diaforos

Just another WordPress site

Ιλιάδα Ζ – Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer Iliad f
        greek-language.gr _ Homer – Iliad and Odyssey



Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα,
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

5 Αἴας δὲ πρῶτος Τελαμώνιος, ἕρκος Ἀχαιῶν,
Τρώων ῥῆξε φάλαγγα, φόως δ᾽ ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο,
υἱὸν Ἐϋσσώρου, Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

10 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
ἀφνειὸς βιότοιο, φίλος δ᾽ ἦν ἀνθρώποισι·

15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσας, ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα,
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ᾽ ἵππων
ἔσκεν ὑφηνίοχος· τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.

20 Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·

25 ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
ἡ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·

30 Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.
Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας

35 Πήδασον αἰπεινήν. Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως
φεύγοντ᾽· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ᾽· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο,
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμα

40 ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος, ἔχων δολιχόσκιον ἔγχος.

45 Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
«ζώγρει, Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα·
πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα,

50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.»
Ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ᾽ Ἀγαμέμνων
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·

55 «ὦ πέπον, ὦ Μενέλαε, τίη δὲ σὺ κήδεαι οὕτως
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅν τινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες

60 Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.»
Ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,
αἴσιμα παρειπών· ὁ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ
ἥρω᾽ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
οὖτα κατὰ λαπάρην· ὁ δ᾽ ἀνετράπετ᾽, Ἀτρεΐδης δὲ

65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
«ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
μιμνέτω, ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

70 ἀλλ᾽ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.»
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

75 εἰ μὴ ἄρ᾽ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
Πριαμίδης Ἕλενος, οἰωνοπόλων ὄχ᾽ ἄριστος·
«Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ᾽ ἄριστοι
πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

80 στῆτ᾽ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 80
πάντῃ ἐποιχόμενοι, πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες,

85 καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
Ἕκτορ, ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ᾽ ἔπειτα
μητέρι σῇ καὶ ἐμῇ· ἡ δὲ ξυνάγουσα γεραιὰς
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ,
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο,

90 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ

95 ἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς,
ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ ἐδείδιμεν, ὄρχαμον ἀνδρῶν,

100 ὅν πέρ φασι θεᾶς ἐξ ἔμμεναι· ἀλλ᾽ ὅδε λίην
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.»
Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ,

105 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ᾽ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
φὰν δέ τιν᾽ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.

110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
«Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ ἐπίκουροι,
ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὄφρ᾽ ἂν ἐγὼ βήω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι

115 δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ᾽ ἑκατόμβας.
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν,
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς

120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
«τίς δὲ σύ ἐσσι, φέριστε, καταθνητῶν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

125 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
σῷ θάρσει, ὅ τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός, κρατερὸς Λυκόοργος,
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον· αἱ δ᾽ ἅμα πᾶσαι
θύσθλα χαμαὶ κατέχευαν, ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου

135 θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
δύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

140 ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἆσσον ἴθ᾽, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.»
Τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·

145 «Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλη
τηλεθόωσα φύει, ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δ᾽ ἀπολήγει.

150 εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν,
Σίσυφος Αἰολίδης· ὁ δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,

155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο, δῖ᾽ Ἄντεια,
κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
πεῖθ᾽ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην.
ἡ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
“τεθναίης, ὦ Προῖτ᾽, ἢ κάκτανε Βελλεροφόντην,

165 ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.”
ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
κτεῖναι μέν ῥ᾽ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
πέμπε δέ μιν Λυκίηνδε, πόρεν δ᾽ ὅ γε σήματα λυγρὰ
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

170 δεῖξαι δ᾽ ἠνώγειν ᾧ πενθερῷ, ὄφρ᾽ ἀπόλοιτο.
αὐτὰρ ὁ βῆ Λυκίηνδε θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ.
ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

175 ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι,
ὅττι ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

180 πεφνέμεν· ἡ δ᾽ ἄρ᾽ ἔην θεῖον γένος, οὐδ᾽ ἀνθρώπων,
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας·
δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·

185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
τῷ δ᾽ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
εἷσε λόχον· τοὶ δ᾽ οὔ τι πάλιν οἶκόνδε νέοντο·

190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα,
αὐτοῦ μιν κατέρυκε, δίδου δ᾽ ὅ γε θυγατέρα ἥν,
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων,

195 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
ἡ δ᾽ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ,
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
ἡ δ᾽ ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

200 ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο,
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·

205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
Ἱππόλοχος δέ μ᾽ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
πέμπε δέ μ᾽ ἐς Τροίην, καί μοι μάλα πόλλ᾽ ἐπέτελλεν,
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ᾽ ἄριστοι

210 ἔν τ᾽ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.»
Ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·

215 «ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
ξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας·
οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον,
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι.
Τυδέα δ᾽ οὐ μέμνημαι, ἐπεί μ᾽ ἔτι τυτθὸν ἐόντα
κάλλιφ᾽, ὅτ᾽ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
τῶ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

225 εἰμί, σὺ δ᾽ ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι.
ἔγχεα δ᾽ ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου·
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ ἐπίκουροι,
κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
πολλοὶ δ᾽ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

230 τεύχεα δ᾽ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι.»
Ὣς ἄρα φωνήσαντε, καθ᾽ ἵππων ἀΐξαντε,
χεῖράς τ᾽ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
ἔνθ᾽ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,

235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε᾽ ἄμειβε
χρύσεα χαλκείων, ἑκατόμβοι᾽ ἐννεαβοίων.
Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε

240 καὶ πόσιας· ὁ δ᾽ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
πάσας ἑξείης· πολλῇσι δὲ κήδε᾽ ἐφῆπτο.
Ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανε,
ξεστῇς αἰθούσῃσι τετυγμένον —αὐτὰρ ἐν αὐτῷ
πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο,

245 πλησίον ἀλλήλων δεδμημένοι· ἔνθα δὲ παῖδες
κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι·
κουράων δ᾽ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,
πλησίον ἀλλήλων δεδμημένοι· ἔνθα δὲ γαμβροὶ

250 κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίῃς ἀλόχοισιν.
ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην·
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«τέκνον, τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;

255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
μαρνάμενοι περὶ ἄστυ· σὲ δ᾽ ἐνθάδε θυμὸς ἀνῆκεν
ἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
ἀλλὰ μέν᾽, ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω,
ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

260 πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
«μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ,

265 μή μ᾽ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

270 ἔρχεο σὺν θυέεσσιν, ἀολλίσσασα γεραιάς·
πέπλον δ᾽, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

275 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ
ἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς,
ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

280 ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι, ὄφρα καλέσσω,
αἴ κ᾽ ἐθέλῃσ᾽ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω,

