από την σκόνη ευφραίνονταν επάν᾽ ο κυβερνήτης, και οπίσω στα φτερόποδα πουλάρια ροβολούσε τ᾽ αμάξι χρυσοκόλλητο με δίπλες κασσιτέρου· |
| Ψ_505 | γίγνετ᾽ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ᾽ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, | και τα στεφάνια των τροχών μικρόν αυλάκι αφήκαν στο λεπτό χώμα οπίσω τους κι εκείνα εμπρός πετούσαν. Στον κύκλον μέσα εστάθηκε και ίδρωτες στο χώμα ρονιές τα στήθη εστάλαζαν και οι κεφαλές των ίππων· και αυτός από τ᾽ ολόλαμπρον επήδησε θρονί του |
| Ψ_510 | κλῖνε δ᾽ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλ᾽ ἐσσυμένως λάβ᾽ ἄεθλον, δῶκε δ᾽ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδ᾽ ὠτώεντα φέρειν· ὁ δ᾽ ἔλυεν ὑφ᾽ ἵππους. Τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους, | και στον ζυγόν απόθεσε την μάστιγα και αμέσως ο ανδρειωμένος Σθένελος επήρε το βραβείον και με τον καλόν τρίποδα παράδωσε την κόρην εις τους συντρόφους και άρχισε τους ίππους να ξεζέψει. Κατόπιν ήλθ᾽ ο Αντίλοχος αυτός που τον Ατρείδην |
| Ψ_515 | κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ᾽ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι | μ᾽ επιβουλήν του επέρασε και όχι με ορμήν των ίππων. Και όμως τούτος πολύ εγγύς εράβδιζε τους ίππους και όσον απέχει απ᾽ τον τροχόν πουλάρι οπού στο σιάδι μ᾽ όλο τ᾽ αμάξι τανυστά τραβά τον κύριόν του, που εγγίζουν μόλις τον τροχόν οι τρίχες της ουράς του· |
| Ψ_520 | οὐραῖαι· ὁ δέ τ᾽ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγύς, πολέος πεδίοιο θέοντος· τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετ᾽· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ | κι εκείνο τρέχει κολλητά στ΄ αμάξι και δεν μένει τόπος πολύς ανάμεσα όσον κι αν πάρουν δρόμον· τόσον απ᾽ τον Αντίλοχον έμενε οπίσω ο Ατρείδης. Αλλά και δυο δισκοβολές έμεν᾽ οπίσω πρώτα, αλλά γοργά τον πρόφθασε με την καλήν ανδρείαν |
| Ψ_525 | ἵππου τῆς Ἀγαμεμνονέης, καλλίτριχος Αἴθης· εἰ δέ κ᾽ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τῶ κέν μιν παρέλασσ᾽ οὐδ᾽ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος, λείπετ᾽ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· | της Αίθης, της καλότριχης φοράδας του αδελφού του· και ακόμη αν αγωνίζονταν παρέκει τον περνούσε ο Ατρείδης και δεν θ᾽ άφηναν αμφίβολην την νίκην. Κι έμενε απ᾽ τον Μενέλαον μιαν κονταριάν οπίσω ο Μηριόνης, οπαδός λαμπρός του Ιδομενέως, |
| Ψ_530 | βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δ᾽ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ᾽ ἐν ἀγῶνι. υἱὸς δ᾽ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων, ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, | ότ᾽ ήσαν αργοκίνητα τα εύμορφα άλογά του και κείνος πάλι αδύνατος πολύ να κυβερνήσει. Και απ᾽ όλους ήλθε υστερινός ο Εύμηλος κι ετράβα τ᾽ όμορφο αμάξι κι έμπροσθεν κεντούσε τ᾽ άλογά του. Τον είδε κι εσυμπόνεσεν εκείνον ο Πηλείδης |
| Ψ_535 | στὰς δ᾽ ἄρ᾽ ἐν Ἀργείοις ἔπεα πτερόεντ᾽ ἀγόρευε· «λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· ἀλλ᾽ ἄγε δή οἱ δῶμεν ἀέθλιον, ὡς ἐπιεικές, δεύτερ᾽· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον, ὡς ἐκέλευε. | και αυτούς τους λόγους είπ᾽ ευθύς στην μέσην των Αργείων: «Ύστερος ο καλύτερος με τ᾽ άλογό του φθάνει αλλ᾽ όπως πρέπει, ας του δοθεί το δεύτερο βραβείον και του Τυδέως ο υιός ας λάβει τα πρωτεία». Όλ᾽ οι Αχαιοί συμφώνησαν να γίνει αυτό που είπε |
| Ψ_540 | καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, εἰ μὴ ἄρ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ᾽ ἀναστάς· «ὦ Ἀχιλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃς τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον, | και την φοράδα παρευθύς θα του έδιδε ο Πηλείδης εάν δεν εσηκώνονταν να ειπεί το δίκαιόν του ο Αντίλοχος, του Νέστορος υιός, στον Αχιλλέα: «Θα σου θυμώσω δυνατά, Πηλείδη, αν τούτο κάμεις· συ το βραβείο μού αφαιρείς, θαρρώ, γιατί του επάθαν |
| Ψ_545 | τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ᾽ ἵππω αὐτός τ᾽ ἐσθλὸς ἐών· ἀλλ᾽ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι· τῶ κ᾽ οὔ τι πανύστατος ἦλθε διώκων. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ, ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς | τα γρήγορα πουλάρια του, τ᾽ αμάξι του κι εκείνος, ο εξαίσιος· αλλ᾽ ας έκαμνεν ευχές των αθανάτων και τότε δεν θα έρχονταν ο ύστερος απ᾽ όλους. Αλλ᾽ αν σου είναι αγαπητός κι εγκάρδια τον λυπείσαι, πλήθιο χρυσάφι και χαλκός υπάρχει στην σκηνήν σου, |