285 φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.»
Ὣς ἔφαθ᾽, ἡ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι
κέκλετο· ταὶ δ᾽ ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
αὐτὴ δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν

290 Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
ἤγαγε Σιδονίηθεν, ἐπιπλὼς εὐρέα πόντον,
τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
τῶν ἕν᾽ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

295 ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βῆ δ᾽ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
Αἱ δ᾽ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος,
Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·

300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
αἱ δ᾽ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
ἡ δ᾽ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
εὐχομένη δ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·

305 «πότνι᾽ Ἀθηναίη, ῥυσίπτολι, δῖα θεάων,
ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
ὄφρα τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσῃς

310 ἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.»
Ὣς ἔφατ᾽ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
ὣς αἱ μέν ῥ᾽ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκει
καλά, τά ῥ᾽ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι

315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος, ἐν πόλει ἄκρῃ.
ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ᾽ ἄρα χειρὶ
ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

320 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
τὸν δ᾽ εὗρ᾽ ἐν θαλάμῳ περικαλλέα τεύχε᾽ ἕποντα,
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα·
Ἀργείη δ᾽ Ἑλένη μετ᾽ ἄρα δμῳῇσι γυναιξὶν
ἧστο, καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.

325 τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
«δαιμόνι᾽, οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ.
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
μαρνάμενοι· σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τε
ἄστυ τόδ᾽ ἀμφιδέδηε· σὺ δ᾽ ἂν μαχέσαιο καὶ ἄλλῳ,

330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
ἀλλ᾽ ἄνα, μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.»
Τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
«Ἕκτορ, ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν,
τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
ἥμην ἐν θαλάμῳ, ἔθελον δ᾽ ἄχεϊ προτραπέσθαι.
νῦν δέ με παρειποῦσ᾽ ἄλοχος μαλακοῖς ἐπέεσσιν
ὅρμησ᾽ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
λώϊον ἔσσεσθαι· νίκη δ᾽ ἐπαμείβεται ἄνδρας.

340 ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
ἢ ἴθ᾽, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ᾽ ὀΐω.»
Ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
τὸν δ᾽ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
«δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

345 ὥς μ᾽ ὄφελ᾽ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθα με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὧδε θεοὶ κακὰ τεκμήραντο,

350 ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.
τούτῳ δ᾽ οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσω
ἔσσονται· τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ᾽ ἐπὶ δίφρῳ,

355 δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·

360 «μή με κάθιζ᾽, Ἑλένη, φιλέουσά περ· οὐδέ με πείσεις·
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ᾽ ἐπαμύνω
Τρώεσσ᾽, οἳ μέγ᾽ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύ γ᾽ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
ὥς κεν ἔμ᾽ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.

365 καὶ γὰρ ἐγὼν οἶκόνδε ἐλεύσομαι, ὄφρα ἴδωμαι
οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
οὐ γὰρ οἶδ᾽ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
ἦ ἤδη μ᾽ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.»
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·

370 αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
οὐδ᾽ εὗρ᾽ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ᾽ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ᾽ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,

375 ἔστη ἐπ᾽ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
«εἰ δ᾽ ἄγε μοι, δμῳαί, νημερτέα μυθήσασθε·
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων,
ἦ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι

380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;»
Τὸν δ᾽ αὖτ᾽ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
«Ἕκτορ, ἐπεὶ μάλ᾽ ἄνωγας ἀληθέα μυθήσασθαι,
οὔτε πῃ ἐς γαλόων οὔτ᾽ εἰνατέρων ἐϋπέπλων
οὔτ᾽ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι

385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
ἀλλ᾽ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ᾽ ἄκουσε
τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
ἡ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει,
μαινομένῃ ἐϊκυῖα· φέρει δ᾽ ἅμα παῖδα τιθήνη.»

390 Ἦ ῥα γυνὴ ταμίη, ὁ δ᾽ ἀπέσσυτο δώματος Ἕκτωρ
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίονδε,
ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα

395 Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
Θήβῃ Ὑποπλακίῃ, Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων·
τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῇ.
ἥ οἱ ἔπειτ᾽ ἤντησ᾽, ἅμα δ᾽ ἀμφίπολος κίεν αὐτῇ

400 παῖδ᾽ ἐπὶ κόλπῳ ἔχουσ᾽ ἀταλάφρονα, νήπιον αὔτως,
Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ,
τόν ῥ᾽ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
Ἀστυάνακτ᾽· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ἤτοι ὁ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·

405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, οὐδ᾽ ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον, ἣ τάχα χήρη
σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ

410 πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ᾽ ἄλλη
ἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς,
ἀλλ᾽ ἄχε᾽· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,

415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν,
Θήβην ὑψίπυλον· κατὰ δ᾽ ἔκτανεν Ἠετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν

420 νύμφαι ὀρεστιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,
οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
βουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.

425 μητέρα δ᾽, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα,
πατρὸς δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.
Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ

430 ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργῳ,
μὴ παῖδ᾽ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.

435 τρὶς γὰρ τῇ γ᾽ ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοι
ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.»

440 Τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
«ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι· ἀλλὰ μάλ᾽ αἰνῶς
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς

445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι,
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

450 ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων

455 δακρυόεσσαν ἄγηται, ἐλεύθερον ἦμαρ ἀπούρας·
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
πόλλ᾽ ἀεκαζομένη, κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη·
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·

460 “Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι
Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφεμάχοντο.”
ὥς ποτέ τις ἐρέει· σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι,

465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.»
Ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
ἂψ δ᾽ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,

470 δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
ἐκ δὲ γέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσίν,

475 εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι·
«Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ᾽ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ᾽ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
καί ποτέ τις εἴποι “πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων”

480 ἐκ πολέμου ἀνιόντα· φέροι δ᾽ ἔναρα βροτόεντα
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.»
Ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ᾽ ἑόν· ἡ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
δακρυόεν γελάσασα· πόσις δ᾽ ἐλέησε νοήσας,

485 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

490 ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.»
Ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ

495 ἵππουριν· ἄλοχος δὲ φίλη οἶκόνδε βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.

500 αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι, προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
ἀλλ᾽ ὅ γ᾽, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα, ποικίλα χαλκῷ,

505 σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ, ποσὶ κραιπνοῖσι πεποιθώς.
ὡς δ᾽ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ,
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων,
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο,
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

510 ὤμοις ἀΐσσονται· ὁ δ᾽ ἀγλαΐηφι πεποιθώς,
ῥίμφα ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ᾽ ἔπειτα

515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεόν, εὖτ᾽ ἄρ᾽ ἔμελλε
στρέψεσθ᾽ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
«ἠθεῖ᾽, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων, οὐδ᾽ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες;»

520 Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
«δαιμόνι᾽, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη,
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ᾽ ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω

525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
ἀλλ᾽ ἴομεν· τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, αἴ κέ ποθι Ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.»


Ιλιάδα – E
Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία.

Των Τρώων και των Αχαιών ο αγώνας εμονώθη·
και απ᾽ τα δυο μέρη ως έριχναν τα χαλκοφόρ᾽ ακόντια,
πολύν καιρόν κυμάτισεν η μάχη στην πεδιάδα,
που κλείουν με τες όχθες των ο Ξάνθος και ο Σιμόεις.

5  Πρώτος, το μέγα στήριγμα των Αχαιών, ο Αίας
έσπασε Τρώων φάλαγγα και οι σύντροφοι αναπνεύσαν,
που εκτύπησ᾽ έναν των Θρακών εξαίσιον πολεμάρχον,
τον υψηλόν Ακάμαντα, λαμπρόν υιόν του Ευσσώρου.
Στον κώνον τον εκτύπησε της περικεφαλαίας

10  κι εμπήχθη μες στο μέτωπο κι επέρασεν η λόγχη
το κόκαλο· κι εσκέπασε τους οφθαλμούς του σκότος.
Τον Τευθρανίδην Άξυλον ο ανδρείος Διομήδης
φονεύει, που στην εύμορφην Αρίσβην κατοικούσε,
πάμπλουτος, κοσμαγάπητος, διότι ως είχε επάνω

15  στον δρόμον την οικίαν του, φιλοξενούσεν όλους.
Αλλ᾽ απ᾽ αυτούς τότε κανείς δεν πρόβαλε το στήθος
δια να τον σώσει, αλλά και αυτόν και τον ακόλουθόν του
Καλήσιον, που στο πλάγι του τους ίππους κυβερνούσε,
έστειλε κάτω από την γην η λόγχη του Τυδείδη.

20  Αφού τον Δρήσον γύμνωσε και αντάμα τον Οφέλτιν
ο Ευρύαλος, στον Αίσηπον και Πήδασον εχύθη,
που ᾽χε γεννήσ᾽ η Ναϊάς, η νύμφη Αβαρβαρέη,
του αψόγου Βουκολίωνος, που τέκνον ήταν πρώτο
του θείου Λαομέδοντος από κρυφήν μητέρα·

25  ως έβοσκε τα πρόβατα κοιμήθη με την νύμφη
και δύο τέκνα δίδυμα του γέννησεν εκείνη·
αυτών των δύο νέκρωσε τ᾽ ανδρειωμένα μέλη
ο Μηκιστηάδης κι έπειτα και τ᾽ άρματα τους πήρε.
Φονεύει τον Αστύαλον ο ανδρείος Πολυποίτης

30  και τον Περκώσιον λόγχισε Πιδύτην ο Οδυσσέας·
τον θείον Αρετάονα ο Τεύκρος· και μ᾽ ακόντι
τον Άβληρον ο Αντίλοχος επήρε Νεστορίδης·
η ορμή του Αγαμέμνονος τον Έλατον, ανδρείον
απ᾽ την υψηλήν Πήδασον, που βρέχει ο Σατνιόεις.

35  Τον Φύλανον που έφευγεν ο Λήιτος φονεύει
και τον Μελάνθιον έριξεν η λόγχη του Ευρυπύλου·
και ζωντανόν τον Άδραστον η ανδρειά του Μενελάου
έπιασεν· ότι τ᾽ άλογα στον κάμπο ξαφνισμένα
σ᾽ ένα μυρίκι εσκόνταψαν κι εσπάσαν το τιμόνι

40  της άμαξας στην άκρη του, κι ετρέχαν προς την πόλιν,
εκεί που πλήθος άλλο ανδρών εφεύγαν τρομασμένοι·
εκείνος στον τροχόν σιμά ροβόλησε απ᾽ τον θρόνον
επίστομα στα χώματα, και αυτού κοντά του εστήθη
ο Ατρείδης ο Μενέλαος με το μακρύ κοντάρι.

45  Τον έπιασε απ᾽ τα γόνατα και ικέτευσεν εκείνος:
«Πάρε με, Ατρείδη, ζωντανόν και λάβε αντάξια λύτρα·
απείρους έχει θησαυρούς ο πλούσιος μου πατέρας·
έχει χρυσάφι, χάλκωμα και σίδερο εργασμένο,
κι απ᾽ όλα πλουσιοπάροχα θα σου προσφέρει δώρα,

50  αν μάθει που ᾽μαι ζωντανός στων Αχαιών τα πλοία».
Είπε· και του επράυνε στα στήθη την καρδίαν·
και θα τον επαράδιδεν εις τον ακόλουθόν του
στα πλοία να τον πάρει ευθύς, αλλ᾽ έτρεξε ο αδελφός του
σιμά του και του φώναξε: «Μενέλαε, καλέ μου,

55  τι κάμνεις; Την ζωήν τους συ λυπείσαι; Ναι τωόντι
οι Τρώες εις το σπίτι σου πολύ καλό σού κάμαν·
κανείς από τον όλεθρον, στα χέρια μας αν πέσει,
να μη σωθεί ποτέ· μηδέ τ᾽ αγόρι, που ᾽ναι ακόμη
μέσα στα σπλάχνα της μητρός, να μη σωθεί και όλοι

60  άταφοι και άφαντοι ας χαθούν οι κάτοικοι της Τροίας».
Οι ορθοί του λόγοι εγύρισαν την γνώμην του αδελφού του,
και με το χέρι εμάκρυνε τον Άδραστον· και ο πρώτος
Ατρείδης τον επλήγωσε στο βάθος της λαπάρας·
και ως έπεσε τ᾽ ανάσκελα, τον πάτησεν ο Ατρείδης

65  στο στήθος κι έξω ανέσπασε το φράξινο κοντάρι.
Και ο Νέστωρ μεγαλόφωνα προς τους Αργείους είπε:
«Ήρωες, φίλοι Δαναοί, θεράποντες του Άρη,
τώρα δια λάφυρα κανείς οπίσω ας μη ξεμείνει,
δια να γυρίσει με πολλά στα γρήγορα καράβια,

70  αλλ᾽ άνδρες ας φονεύομε· κατόπι με ησυχίαν
τα λείψανα θα γδύσετε στρωμένα στην πεδιάδα».
Είπε και εις όλους άναψε το θάρρος της ανδρείας.
Και τότε απ᾽ την σφοδρήν ορμήν των Αχαιών οι Τρώες
στην Ίλιον πάλε ανέβαιναν ανάνδρως συντριμμένοι,