| Ψ_550 | καὶ πρόβατ᾽, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· τῶν οἱ ἔπειτ᾽ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον, ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ᾽ αἰνήσωσιν Ἀχαιοί. τὴν δ᾽ ἐγὼ οὐ δώσω· περὶ δ᾽ αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κ᾽ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.» | πρόβατα, δούλες και λαμπρά πτερόποδα πουλάρια· πάρε απ᾽ αυτά και δώσε του, κατόπ᾽ ή αμέσως τώρα βραβείον και λαμπρότερο να σ᾽ επαινέσουν όλοι. Και τούτην δεν θα δώσω εγώ· και όποιος θελήσει ανδρείος να μου την πάρει ας έλθει εδώ μ᾽ εμέ να πολεμήσει». |
| Ψ_555 | Ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· «Ἀντίλοχ᾽, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. | Εις τούτα εχαμογέλασεν ο ισόθεος Πηλείδης, του άρεσ᾽ ο Αντίλοχος ο αγαπητός του φίλος και προς αυτόν απάντησε: «Κι εάν θελήσεις κι άλλο από δικό μου, Αντίλοχε, του Ευμήλου εγώ να δώσω θενά το κάμω πρόθυμα· τον θώρακα να λάβει |
| Ψ_560 | δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων, χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.» Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ οἰσέμεναι κλισίηθεν· ὁ δ᾽ ᾤχετο καί οἱ ἔνεικεν, | αυτόν που επήρα λάφυρον απ᾽ τον Αστεροπαίον, χάλκινον, και κασσίτερος λαμπρός τον περιχύνει· θα το ᾽χει κτήμ᾽ ατίμητο». Κι ευθύς στον ποθητόν του είπε τον Αυτομέδοντα τον θώρακα να φέρει απ᾽ την σκηνήν· τον έφερεν εκείνος και του Ευμήλου |
| Ψ_565 | Εὐμήλῳ δ᾽ ἐν χερσὶ τίθει· ὁ δὲ δέξατο χαίρων. Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων, Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ᾽ ἄρα κῆρυξ χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν Ἀργείους· ὁ δ᾽ ἔπειτα μετηύδα ἰσόθεος φώς· | τον έδωκε, οπού ολόχαρος στα χέρια του τον πήρε. Τότε βαρύς απ᾽ την χολήν που είχεν του Αντιλόχου σηκώθηκε ο Μενέλαος· και ο κήρυκας στο χέρι σκήπτρο του δίδει και σιωπήν κηρύττει των Αργείων. Και ο θείος άνδρας άρχισεν: «Ω φρόνιμε όχι πλέον |
| Ψ_570 | «Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους, τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. ἀλλ᾽ ἄγετ᾽, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδ᾽ ἐπ᾽ ἀρωγῇ, | Αντίλοχε, τι έκαμες! Μου εθόλωσες την δόξαν, εκείνα τα οκνότατα πουλάρια σου έμπροσθέν μου έσπρωξες και μου εμπόδισες τους ίππους εις τον δρόμον. Αλλά σεις όλ᾽ οι αρχηγοί προστάτες των Αργείων χωρίς να προτιμήσετε κανέναν κρίνετέ μας, |
| Ψ_575 | μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· “Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.” εἰ δ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς δικάσω, καί μ᾽ οὔ τινά φημι | μη κάποιος των Αχαιών τούτον ειπεί τον λόγον: «Με ψέματα ο Μενέλαος επήρε την φοράδα του Αντιλόχου, αν κι είχε αυτός χειρότερους τους ίππους, αλλ᾽ είναι αυτός ανώτερος πολύ στο μεγαλείον». Αλλά θα κρίνω ευθύς εγώ, και δεν θα με αποπάρει |
| Ψ_580 | ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. Ἀντίλοχ᾽, εἰ δ᾽ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί, στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον | των Δαναών, θαρρώ, κανείς. Θα είμαι δικαιοκρίτης. Αντίλοχε διόθρεφτε, έλα, σαν θέλει ο νόμος στήσου στην άμαξαν εμπρός ολόρθος και στους ίππους, πάρε την ίδια μάστιγα, που πρώτα εκυβερνούσες, και πιάνοντας τους ίππους σου, του Ποσειδώνος κάμε |
| Ψ_585 | ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.» Τὸν δ᾽ αὖτ᾽ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· «ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι σεῖο, ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. οἶσθ᾽ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· | όρκον που δεν μου εμπόδισες μ᾽ επιβουλήν τ᾽ αμάξι». Και ο φρόνιμος Αντίλοχος απάντησέ του κι είπε: «Πραΰνου τώρα, ότ᾽ είμ᾽ εγώ πολύ νεότερός σου, σεπτέ Μενέλαε, και συ καλύτερός μου εις όλα· γνωρίζεις πόσον εύκολα παρανομούν οι νέοι· |
| Ψ_590 | κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. τῶ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε, διοτρεφές, ἤματα πάντα | ο νους τους γοργοκίνητος ισχνήν την σκέψιν έχει. Όθεν μαλάξου· μόνος μου σου δίδω την φοράδα που εκέρδισα· και αν άλλο τι δικό μου να σου δώσω ήθελες και καλύτερο, σου το ᾽δινα ολοψύχως, παρ᾽ από σε, διόθρεφτε, να χάσω την αγάπην |
| Ψ_595 | ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.» Ἦ ῥα, καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· | ολοζωής μου και σ᾽ εμέ οργή να πέσει θεία». Και την φοράδα οδήγησεν ευθύς ο Νεστορίδης κι έδωκε στον Μενέλαον, που στην καρδιά του ευφράνθη, καθώς εις τα πυκνά σπαρτά που τον αγρόν σκεπάζουν καλή δροσιά ζωογονεί τα φουντωμέν᾽ αστάχια· |
| Ψ_600 | ὣς ἄρα σοί, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «Ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ᾽ ἀεσίφρων ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. | ομοίως, ω Μενέλαε, μέσα η καρδιά σου ευφράνθη· και προς αυτόν απάντησε με λόγια φτερωμένα: «Και αφ᾽ εαυτού μου, Αντίλοχε, συγκρίνω τον θυμόν μου να παύσω, ότι αστόχαστος και ασύστατος δεν ήσουν ποτέ σου, αλλά εδώ τον νουν ενίκησε η νεότης· |
| Ψ_605 | δεύτερον αὖτ᾽ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχ᾽ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν· ἀλλὰ σὺ γὰρ δὴ πόλλ᾽ ἔπαθες καὶ πόλλ᾽ ἐμόγησας, σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ᾽ ἐμεῖο· τῶ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον | καλύτερούς σου στο εξής φυλάξου ν᾽ απατήσεις. Κι εύκολα δεν θα μ᾽ έπειθε των Αχαιών κανένας· αλλ᾽ έπαθες εσύ πολλά κι εμόχθησες για μένα συ και ο πατέρας σου ο λαμπρός με τον αυτάδελφόν σου· μου επρόσπεσες και τούτο αρκεί· και την φοράδ᾽, αν κι είναι |
| Ψ_610 | δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.» Ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν· ὁ δ᾽ ἔπειτα λέβηθ᾽ ἕλε παμφανόωντα. Μηριόνης δ᾽ ἀνάειρε δύω χρυσοῖο τάλαντα | δική μου, λάβε την εσύ για να γνωρίσουν όλοι ότι καρδιά περήφανην και αμάλακτην δεν έχω». Είπε και του Νοήμονος, συντρόφου του Αντιλόχου την έδωκε, κι επήρε αυτός το λαμπερό λεβέτι. Τέταρτος δύο τάλαντα χρυσάφι ο Μηριόνης. |
| Ψ_615 | τέτρατος, ὡς ἔλασεν. πέμπτον δ᾽ ὑπελείπετ᾽ ἄεθλον, ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς Ἀργείων ἀν᾽ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· «τῆ νῦν, καὶ σοὶ τοῦτο, γέρον, κειμήλιον ἔστω, Πατρόκλοιο τάφου μνῆμ᾽ ἔμμεναι· οὐ γὰρ ἔτ᾽ αὐτὸν | Πέμπτον βραβείον έμενεν η δίχερη φιάλη. Εκείνην έφερ᾽ ο Αχιλλεύς ανάμεσα στο πλήθος στον Νέστορα και, «λάβε αυτό», του είπε, «γέροντά μου, σαν του Πατρόκλου ενθύμημα να το ᾽χεις οπού ετάφη· τι εκείνον πλέον δεν θα ιδείς στην μέσην των Αργείων. |
| Ψ_620 | ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ᾽ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, οὐδ᾽ ἔτ᾽ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.» Ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δ᾽ ἐδέξατο χαίρων, | Και το βραβείον τούτο εγώ σου δίνω χαρισμένο· ότι και συ ν᾽ αγωνισθείς, θαρρώ, δεν θα θελήσεις στο πάλαιμα ή στο γρόνθισμα, στο τρέξιμο ή στ᾽ ακόντι ότι απ᾽ το γήρας το κακόν εκόπ᾽ η δύναμίς σου». Και την φιάλην του ᾽βαλε στα χέρια· την επήρε |
| Ψ_625 | καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα, φίλος, πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη | περίχαρος ο γέροντας και είπε του Αχιλλέως: «Λόγια τωόντι αληθινά, επρόφερες, παιδί μου· εμάργωσαν τα μέλη μου, τα πόδια και τα χέρια που εδώ στους ώμους φτερωτά κινούνταν και τα δύο. Πού είναι η νιότη μου κι η ανδρειά που στο Βουπράσι εφάνη |
| Ψ_630 | ὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δὲ θέσαν βασιλῆος ἄεθλα· ἔνθ᾽ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ᾽, οὔτ᾽ ἄρ᾽ Ἐπειῶν οὔτ᾽ αὐτῶν Πυλίων οὔτ᾽ Αἰτωλῶν μεγαθύμων. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Ἤνοπος υἱόν, | σαν έθαπταν οι Επειοί τον μέγα πολεμάρχον Αμαρυγκέα, κι έθεσαν αγώνα τα παιδιά του. Εκεί κανείς των Επειών μ᾽ εμέ δεν ομοιώθη ή των γενναίων Αιτωλών, αλλ᾽ ούτε των Πυλίων. Τον Κλυτομήδη ενίκησα στους γρόνθους Ηνοπίδην, |
| Ψ_635 | Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δ᾽ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. οἴοισίν μ᾽ ἵπποισι παρήλασαν Ἀκτορίωνε, πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης, | στην πάλην τον Πλευρώνιον, κατόπι τον Αγκαίον, και τον εξαίσιον Ίφικλον στα πόδια και κατόπι στ᾽ ακόντι τον Πολύδωρον και αντάμα τον Φυλέα. Μόνον οι Ακτορίωνες στους ίππους μ᾽ επεράσαν, διπλοί μού σπρώχθηκαν εμπρός με ζήλον να κερδίσουν |
| Ψ_640 | οὕνεκα δὴ τὰ μέγιστα παρ᾽ αὐτόθι λείπετ᾽ ἄεθλα. οἱ δ᾽ ἄρ᾽ ἔσαν δίδυμοι· ὁ μὲν ἔμπεδον ἡνιόχευεν, ἔμπεδον ἡνιόχευ᾽, ὁ δ᾽ ἄρα μάστιγι κέλευεν. ὥς ποτ᾽ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ | εκείνα που ήσαν ύστερα λαμπρότατα βραβεία. Δίδυμοι αυτοί, και σταθερώς εκυβερνούσ᾽ ο ένας εκυβερνούσε σταθερώς κι εμάστιζεν ο άλλος. Ιδού ποιος ήμουν μια φορά· στους νέους τώρ᾽ αφήνω έργα παρόμοια· κι εγώ στο μαύρο γήρας πρέπει |
| Ψ_645 | πείθεσθαι, τότε δ᾽ αὖτε μετέπρεπον ἡρώεσσιν. ἀλλ᾽ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. τοῦτο δ᾽ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, τιμῆς ἧς τέ μ᾽ ἔοικε τετιμῆσθαι μετ᾽ Ἀχαιοῖς. | να υπακούσω, αν κι έλαμπα στην μέση των ηρώων. Αλλ᾽ άμε κι ενταφίαζε τον φίλον σου μ᾽ αγώνες· μου είναι ακριβό το χάρισμα και χαίρεται η ψυχή μου που εμέ τον φίλον πάντοτε θυμάσαι και γνωρίζεις πόση τιμή, των Αχαιών ανάμεσα μου πρέπει· |