75  αν ο Πριαμίδης Έλενος, καλός ορνεοσκόπος,
δεν έρχονταν στον Έκτορα να ειπεί και στον Αινείαν:
«Αφού σ᾽ όλους ανάμεσα τους Τρώας και Λυκίους,
Αινεία κι Έκτωρ, εις εσάς ο αγώνας κρέμετ᾽ όλος,
ότ᾽ είσθε και στον πόλεμον κι εις πάσαν σκέψιν πρώτοι,

80  σταθείτε αυτού και τον λαόν κρατείτε πανταχόθεν
εμπρός στες πύλες και προτού κυνηγημένοι πέσουν
στων γυναικών τες αγκαλιές και όλοι χαρούν οι εχθροί μας.
Και αφού τες φάλαγγες εσείς παρακινήσετ᾽ όλες,
εμείς εδώ θα μείνομε την μάχην να κρατούμε,

85  αν και μ᾽ αγώνα φοβερόν, ότι το θέλ᾽ η ανάγκη.
Και συ στην πόλιν ν᾽ ανεβείς και λέγε της μητρός μας
επάνω εις την ακρόπολιν αυτή να συναθροίσει
τες σεβαστές γερόντισσες και τον ναόν τον θείον
της γλαυκομάτας Αθηνάς με το κλειδί ν᾽ ανοίξει,

90  και απ᾽ όσους πέπλους διαλεκτούς στο δώμα της φυλάγει
τον μέγαν, τον λαμπρότερον, τον ακριβότερόν της
στης καλοπλέξουδης θεάς τα γόνατα να θέσει,
και δώδεκα να υποσχεθεί χρονιάρικες μοσχάρες
θυσίαν, ίσως η θεά να ελεηθεί θελήσει

95  την πόλιν, τες γυναίκες μας και τα μικρά παιδιά μας,
και απ᾽ την αγίαν Ίλιον μακρύνει τον Τυδείδην,
τον άγριον πολεμιστήν, δεινόν φυγής εργάτην,
που εδείχθηκε των Αχαιών ο πρώτος στην ανδρείαν.
Τόσο δεν μας ετρόμαζεν ο μέγας Αχιλλέας,

100  αν κι εγεννήθη από θεάν, ως λέγουν, αλλά τούτου
η μάνητα είναι ακράτητη και αντίσταση δεν έχει».
Είπε· και ο Έκτωρ έστρεξε στους λόγους του αδελφού του·
και από τ᾽ αμάξι εβρόντησε στην γην με τ᾽ άρματά του.
Δυο λόγχες σείε και παντού στο στράτευμα γυρίζει,

105  στην μάχην σπρώχνει και δεινήν πολέμου ανάφτει φλόγα.
Τινάχθηκαν κι αντίκρισαν τους Αχαιούς εκείνοι
και τούτοι οπισθοπόδησαν κι επαύσαν απ᾽ τους φόνους
κι είπαν πως απ᾽ τον κάταστρον αιθέρα προς τους Τρώας
βοηθός κατέβη ένας θεός· τόσην ορμήν εδείξαν·

110  και ο Έκτωρ τότ᾽ εφώναξε παντού να τον ακούσουν:
«Γενναίοι Τρώες και βοηθοί μακρόθεν καλεσμένοι,
άνδρες φανείτε μ᾽ όλην σας την δύναμιν, ω φίλοι,
όσο στην Ίλιον ν᾽ ανεβώ να ειπώ των γυναικών μας
και των γερόντων βουλευτών ευχές των αθανάτων

115  να κάμουν κι εξιλέωμα να τάξουν εκατόμβες».
Είπε· κι ευθύς εκίνησεν ο λοφοσείστης Έκτωρ·
τες πτέρνες και τον τράχηλον το μαύρο δέρμα εκτύπα,
και γύρω την ομφαλωτήν εκύκλωνεν ασπίδα.
Και του Τυδέως ο υιός και ο Γλαύκος του Ιππολόχου

120  των δύο στρατών ανάμεσα να κτυπηθούν ορμήσαν
και οπόταν επροχώρησαν κι εβρέθηκαν αντίκρυ,
στον άλλον πρώτος έλεγεν ο ανδρείος Διομήδης:
«Απ᾽ όσους έχ᾽ η γη θνητούς, ω θαυμαστέ, ποιος είσαι;
Στην μάχην, δόξαν των ανδρών, ποτέ δεν σ᾽ είδ᾽ ακόμη·

125  και τώρα με την τόλμην σου κάθ᾽ άλλον υπερβαίνεις,
αφού συ στο μακρόσκιον κοντάρι μου αντιστέκεις·
τέκνα γονέων δυστυχών την ρώμην μου αντικρίζουν.
Αλλ᾽ αν αθάνατος θεός κατέβης ουρανόθεν,
μάθε ότι εγώ δεν μάχομαι με τους επουρανίους.

130  Και ο τρομερός Λυκόοργος, του Δρύαντος ο γόνος
εφιλονείκα με θεούς, αλλ᾽ έζησεν ολίγο,
που έναν καιρό του μανικού Διονύσου τες βυζάστρες
σκόρπισε στα πανάγια βουνά του Νυσηίου·
με βούκεντρ᾽ ο Λυκόοργος τες έπληττε ο φονέας,

135  ώστε τους κλάδους έριξαν, και ο Διόνυσος στα βάθη
της θάλασσας εβύθισε, και η Θέτις στην αγκάλην
τον δέχθηκε που ετρόμαζεν ακόμη απ᾽ την βοήν του.
Αυτόν οι μάκαρες θεοί κατόπιν οργισθήκαν
και ο Δίας τον ετύφλωσε· και ολίγες είδε ημέρες,

140  αφού στο μίσος έπεσε των αθανάτων όλων·
ούδ᾽ εγώ θέλω πόλεμον με τους επουρανίους.
Και αν θνητός είσαι και καρποί της γης και σένα τρέφουν,
πλησίασε, ταχύτερα να ιδείς τον όλεθρόν σου».
Σ᾽ αυτόν απάντησε ο λαμπρός του Ιππολόχου γόνος·

145  «Την γενεάν μου τι ερωτάς, ατρόμητε Τυδείδη;
Και των θνητών η γενεά των φύλλων ομοιάζει·
των φύλλων άλλα ο άνεμος χαμαί σκορπά και άλλα
φυτρώνουν, ως η άνοιξη τα δένδρ᾽ αναχλωραίνει·
και των θνητών μια γενεά φυτρώνει και άλλη παύει.