| Ψ_650 | σοὶ δὲ θεοὶ τῶνδ᾽ ἀντὶ χάριν μενοεικέα δοῖεν.» Ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ᾽ ὅμιλον Ἀχαιῶν ᾤχετ᾽, ἐπεὶ πάντ᾽ αἶνον ἐπέκλυε Νηλεΐδαο. αὐτὰρ ὁ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· ἡμίονον ταλαεργὸν ἄγων κατέδησ᾽ ἐν ἀγῶνι | και οι θεοί μ᾽ ό,τι αγαπάς να σου το ανταποδώσουν». Το εγκώμιον όλον άκουσε του Νέστορος κι εβγήκε μέσ᾽ απ᾽ το πλήθος ο Αχιλλεύς και της γρανθομαχίας της τρομερής κατέθεσεν αμέσως τα βραβεία. Έφερε κι έδεσεν εκεί του κύκλου μες στη μέση |
| Ψ_655 | ἑξέτε᾽ ἀδμήτην, ἥ τ᾽ ἀλγίστη δαμάσασθαι· τῷ δ᾽ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, | άστρωτο, κακοδάμαστο εξάχρονο μουλάρι· κι ένα ποτήρι δίκουπο να λάβει ο νικημένος. Και ορθός εστήθη κι έλεγε στην μέσην των Αργείων: «Ατρείδες και όλ᾽ οι Αχαιοί με τες καλές κνημίδες, ας έλθουν δύο δυνατοί γι᾽ αυτά ν᾽ αντισηκώσουν |
| Ψ_660 | πὺξ μάλ᾽ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ᾽ Ἀπόλλων δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίηνδε νεέσθω· αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.» Ὣς ἔφατ᾽, ὄρνυτο δ᾽ αὐτίκ᾽ ἀνὴρ ἠΰς τε μέγας τε | πολύ ψηλά τους γρόνθους των και εις όποιον απ᾽ τους δύο ο Απόλλων δώσει δύναμιν, κι οι Αχαιοί το κρίνουν, ας πάρει το φερέπονο μουλάρι στην σκηνήν του και ο νικημένος να χαρεί το δίκουπο ποτήρι». Στον λόγον του επετάχθη ευθύς άνδρας τρανός και ωραίος |
| Ψ_665 | εἰδὼς πυγμαχίης, υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δ᾽ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· «ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δ᾽ οὔ φημί τιν᾽ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντ᾽, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. | ο Πανοπείδης Επειός, εξαίσιος γρονθομάχος. Και πιάνοντας το εργατικό τετράποδο τους είπεν: «Εμπρός, όπου το δίκουπο ποτήρι θενά πάρει· και το πουλάρι εδώ κανείς με την γρονθομαχίαν δεν θα κερδίσει, ότ᾽ είμ᾽ εγώ στην τέχνην τούτην πρώτος. |
| Ψ_670 | ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ᾽ ἄρα πως ἦν ἐν πάντεσσ᾽ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τ᾽ ὀστέ᾽ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδ᾽ ἀολλέες αὖθι μενόντων, | Δεν φθάνει που στον πόλεμον είμ᾽ ελλιπής; Και ποίος δύναται να είναι ποτέ σ᾽ όλα καλός τεχνίτης; Και ιδού το λέγω φανερά και άσφαλτ᾽ αυτό θα γίνει· τες σάρκες θα του σχίσω εγώ, τα κόκαλα να σπάσω, ώστε σιμά του ας στέκονται όσοι πονούν για κείνον |
| Ψ_675 | οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο, ἰσόθεος φώς, Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβασδ᾽ ἦλθε δεδουπότος Οἰδιπόδαο | από τα χέρια νεκρόν εδώθε να τον πάρουν». Είπε, και όλοι εσώπαιναν· και μόνος του επετάχθη ο ισόθεος Ευρύαλος, υιός του Τηλανίδη του Μηκιστέως, του λαμπρού εκείνου πολεμάρχου που άλλοτ᾽ επήγε στην ταφήν του σκοτωμένου Οιδίπου |
| Ψ_680 | ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. τὸν μὲν Τυδεΐδης δουρικλυτὸς ἀμφεπονεῖτο θαρσύνων ἔπεσιν, μέγα δ᾽ αὐτῷ βούλετο νίκην. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. | στες Θήβες και όλων νικητής εβγήκε των Καδμείων. Τώρα σιμά του ο δοξαστός Τυδείδης ενεργούσε και λόγια του ᾽λεγε καλά ποθώντας να νικήσει. Το ζώμα του ᾽βαλεν αυτός, του έδωκε κατόπι από τομάρι ταύρινο λουριά καλοκομμένα. |
| Ψ_685 | τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, ἄντα δ᾽ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ᾽ ἄμφω σύν ῥ᾽ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετ᾽, ἔρρεε δ᾽ ἱδρὼς πάντοθεν ἐκ μελέων· ἐπὶ δ᾽ ὄρνυτο δῖος Ἐπειός, | Κι αφού ζωσθήκαν, στάθηκαν του κύκλου εκεί στην μέσην και αντίκρυ ως σήκωσαν και οι δυο τα χέρια τ᾽ ανδρειωμένα, ομού βροντήσαν κι έσμιξαν οι δυνατοί τους γρόνθοι. Τρίζαν τα δόντια τους φρικτά, και ίδρωτες ερέαν. Και ο θείος χύνετ᾽ Επειός στον άλλον που ετηρούσε |
| Ψ_690 | κόψε δὲ παπτήναντα παρήϊον· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. ὡς δ᾽ ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θίν᾽ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ὣς πληγεὶς ἀνέπαλτ᾽. αὐτὰρ μεγάθυμος Ἐπειὸς | πού να τον κρούσει, και του σπα τα μάγουλα· κι εκείνος ετρέκλισε ως του ελύγισαν τ᾽ ανδρειωμένα μέλη. Και με το κρούσμα εσκίρτησε σαν ψάρι που ο Βορέας έξω στο φύκι επέταξε με κύμα σουφρωμένο. Τότε ο γενναίος Επειός τον έπιασε απ᾽ τα χέρια |
| Ψ_695 | χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ᾽ ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον δι᾽ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν αἷμα παχὺ πτύοντα, κάρη βάλλονθ᾽ ἑτέρωσε· κὰδ δ᾽ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, αὐτοὶ δ᾽ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. | και ορθόν τον έβαλε· κι ευθύς οι φίλοι τον επήραν μέσ᾽ απ᾽ τον κύκλον πόσερνε τα πόδια μετά βίας κι εφτυούσεν αίματα πηχτά, με δίπλα το κεφάλι. Και αναίσθητον τον έβαλαν σιμά τους να καθίσει, κι έπειτα επήγαν κι έφεραν το δίκουπο ποτήρι. |
| Ψ_700 | Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα, δεικνύμενος Δαναοῖσι, παλαισμοσύνης ἀλεγεινῆς, τῷ μὲν νικήσαντι μέγαν τρίποδ᾽ ἐμπυριβήτην, τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ἀνδρὶ δὲ νικηθέντι γυναῖκ᾽ ἐς μέσσον ἔθηκε, | Τα τρίτα ευθύς ο Αχιλλεύς κατέθεσε βραβεία του τρομερού παλαίσματος και τα ᾽δειχνεν εις όλους· σ᾽ όποιον νικήσει τρίποδα μεγάλον πυροστάτην που να ᾽χει βόδια δώδεκα οι Αχαιοί λογιάζαν. Και μίαν κόρην έθεσε σ᾽ έργα πολλά τεχνίτραν, |
| Ψ_705 | πολλὰ δ᾽ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.» ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δ᾽ Ὀδυσεὺς πολύμητις ἀνίστατο, κέρδεα εἰδώς. | που είχε βόδια τέσσερα, να λάβει ο νικημένος. Και ορθός στην μέσην έλεγεν: «Ας σηκωθούν εκείνοι που θέλουν να δοκιμασθούν και εις τούτον τον αγώνα». Και ο μέγας εσηκώθη ευθύς, ο Τελαμώνιος Αίας και ο πολύνους Οδυσσεύς τεχνάσματα γεμάτος. |
| Ψ_710 | ζωσαμένω δ᾽ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, ἀγκὰς δ᾽ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ὡς ὅτ᾽ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων. τετρίγει δ᾽ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν | Ζωσμένοι αφού προχώρησαν του κύκλου αυτού στην μέσην επιάσθηκαν αγκαλιαστά με τα βαριά τους χέρια, ως όταν άξιος ξυλουργός ψαλίδες σφικτοδένει σ᾽ υψηλό δώμα, ακλόνητος απ᾽ τες ανεμοζάλες. Και ως τες τραβούσαν δυνατά τα λυσσερά τους χέρια |
| Ψ_715 | ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον· οἱ δὲ μάλ᾽ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτ᾽ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, | τρίζαν οι πλάτες φοβερά και ίδρωτες ερέαν, βαμμένες αίμα στα πλευρά, στους ώμους φουσκαλίδες πυκνές ανασηκώνονταν, κι εκείνοι μανιωμένοι για τον ωραίον τρίποδα με πείσμα αγωνιζόνταν. Μήτ᾽ ο Οδυσσέας δύνονταν τον Αίαντα να ρίξει |
| Ψ_720 | οὔτ᾽ Αἴας δύνατο, κρατερὴ δ᾽ ἔχεν ἲς Ὀδυσῆος. ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· «διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ, ἤ μ᾽ ἀνάειρ᾽, ἢ ἐγὼ σέ· τὰ δ᾽ αὖ Διὶ πάντα μελήσει.» | και μήτ᾽ ο Αίας δύνονταν, τόσ᾽ ήταν του Οδυσσέως η δύναμις αδάμαστη, κι εβάρυναν τα πλήθη και τότε ο μέγας του ᾽λεγεν ο Τελαμώνιος Αίας: «Λαερτιάδη ευρετικέ, διογέννητ᾽ Οδυσσέα, ή σήκωνέ με ή σένα εγώ· κι έπειτ᾽ ας κάμει ο Δίας». |
| Ψ_725 | Ὣς εἰπὼν ἀνάειρε· δόλου δ᾽ οὐ λήθετ᾽ Ὀδυσσεύς· κόψ᾽ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, κὰδ δ᾽ ἔβαλ᾽ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς κάππεσε· λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε. δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, | Είπε και τον εσήκωσε· δεν αστοχά τους δόλους ο Οδυσσεύς και τον κτυπά στο κούφιο του γονάτου· έπεσε αυτός τ᾽ ανάσκελα, μαζί του και ο Οδυσσέας κατάστηθα κι εθαύμαζαν ολόγυρα τα πλήθη. Δεύτερος ο πολύπαθος τον σήκωνε Οδυσσέας, |
| Ψ_730 | κίνησεν δ᾽ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ᾽ ἔτ᾽ ἄειρεν, ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντε πάλαιον, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· | τον ακροκίνησε απ᾽ την γην, χωρίς να τον σηκώσει, αλλά τον επεδίκλωσε κι έπεσαν εις το χώμα κι ελέρωσαν τα μέλη τους, πλάγι με πλάγι οι δύο και σηκωμένοι θ᾽ άρχιζαν τρίτην φοράν την πάλην. Αλλ᾽ εσηκώθη κι έκαμε να μείνουν ο Πηλείδης: |
| Ψ_735 | «μηκέτ᾽ ἐρείδεσθον, μηδὲ τρίβεσθε κακοῖσι· νίκη δ᾽ ἀμφοτέροισιν· ἀέθλια δ᾽ ἶσ᾽ ἀνελόντες ἔρχεσθ᾽, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, καί ῥ᾽ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. | «Αρκεί, μη αντιστυλώνεσθε και μη ταλαιπωρείσθε. και οι δυο νικάτε· και όμοια θα πάρετε βραβεία· αμέτε και άλλοι Αχαιοί ν᾽ αγωνισθούν είν᾽ ώρα». Είπε κι εκείν᾽ υπάκουσαν και άφού καθαρισθήκαν από την σκόνην πέρασαν στο σώμα τους χιτώνες. |
| Ψ_740 | Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα τίθει ταχυτῆτος ἄεθλα, ἀργύρεον κρητῆρα, τετυγμένον· ἓξ δ᾽ ἄρα μέτρα χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δ᾽ ἄγον ἄνδρες ἐπ᾽ ἠεροειδέα πόντον, | Βραβεία στην γοργότητα τότ᾽ έθεσε ο Πηλείδης, καλόν κρατήρα ολάργυρο κι έξι εχωρούσε μέτρα και ταίρι του στην ομορφιά δεν είχε ο κόσμος όλος, τι εύμορφα τον σκάλισαν καλότεχνοι Σιδόνες και Φοίνικες τα πέλαγα διαβαίνοντας τον φέραν |
| Ψ_745 | στῆσαν δ᾽ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· | και χάρισμα του Θόαντος τον δώσαν για να αράξουν. Κι έπειτα, τον Λυκάονα Πριαμίδην να λυτρώσει, ο Ιασονίδης Εύνηος τον δίδει του Πατρόκλου. Τώρα στου φίλου την ταφήν, το έθεσε ο Πηλείδης βραβείον σ᾽ όποιον θα ᾽βγαινε γοργότερος απ᾽ όλους· |