150  Και μάθε, αφού το επιθυμείς, καλά να την γνωρίσεις
την ιδικήν μας γενεάν, αφού πολλοί την ξέρουν·
υπάρχει πόλις Έφυρα μες στο ιπποτρόφον Άργος
κι είχε τον δολιότερον απ᾽ όλους τους ανθρώπους,
τον Αιολίδην Σίσυφον, που εγέννησε τον Γλαύκον,

155  και ο Γλαύκος τον ασύγκριτον λαμπρόν Βελλερεφόντην·
κάλλος του δώσαν οι θεοί, χάριν ομού και ανδρείαν,
αλλά κρυφίως όλεθρον ο Προίτος τού εσοφίσθη.
Απ᾽ τ᾽ Άργος τον εξόρισεν, ως ήτο ανώτερός του,
ότ᾽ είχ᾽ επάνω στον λαόν το σκήπτρο από τον Δία.

160  Από τον πόθον άναψε κρυφά μ᾽ αυτόν να σμίξει
η δέσποινα Άντεια, γυνή του Προίτου· αλλά σ᾽ εκείνην
δεν έστεργε ο καλόγνωμος χρηστός Βελλερεφόντης
κι η Άντεια ψευδολόγησε του Προίτου: «Ν᾽ αποθάνεις»,
του είπε, «ω Προίτε, ή φόνευσε συ τον Βελλερεφόντην,

165  που θέλ᾽ εμέν᾽ αθέλητην εκείνος να φιλήσει.»
Και ο βασιλέας χόλωσε, πλην να φονεύσει ξένον
εντράπη και τον έστειλε να υπάγει στην Λυκίαν·
και μέσα εις κλειστόν πίνακα του έδωκε σημεία,
που χάραξε κακόβουλα με νόημα θανάτου,

170  του πενθερού του να δειχθούν δια να τον αφανίσει·
και με το άγιο των θεών προβόδισμα κινούσε
προς την Λυκίαν κι έφθασεν εκεί που ο Ξάνθος ρέει·
και ο βασιλέας πρόθυμα τον τίμησε κι εννέα
ημέρες τον εξένισε κι έσφαξ᾽ εννέα μόσχους.

175  Αλλ᾽ ως η αυγή στον ουρανόν ερόδισε η δεκάτη
εκείνος τον εξέτασε κι εζήτα να γνωρίσει
ό,τι σημάδι του ᾽φερεν απ᾽ τον γαμβρόν του Προίτον.
Και ως έλαβε τ᾽ ολέθριο σημάδι του γαμβρού του,
πρώτον την φρικτήν Χίμαιραν τον στέλνει να φονεύσει·

180  και αυτή γένος ανθρώπινο δεν ήταν, αλλά θείον,
δράκος οπίσω, λέοντας εμπρός, στην μέσην αίγα,
κι ήσαν τα σπλάχνα της φωτιά και φλόγες η πνοή της.
Την φόνευσ᾽ όμως, θαρρετός στα θεϊκά σημεία·
δεύτερον, επολέμησε τους δοξαστούς Σολύμους,

185  κι εις μάχην τόσον τρομερήν δεν είχεν έμπει ακόμη·
τρίτον τες ανδρικότατες εφόνευσε Αμαζόνες.
Και ως γύριζεν, επιβουλήν του πλέκει εκείνος άλλην·
καρτέρι σταίνει διαλεκτών ανδρών απ᾽ την Λυκίαν,
αλλ᾽ απ΄ αυτούς δεν γύρισε κανείς εις την πατρίδα·

190  τους έστρωσ᾽ όλους του λαμπρού Βελλερεφόντ᾽ η λόγχη.
Και όταν καλώς ενόησε πως ήταν θεού γόνος,
τον κράτησε στο σπίτι του, τον έκαμε γαμβρόν του
και την βασιλικήν τιμήν εμοίρασε μαζί του·
και οι Λύκιοι του χώρισαν εξαίσιο περιβόλι

195  να το ᾽χει κήπον εύμορφον και κάρπιμο χωράφι.
Τρία παιδιά γεννήθηκαν από την νυμφευτήν του·
ο Ίσανδρος, ο Ιππόλοχος, κι η Λαοδάμεια, κόρη
οπού σιμά της πλάγιασεν ο πάνσοφος Κρονίδης,
κι έλαβ᾽ υιόν τον μαχητήν ισόθεον Σαρπηδόνα.

200  Αλλ᾽ όταν όλ᾽ οι αθάνατοι κι εκείνον εμισήσαν,
να φύγει ανθρώπου πάτημα παράδερνε στο Αλήιον
πεδίον μόνος κι έτρωγε τα έρμα σωθικά του.
Τον Ίσανδρον μαχόμενον με τους λαμπρούς Σολύμους
ο Άρης τού εθανάτωσε· στην κόρην του εχολώθη

205  η χρυσοχάλινη Άρτεμις και την ζωήν τής πήρε·
ο Ιππόλοχος εγέννησεν εμέ, κι αυτός στην Τροίαν
μ᾽ έστειλε και πολύ θερμά μου έχει παραγγείλει
πάντοτε μέγας να φανώ και των ανδρείων πρώτος,
και ως πρέπει των πατέρων μας το γένος να τιμήσω,

210  που έλαμψαν και στην Έφυραν και στην πλατιάν Λυκίαν.
Την γενεάν, το αίμ᾽ αυτό, καυχώμαι εγώ πως έχω».
Στα λόγια τούτα εχάρηκεν ο ανδρείος Διομήδης,
κι εστύλωσε την λόγχην του στην γην την πολυθρέπτραν,
και εις τον ποιμένα των λαών γλυκομιλούσε κι είπε:

215  «Μάθε ότι ξένος παλαιός μού είσαι πατρικός μου·
ότι άλλοτε τον άψεγον λαμπρόν Βελλερεφόντην
ο Οινεύς εφιλοξένησεν είκοσ᾽ ημέρες όλες·
και λαμπρά δώρα εχάρισεν ο ένας προς τον άλλον,
ο Οινεύς ζωστήρα πορφυρόν και ο πάππος σου ποτήρι

220  δίκουπο του ᾽δωκε χρυσό που, εκείθεν όταν ήλθα,
στα δώματά του εσώζονταν· αλλ᾽ όμως τον Τυδέα
δεν τον θυμούμαι, ότι μικρόν στο σπίτι μ᾽ έχει αφήσει,
όταν στες Θήβες ο λαός εχάθη των Αργείων.
Όθεν στο Άργος μέσα εγώ φίλος σού είμαι ξένος