| Ψ_750 | δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ᾽ ἔθηκε. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.» ὣς ἔφατ᾽, ὄρνυτο δ᾽ αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας, | έθεσε βόδι ολόπαχο, μεγάλο του δευτέρου και μισό τάλαντο χρυσό για ύστερο βραβείον. Και ορθός στην μέσην έλεγε: «Ας έλθουν τώρα εκείνοι που θέλουν να δοκιμασθούν και εις τούτον τον αγώνα». Ο Αίας τότε, ο γρήγορος Οιλείδης εσηκώθη, |
| Ψ_755 | ἂν δ᾽ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος· ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεύς. τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ᾽ ἔπειτα ἔκφερ᾽ Ὀϊλιάδης· ἐπὶ δ᾽ ὄρνυτο δῖος Ὀδυσσεὺς | ο θείος έπειτα Οδυσσεύς, κατόπι ο Νεστορίδης Αντίλοχος, στο τρέξιμο των ομηλίκων πρώτος. Τα τέρματ᾽ έθεσ᾽ ο Αχιλλεύς κι εκείνοι αραδιασθήκαν· απ᾽ την βαλβίδα όρμησαν κι έβγαιν᾽ εμπρός των άλλων ο Αίας και πολύ σιμά κατόπιν ο Οδυσσέας· |
| Ψ_760 | ἄγχι μάλ᾽, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τ᾽ εὖ μάλα χερσὶ τανύσσῃ πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ᾽ ἴσχει στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· | όσον η πήχ᾽ είναι σιμά στης γυναικός το στήθος που την τεντώνει τεχνικά τα γνέματα τραβώντας απ᾽ το κουβάρι και κρατεί την πήχη προς το στήθος· σιμά του τόσον ο Οδυσσεύς στου Αίαντος πατούσε τα χνάρια, πριν επάνω του του πρώτου φθάσει η σκόνη. |
| Ψ_765 | κὰδ δ᾽ ἄρα οἱ κεφαλῆς χέ᾽ ἀϋτμένα δῖος Ὀδυσσεὺς αἰεὶ ῥίμφα θέων· ἴαχον δ᾽ ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ᾽ Ὀδυσσεὺς εὔχετ᾽ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· | Κι έτρεχε τόσο ακράτητα που έσμιγε η πνοή του την κεφαλήν του Αίαντος· και ολόγυρα τα πλήθη με αλαλαγμούς εγκάρδιωναν τον ζήλον του της νίκης. Αλλά στον γύρον ύστερον μες στην καρδιά του ευχήθη της Αθηνάς ο Οδυσσεύς: «Θεά, συνάκουσέ με, |
| Ψ_770 | «κλῦθι, θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.» ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δ᾽ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, ἔνθ᾽ Αἴας μὲν ὄλισθε θέων —βλάψεν γὰρ Ἀθήνη— | και των ποδιών μου δύναμιν ευδόκησε να δώσεις». Αυτά δεήθη και η θεά την δέησίν του εδέχθη· τα μέλη του ᾽καμ᾽ ελαφρά, τα πόδια και τα χέρια. Και ότ᾽ έμελλαν να πεταχθούν αμέσως στο βραβείον, τον Αίαντ᾽ έκαμ᾽ η Αθηνά στην κόπρον να γλιστρήσει |
| Ψ_775 | τῇ ῥα βοῶν κέχυτ᾽ ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· ἐν δ᾽ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρ᾽ αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. | που είχε απομείνει ακόμα εκεί σωρός από τα βόδια, όσα ο Πηλείδης έσφαξε στον τάφον του Πατρόκλου, κι εκείνου εγέμισαν βουνιές η μύτη και το στόμα. Και τον κρατήρα εσήκωσεν ο Οδυσσεύς, που πρώτος έφθασε, και κατόπιν του το βόδι επήρ᾽ ο Αίας. |
| Ψ_780 | στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο, ὄνθον ἀποπτύων, μετὰ δ᾽ Ἀργείοισιν ἔειπεν· «ὢ πόποι, ἦ μ᾽ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ᾽ ἐπαρήγει.» Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν. | Εστάθη ορθός και πιάνοντας τα κέρατα του ταύρου και φτυώντας πέρα την βουνιά, τους είπε: «Συμφορά μου τα πόδια μου άμπωσε η θεά που πάντοτε βοηθός του ωσάν μητέρα στέκεται στο πλάγι του Οδυσσέως». Είπε και όλοι εγέλασαν να βλέπουν τον καημόν του. |
| Ψ_785 | Ἀντίλοχος δ᾽ ἄρα δὴ λοισθήϊον ἔκφερ᾽ ἄεθλον μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «εἰδόσιν ὔμμ᾽ ἐρέω πᾶσιν, φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἴας μὲν γὰρ ἐμεῖ᾽ ὀλίγον προγενέστερός ἐστιν, | Κι εσήκωσεν ο Αντίλοχος το ύστερο βραβείον γλυκογελώντας κι έλεγε των Αχαιών στην μέσην: «Ω φίλοι, αν το ξεύρετε, θενά το ειπώ, που ακόμα δίδουν οι αθάνατοι τιμήν εις τους παλαιοτέρους. Κι ιδού στα χρόνια πρώτος μου ο Αίας είναι ολίγο· |
| Ψ_790 | οὗτος δὲ προτέρης γενεῆς προτέρων τ᾽ ἀνθρώπων· ὠμογέροντα δέ μίν φασ᾽ ἔμμεναι· ἀργαλέον δὲ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.» Ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. τὸν δ᾽ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· | τούτος της άλλης γενεάς και χρόνων είναι αρχαίων, γέροντας αλλ᾽ αδάμαστος· και μόνος ο Πηλείδης μπορεί μ᾽ αυτόν να μετρηθεί στου δρόμου τον αγώνα». Ο λόγος του τον γρήγορον εδόξαζε Αχιλλέα. Και προς αυτόν απάντησεν και του ᾽πεν ο Πηλείδης: |
| Ψ_795 | «Ἀντίλοχ᾽, οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.» Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ᾽ ἐδέξατο χαίρων. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος θῆκ᾽ ἐς ἀγῶνα φέρων, κατὰ δ᾽ ἀσπίδα καὶ τρυφάλειαν, | «Τον έπαινόν μου ανώφελα δεν είπες, Νεστορίδη· δεύτερο μισό τάλαντο χρυσάφι θα σου δώσω». Και το ᾽βαλε στα χέρια του και αυτός φαιδρός το επήρε. Τότε ο Πηλείδης έθεσε μακρόσκιο κοντάρι κράνος και ασπίδ᾽ ακόμη αυτού, και τ᾽ άρματα ήσαν κείνα |
| Ψ_800 | τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω, ταμεσίχροα χαλκὸν ἑλόντε, ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. | που ᾽χε αφαιρέσει ο Πάτροκλος από τον Σαρπηδόνα. Ορθός εστάθη κι έλεγε στην μέσην των Αργείων: «Για τούτα δύο δυνατοί να έλθουν πολεμάρχοι με τ᾽ άρματα με κοφτερό κοντάρι στην παλάμην εμπρός μας την ανδρείαν τους εδώ να δείξουν όλην· |
| Ψ_805 | ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δ᾽ ἐνδίνων διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα, τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· τεύχεα δ᾽ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· | και όποιος του άλλου το καλό κορμί λογχίσει πρώτος ως εις τα σπλάχνα μέσα του και βγάλει μαύρον αίμα, το ξίφος το ασημόκομπο το θρακικό θα λάβει τούτο που επήρα λάφυρον εγώ του Αστεροπαίου· και αυτά θα πάρουν τ᾽ άρματα κοινά και οι δυο να τα ᾽χουν |
| Ψ_810 | καί σφιν δαῖτ᾽ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.» Ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δ᾽ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. οἱ δ᾽ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι, | και εις την σκηνήν θα βάλουμε σ᾽ αυτούς καλό τραπέζι». Ο μέγας εσηκώθη ευθύς ο Τελαμώνιος Αίας και ομού σηκώθη ο δυνατός Διομήδης του Τυδέως και αφού τα όπλα εζώσθηκαν ανάμερ᾽ απ᾽ τα πλήθη στην μέσην επροχώρησαν διψώντας για την μάχην, |
| Ψ_815 | δεινὸν δερκομένω· θάμβος δ᾽ ἔχε πάντας Ἀχαιούς. ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. ἔνθ᾽ Αἴας μὲν ἔπειτα κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην νύξ᾽, οὐδὲ χρό᾽ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ· | μ᾽ άγριο βλέμμα, και οι λαοί τούς βλέπαν ξιπασμένοι. Και όταν αντίκρυ εχύθηκαν ο ένας προς τον άλλον όρμησαν τρεις φορές και οι δυο και τρεις φορές εσμίξαν. Ο Αίας τον εκτύπησε στην στρογγυλήν ασπίδα· αλλά καλός ο θώρακας τον φύλαξε, κι εκείνος |
| Ψ_820 | Τυδεΐδης δ᾽ ἄρ᾽ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο αἰὲν ἐπ᾽ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. καὶ τότε δή ῥ᾽ Αἴαντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ᾽ ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως | επάνω απ᾽ την απέραντην ασπίδα επροσπαθούσε στον τράχηλον του Αίαντος την λόγχην του να σπρώξει· και τότε για τον Αίαντα τα πλήθη φοβισμένα να παύσουν είπαν και όμοια να πάρουν τα βραβεία. Αλλ᾽ ο Πηλείδης έδωκε το ξίφος στον Τυδείδην |
| Ψ_825 | σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. Αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον, ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλ᾽ ἤτοι τὸν πέφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δ᾽ ἄγετ᾽ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. | με το θηκάρι και καλό μ᾽ εκείνο κρεμαστάρι. Και δίσκον τότε ατόφιον επρόβαλε ο Πηλείδης που πρώτα ο μεγαλοδύναμος τον έριχν᾽ Ηετίων, αλλ᾽ εκείνον εφόνευσεν ο ισόθεος Πηλείδης κι επήρε στα καράβια του τον δίσκον μ᾽ όλα τ᾽ άλλα. |
| Ψ_830 | στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· «ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου | Ορθός εστήθη κι έλεγε στην μέσην των Αργείων: «Ελάτε, δοκιμάσετε και τούτον τον αγώνα· και εις μέρη έρμ᾽ ας ευρεθούν οι καρποφόροι αγροί του για πέντε χρόνια σίδερο θα παίρνει από τον δίσκον. Δεν θενά πα για σίδερο βοσκός ή βοδολάτης |
| Ψ_835 | ποιμὴν οὐδ᾽ ἀροτὴρ εἶσ᾽ ἐς πόλιν, ἀλλὰ παρέξει.» Ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δ᾽ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δ᾽ ἵσταντο, σόλον δ᾽ ἕλε δῖος Ἐπειός, | στην πόλιν, ότι θα ᾽χει αυτός να δίδει από δικό του». Είπε και αυτού σηκώθη ευθύς ο ανδρείος Πολυποίτης, και η δύναμις η αδάμαστη του θείου Λεοντέως, ο Αίας Τελαμώνιος και ο Επειός ο θείος. Και άμ᾽ αραδιάσθηκαν και οι τρεις φουκτώνοντας τον δίσκον |
| Ψ_840 | ἧκε δὲ δινήσας· γέλασαν δ᾽ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος αὖτ᾽ ἀφέηκε Λεοντεύς, ὄζος Ἄρηος· τὸ τρίτον αὖτ᾽ ἔρριψε μέγας Τελαμώνιος Αἴας, χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ἀλλ᾽ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, | τον εσφενδόνισ᾽ ο Επειός κι εγέλασαν τα πλήθη. Δεύτερος πάλιν ο Λεοντεύς, του Άρη το βλαστάρι, τρίτος ο Αίας έριξε με το βαρύ του χέρι και ο δίσκος όλα επέρασε των άλλων τα σημάδια. Αλλ᾽ όταν τον εφούκτωσεν ο ανδρείος Πολυποίτης, |
| Ψ_845 | ὅσσον τίς τ᾽ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἡ δέ θ᾽ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. ἀνστάντες δ᾽ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. | εις όσο μάκρος απολνά βουκόλος την αγκύλα κι εκείνη στριφογυριστά πετά μες στ᾽ αγελάδια, τόσο τους άλλους πέρασε· κι εβόησαν τα πλήθη και οι σύντροφοι εσηκώθηκαν του ανδρείου Πολυποίτη κι έφεραν το βραβείον του στα βαθουλά καράβια. |