225  και συ σ᾽ εμένα, στον λαόν αν έλθω των Λυκίων.
Και ας μη σμιχθούν οι λόγχες μας ούδ᾽ όπου η μάχη βράζει·
πολλοί ᾽ναι Τρώες κι ένδοξοι βοηθοί, δια να φονεύω
όποιον θεός μου φέρει εμπρός κι οι πόδες μου προφθάσουν·
και Αχαιοί πάλι, αν δυνηθείς, δεν λείπουν να φονεύσεις·

230  και τ᾽ άρματα ας αλλάξομεν, όπως και τούτοι μάθουν
που ᾽μαστε ξένοι πατρικοί κι είναι τιμή δική μας».
Είπαν· και από τ᾽ αμάξι των επήδησαν και οι δύο,
τα χέρια πιάσαν κι έδωκαν βεβαίωσιν φιλίας.
Του Γλαύκου τότε αφαίρεσε τες φρένες ο Κρονίδης·

235  έλαβε χάλκιν᾽ άρματα που εννέα βόδι᾽ αξίζαν
κι έδωκεν άρματα χρυσά που αξίζαν ενενήντα.
Στες Σκαιές πύλες έφθασεν ο Έκτωρ και στο φράξον,
κι οι κόρες τον τριγύρισαν των Τρώων κι οι μητέρες
να μάθουν δια τα τέκνα των, τους αδελφούς, τους άνδρες

240  και συγγενείς· και δέησες προς τους θεούς να κάμουν
εις όλες είπε· αλλ᾽ έμελλαν πολλές ν᾽ αναστενάξουν.
Και ως έφθασε στο μέγαρο τ᾽ ωραίο του Πριάμου,
με σκαλισμένες αίθουσες κτισμένο, κι ήσαν μέσα
θάλαμοι καλοσκάλιστοι μαρμάρινοι πενήντα,

245  όλοι κτισμένοι σύνεγγυς· και αυτού μέσα εκοιμόνταν
με τες μνηστές γυναίκες των οι παίδες του Πριάμου·
και απ᾽ τ᾽ άλλο μέρος στην αυλήν, αντίκρυς, εις τ᾽ ανώγι,
θάλαμοι καλοσκάλιστοι μαρμάρινοι εκτισθήκαν
δώδεκα σύνεγγυς και αυτοί· και αυτού πάλι εκοιμόνταν

250  με τες σεβάσμιες κόρες του οι αγαπητοί γαμβροί του,
κει τον απάντησ᾽ η αγαθή μητέρα οπού περνούσε
στην Λαοδίκην κόρην της στο κάλλος εξαισίαν·
το χέρι του ᾽πιασε σφικτά, προσφώνησέ τον κι είπε:
«Τέκνον, πώς ήλθες κι άφησες τον άγριον αγώνα;

255  Οι επικατάρατοι Αχαιοί στενά μας περιορίζουν
κάτω απ᾽ τα τείχη· κι έρχεσαι, καθώς σου ᾽πε η καρδιά σου,
τα χέρια απ᾽ την ακρόπολιν να υψώσεις προς τον Δία.
Αλλ᾽ εδώ μείνε, όσο γλυκό κρασί να σου προσφέρω,
και να σπονδίσεις του Διός και όλων των αθανάτων,

260  και συ να λάβεις άνεσιν, αν το γευθείς ολίγο·
ενδυναμώνει το κρασί τον κατακουρασμένον,
ως είσαι συ, μαχόμενος να σώσεις τους δικούς σου».
Και ο μέγας της απάντησεν ο λοφοσείστης Έκτωρ:
«Μη μου προσφέρεις το γλυκό κρασί, σεπτή μητέρα,

265  και απολυθούν τα μέλη μου και χάσω την ανδρειά μου·
άνιφτος το γλυκό κρασί δεν χύνω εγώ στον Δία·
δεν γίνεται με αίματα και χώμα μολυσμένοι
να κάμομεν στον βροντητήν Κρονίδην τες ευχές μας.
Αλλά συ τες γερόντισσες πάρε σιμά σου και άμε

270  εις τον ναόν της Αθηνάς με αρώματα μαζί σου·
και απ᾽ όσους πέπλους διαλεκτούς στο δώμα σου φυλάγεις
τον μέγαν, τον λαμπρότερον, τον ακριβότερόν σου
στης καλοπλέξουδης θεάς τα γόνατα να θέσεις,
και δώδεκα να υποσχεθείς χρονιάρικες μοσχάρες

275  θυσίαν, ίσως η θεά να ελεηθεί θελήσει
την πόλιν, τες γυναίκες μας και τα μικρά παιδιά μας,
και απ᾽ την αγίαν Ίλιον μακρύνει τον Τυδείδην,
τον άγριον πολεμιστήν, δεινόν φυγής εργάτην.
Και στον ναόν της Αθηνάς συ πήγαινε, ω μητέρα,

280  κι εγώ τον Πάριν τώρα ευθύς θα εύρω να καλέσω,
αν θα μ᾽ ακούσει· ν᾽ άνοιγαν της γης τα βάθη εμπρός του!
Διότι ο Ζευς τον έτρεφε μέγα κακό στους Τρώας,
εις τον γενναίον Πρίαμον και εις όλα τα παιδιά του.
Τα μάτια μου αν τον έβλεπαν να κατεβεί στον Άδη,

285  θαρρώ πως όλοι θα ᾽παυαν οι πόνοι της ψυχής μου».
Τον άκουσε και πρόσταξε τες κόρες να συνάξουν
γύρωθεν τες γερόντισσες· κατέβη ωστόσο εκείνη
στον μυροβόλον θάλαμον, οπού πολλοί ήσαν πέπλοι,
έργα θαυμάσια γυναικών απ᾽ τα Σιδώνια μέρη,

290  οπόθεν ο θεόμορφος Αλέξανδρος τες πήρε,
τα πέλαγα όταν έσχιζεν εις το ταξίδι εκείνο,
οπού την λαμπρογέννητην ανέβαζεν Ελένην.
Και να προσφέρει της θεάς η Εκάβη εσήκωσ᾽ έναν
απ᾽ όλους τον πλατύτερον κι εξαίσια κεντημένον,

295  που ωσάν αστέρας έλαμπε και κάτω απ᾽ όλους ήταν·
και ως πήγαινε γερόντισσες πολλές ακολουθούσαν.
Και οπόταν στην ακρόπολιν και στον ναόν εφθάσαν,
η καλοπρόσωπη Θεανώ τούς άνοιξε την θύραν,
του Αντήνορος η ομόκλινη και κόρη του Κισσέως·

300  της Αθηνάς ιέρειαν την είχαν βάλ᾽ οι Τρώες·
και όλες με θρήνους ύψωσαν στην Αθηνά τα χέρια,
και η κᾳλοπρόσωπη Θεανώ τον πέπλον που της δώσαν
στης λαμπρομάλλας Αθηνάς τα γόνατ᾽ αποθέτει,
και προς την κόρην του Διός κεραυνοφόρου ευχήθη:

305  «Θεά θεών, ω Αθηνά, σωσίπολις, αγία,
του Διομήδη σύντριψε την λόγχην, και αυτόν κάμε
έμπροσθεν των Σκαιών πυλών, επίστομα να πέσει,
κι ευθύς θα λάβεις δώδεκα χρονιάρικες μοσχάρες,
αν ευδοκήσεις, ω θεά, να ελεηθείς την πόλιν

310  των Τρώων, τες γυναίκες των και τα μικρά παιδιά των».
Ευχήθη, αλλ᾽ όμως η θεά σ᾽ αυτά δεν ευδοκούσε.
Κι ενώ την κόρην του Διός αυτές παρακαλούσαν,
ο Έκτωρ προς τα δώματα κινούσε του Αλεξάνδρου,
που ωραία τα ᾽χε κάμει αυτός με διαλεκτούς τεχνίτες

315  και ήσαν τότ᾽ εξαίσιοι στην κάρπιμην Τρωάδα·
αυλήν εις την ακρόπολιν και θάλαμον και δώμα
του έκτισαν στου Έκτορος σιμά και του Πριάμου·
και ο θείος Έκτωρ βάδιζ᾽ εκεί μέσα κι εκρατούσε
κοντάρι ενδεκάπηχο, που με χρυσό στεφάνι

320  σπιθοβολούσε η λόγχη του· κι ήβρε τον αδελφόν του
στον θάλαμο που τα λαμπρά συγύριζε άρματά του,
το τόξο και τον θώρακα και την καλήν ασπίδα·
κι η Ελέν᾽ η Αργεία κάθονταν και ολόγυρα οι γυναίκες
κι έφτιαναν έργ᾽ αμίμητα καθώς τες οδηγούσε.

325  Και ο Έκτωρ τον ονείδισε πικρώς άμα τον είδε:
«Άθλιε, καλά δεν έκαμες τόσην χολήν να πάρεις·
πέφτουν μαχόμενοι λαοί στα τείχη μας τριγύρω
και εξ αφορμής σου αλαλαγμός, φλόγα πολέμου ζώνει
την πόλιν τούτην· και όμως συ θα ονείδιζες καθέναν

330  άλλον που να ᾽βλεπες μακράν να φύγει απ᾽ τον αγώνα·
αλλά σηκώσου πριν το πυρ την πόλιν καταλύσει».
Του απάντησε ο θεόμορφος Αλέξανδρος και του ᾽πε:
«Έκτωρ, αφού με δίκαιον μ᾽ ελέγχεις και όχι αδίκως,
θα σου ομιλήσω καθαρά και πρόσεχε ν᾽ ακούσεις·

335  στους Τρώας πείσμα μήτε οργή δεν μ᾽ έκαμε να μείνω
στον θάλαμον, αλλ᾽ ήθελα την θλίψιν μου να τρέφω·
τώρα με λόγια μαλακά μ᾽ εκίνησε η γυνή μου
να πολεμήσω· και ως κι εγώ καλύτερο το κρίνω·
τους άνδρες εις τον πόλεμον συχνά ξαλλάζ᾽ η νίκη.

340  Αλλ᾽ όσο εγώ ν᾽ αρματωθώ, συ μην αναχωρήσεις,
ή, αν θέλεις, πήγαινε, κι εγώ, θαρρώ, θα σε προφθάσω».
Είπε· και δεν του απάντησεν ο λοφοσείστης Έκτωρ·
κι η Ελένη γλυκομίλητα του είπε: «Ανδράδελφέ μου,
οϊμένα της κακόπρακτης, της οργισμένης σκύλας·

345  αχ! την ημέρα που στο φως με έφερε η μητέρα,
να μ᾽ είχε αρπάξει ανεμική κακή, να μ᾽ είχε ρίξει
εις όρος ή στης θάλασσας το φουσκωμένο κύμα
να με ρουφήσει και όχι αυτά που εγίνηκαν να γίνουν.
Αλλ᾽ αφού τούτα τα κακά οι αθάνατοι διορίσαν,

350  ας είχα καν καλύτερον τον άνδρα να γνωρίζει
του κόσμου την κατακραυγήν και τους ονειδισμούς του·
και τούτος τώρα νουν ποσώς δεν έχει ούτε θα λάβει,
ώστε θα πάθει· αλλ᾽ όρισε, ανδράδελφε, εδώ μέσα,
κάθισε εις τούτο το θρονί· γνωρίζ᾽ ότ᾽ η ψυχή σου

355  μάλιστα εκείνη αισθάνεται τον μόχθον που από εμένα
την σκύλαν και απ᾽ το ανόμημα προήλθε του Αλεξάνδρου,
οπού μας κακομοίρανε ο Ζευς δια να γενούμε
και των κατόπι γενεών τραγούδι ξακουσμένο».
Και ο μέγας της απάντησεν ο λοφοσείστης Έκτωρ:

360  «Εάν κι εγκάρδια με καλείς, δεν θα καθίσω, Ελένη,
ότ᾽ η ψυχή μου επιθυμεί σφόδρα βοηθός να δράμω
των Τρώων που με αναζητούν, αφού μακράν τους είμαι·
αλλά συ παρακίνησε τον Πάριν κι ας φροντίσει
και αφ᾽ εαυτού του όσο είμ᾽ εγώ στην πόλιν, να με φθάσει,

365  ότι θα υπάγω σπίτι μου να ιδώ τους σπιτικούς μου,
την ποθητήν συμβίαν μου και το γλυκό μου βρέφος,
Δεν ξεύρω αν θα ξαναϊδούν ή θέλει βουλή θεία
σήμερ᾽ από των Αχαιών τα χέρια να αποθάνω».
Αυτά είπε· κι εκίνησεν ο λοφοσείστης Έκτωρ.