| Ψ_850 | Αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, κὰδ δ᾽ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ᾽ ἡμιπέλεκκα, ἱστὸν δ᾽ ἔστησεν νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ᾽ ἀνώγει | Το σίδερο το μελαψό των τοξευτών βραβείον, αξίνες δέκα δίστομες, δέκα μονές προβάλλει, και αφού κατάρτι έστησε πέρα υψηλό στον άμμον σ᾽ εκείνο με λεπτήν κλωστήν προσδένει περιστέρι από το πόδι, και σ᾽ αυτό τους λέγει να τοξεύσουν. |
| Ψ_855 | τοξεύειν· «ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας οἶκόνδε φερέσθω· ὃς δέ κε μηρίνθοιο τύχῃ, ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὁ δ᾽ οἴσεται ἡμιπέλεκκα.» Ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα βίη Τεύκροιο ἄνακτος, | «Κείνος που το δειλόψυχο πετύχει περιστέρι όλες θα πάρει σπίτι του τες δίστομες αξίνες. Και όποιος πετύχει την κλωστήν, χωρίς το περιστέρι, θα πάρει εκείνος τες μονές, κατώτερος τοξότης». Είπε, κι ευθύς σηκώθηκαν ο Τεύκρος πολεμάρχης |
| Ψ_860 | ἂν δ᾽ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ᾽ ἰὸν ἧκεν ἐπικρατέως, οὐδ᾽ ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. | και ο Μηριόνης, οπαδός λαμπρός του Ιδομενέως. Εις ένα κράνος χάλκινο ετίναξαν τους κλήρους και ο Τεύκρος πρώτος έλαχε· κι έριξ᾽ ευθύς το βέλος σφοδρότατα, και του θεού δεν έταξε να δώσει από αρνιά πρωτότοκα εξαίσιαν εκατόμβην. |
| Ψ_865 | ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ᾽ Ἀπόλλων· αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ᾽ ὄρνις· ἀντικρὺ δ᾽ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἡ μὲν ἔπειτ᾽ ἤϊξε πρὸς οὐρανόν, ἡ δὲ παρείθη μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. | Και το πουλί δεν πέτυχεν, ότι αντιστάθη ο Φοίβος· κι επήρε μόνον την κλωστήν στο πόδι του δεμένην το βέλος και την έκοψε· κι ευθύς το περιστέρι πέταξε προς τον ουρανόν, και αυτού ξετεντωμένη προς την γην έκλινε η κλωστή και αλάλαξαν τα πλήθη. |
| Ψ_870 | σπερχόμενος δ᾽ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. αὐτίκα δ᾽ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δ᾽ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· | Το τόξον ευθύς άρπαξε του Τεύκρου ο Μηριόνης και βέλος από την αρχήν στο χέρι του κρατούσε. Κατόπι ευθύς ετάχθηκε του μακροβόλου Φοίβου από αρνιά πρωτότοκα εξαίσιαν εκατόμβην. Το περιστέρ᾽ είδε υψηλά στα σύννεφ᾽ από κάτω |
| Ψ_875 | τῇ ῥ᾽ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἡ ὄρνις ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο αὐχέν᾽ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. | να φέρνει γύρες ήσυχα, και κάτω απ᾽ την φτερούγα κατάστηθα το ετόξευσε κι εγύρισε το βέλος κι εμπρός του εμπήχθη μες στην γην· κι ευθύς η περιστέρα εις το κατάρτι εκάθισε με τα φτερά λυμένα, και τον λαιμόν εκρέμασε, κι επέταξε η ψυχή της |
| Ψ_880 | ὠκὺς δ᾽ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ κάππεσε· λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε. ἂν δ᾽ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, Τεῦκρος δ᾽ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. Αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, | από τα μέλη τα νεκρά και πέρα εκεί στον άμμον έπεσε χάμω και οι λαοί θωρούσαν κι εθαυμάζαν. Ο Μηριόνης πήρ᾽ ευθύς τες δίστομες αξίνες κι έφερε ο Τεύκρος τες μονές μέσα στα κοίλα πλοία. Πάλι ο Πηλείδης έθεσε μακρόσκιο κοντάρι |
| Ψ_885 | κὰδ δὲ λέβητ᾽ ἄπυρον, βοὸς ἄξιον, ἀνθεμόεντα θῆκ᾽ ἐς ἀγῶνα φέρων· καί ῥ᾽ ἥμονες ἄνδρες ἀνέσταν· ἂν μὲν ἄρ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἂν δ᾽ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | και λέβητα ολοπλούμιστον που άξιζ᾽ ένα βόδι. Ευθύς αυτού σηκώθηκαν ακοντισταί μεγάλοι, ο μέγας εσηκώθηκεν Ατρείδης Αγαμέμνων και ο Μηριόνης, οπαδός λαμπρός του Ιδομενέως. Και ο πτεροπόδης Αχιλλεύς ανάμεσόν τους είπε: |
| Ψ_890 | «Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων ἠδ᾽ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδ᾽ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.» | «Ατρείδη, το γνωρίζομεν πως είσαι απ᾽ όλους πρώτος, στην δύναμιν, στ᾽ ακόντισμα πόσο υπερβαίνεις όλους· τούτον λοιπόν στα πλοία σου τον λέβητα να πάρεις και το κοντάρι ας δώσομε του Μηριόνη, αν θέλεις ν᾽ αποδεχθείς τον λόγον μου». Το έστερξεν ο Ατρείδης· |
| Ψ_895 | Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ᾽ ἥρως Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. | τότε ο Πηλείδης έδωκε το χάλκινο κοντάρι του Μηριόνη, κι εν ταυτώ παρέδιδεν ο Ατρείδης του Ταλθυβίου κήρυκος το υπέρλαμπρον βραβείον. |
Τα σχόλια είναι κλειστά.