370  Και εις το λαμπρό του μέγαρο δεν άργησε να φθάσει.
Αλλ᾽ όμως την λευκόχερην δεν ηύρεν Ανδρομάχην·
εκείνη με το βρέφος της και την καλήν βυζάστραν
άνω στον πύργον έστεκε να οδύρεται, να κλαίει·
και αφού μέσα δεν εύρηκε την άψογην συμβίαν,

375  εις το κατώφλι εστάθηκε και προς τες κόρες είπε:
«Ω κόρες, την αλήθειαν ειπείτε μου να μάθω·
εδώθεν η λευκόχερη πού εβγήκεν Ανδρομάχη
Να εύρει συννυφάδα της ή ανδράδελφην επήγεν,
ή στον ναόν της Αθηνάς όπου κι οι άλλες είναι

380  δέσποινες και την τρομερήν θεάν εξιλεώνουν;»
Τότε σ᾽ αυτόν απάντησεν η έξυπνη οικονόμα:
«Ω Έκτωρ, την αλήθειαν θα ειπώ, καθώς προστάζεις·
δεν πήγε εις συννυφάδα της ή ανδράδελφην καθόλου
ή στον ναόν της Αθηνάς, όπου κι οι άλλες είναι

385  δέσποινες και την τρομερήν θεάν εξιλεώνουν·
αλλά στον πύργον έτρεξε της πόλεως άμ᾽ ακούσθη
νίκη τρανή των Αχαιών και συντριμμός των Τρώων·
και ως φρενιασμένη θα ᾽φθασε στα τείχη τώρα κείνη,
κι έχει σιμά της η τροφός το βρέφος στην αγκάλη».

390  Και ως τ᾽ άκουσε επετάχθη ευθύς ο Έκτωρ απ᾽ το δώμα
πάλι στους δρόμους τους λαμπρούς που ᾽χε περάσει πρώτα,
κι έφθασε, την πολύχωρη περνώντας πολιτείαν,
στες Σκαιές πύλες· στην στιγμήν που εκίνα εις το πεδίον,
με ορμήν εμπρός του επρόβαλεν η ασύγκριτη Ανδρομάχη

395  πολύδωρη συμβία του και κόρη του γενναίου
Αετίωνος, που κάτωθεν της δενδρωμένης Πλάκου
της Θήβης εβασίλευε και των Κιλίκων όλων.
Του πολεμάρχου Έκτορος αυτή ᾽ταν η συμβία
που τότε τον απάντησε με την τροφόν σιμά της,

400  οπού βαστούσε το μικρό μονάκριβο παιδί της,
τον Εκτορίδην, όμοιον με εύμορφον αστέρα·
Σκαμάνδριον ο πατέρας του, Αστυάνακτα τα πλήθη
τον λέγαν, ότι έσωζεν ο Έκτωρ την Τρωάδα.
Εκείνος χαμογέλασε κοιτώντας το παιδί του

405  ήσυχα· κι απ᾽ το χέρι του πιασμένη η Ανδρομάχη
εδάκρυσε και του ᾽λεγεν: «Οϊμέ! Θα σ᾽ αφανίσει
τούτη σου η τόλμη, ω τρομερέ· το βρέφος δεν λυπείσαι
τούτο κι εμέ την άμοιρην που χήρα σου θα γίνω
ογρήγορα, ότι ογρήγορα θα ορμήσουν όλοι αντάμα

410  να σε φονεύσουν οι Αχαιοί και άμα σε χάσω, κάτω
στον μαύρον Άδη ας κατεβώ, διότι αν αποθάνεις
και συ, καμιά παρηγοριά δι᾽ εμέ δεν θ᾽ απομείνει,
και πόνοι μόνον· έχασα πατέρα και μητέρα·
τον μέγαν Αετίωνα μου φόνευσεν ο θείος

415  Πηλείδης, όταν έριξε την πόλιν των Κιλίκων,
την Θήβην την υψίπυλον· αλλά τον εσεβάσθη
νεκρόν, δεν τον εγύμνωσε, και μ᾽ όλην την λαμπρήν του
αρματωσιά τον έκαυσε κι εσήκωσέ του μνήμα,
κι ολόγυρά του εφύτευσαν πεύκα μεγάλα οι νύμφες

420  Ορεστιάδες, του Διός αιγιδοφόρου κόρες·
ήσαν επτά στο σπίτι μας γλυκείς αυτάδελφοί μου,
κι εις μιαν ημέραν όλοι ομού ροβόλησαν στον Άδη·
όλους τους εθανάτωσεν ο θείος Αχιλλέας
των μόσχων μέσα εις τες κοπές και των λευκών προβάτων.

425  Και την σεπτήν μητέρα μου, βασίλισσαν στην Θήβην,
δούλην εδώ την έφερε με τ᾽ άλλα λάφυρά του.
Και αφού με δώρ᾽ αμέτρητα κατόπι εξαγοράσθη,
την έσβησεν η Άρτεμις στο σπίτι του πατρός μου.
Έκτωρ, συ είσαι δι᾽ εμέ πατέρας και μητέρα,

430  συ αδελφός, συ ανθηρός της κλίνης σύντροφός μου.
Αλλά λυπήσου μας, και αυτού μείνε στον πύργον, μήπως
ορφανό κάμεις το παιδί και χήραν την γυναίκα.
Κι εκεί στην αγριοσυκιά τους άνδρες στήσε οπού ᾽ναι
η πόλις καλοανέβατη, καλόπαρτο το τείχος·

435  τρεις το δοκίμασαν φορές των Αχαιών οι πρώτοι,
οι Αίαντες, και ο δοξαστός Ιδομενεύς και οι δύο
Ατρείδες και ο ατρόμητος Τυδείδης ενωμένοι·
ή το φανέρωσε σ᾽ αυτούς χρησμών εξαίσιος γνώστης,
ή τους κινεί μόν᾽ η ψυχή σ᾽ αυτό και τους διδάσκει »

440  Και προς αυτήν απάντησεν ο λοφοσείστης Έκτωρ:
«Όλα τα αισθάνομαι κι εγώ, γυνή μου, αλλά φοβούμαι
και των ανδρών το πρόσωπο και των σεμνών μητέρων,
αν μ᾽ έβλεπαν ως άνανδρος να φεύγω από την μάχην·
ούδ᾽ η καρδιά μου θέλει το, που μ᾽ έμαθε να είμαι

445  γενναίος πάντοτε κι εμπρός να μάχομαι των Τρώων
χάριν της δόξας του πατρός και της δικής μου ακόμη·
ότ᾽ είναι τούτο φανερό στα βάθη της ψυχής μου·
θα φθάσ᾽ η μέρα να χαθεί κι η Ίλιος η αγία
και ο Πρίαμος ο δυνατός με όλον τον λαόν του.

450  Αλλά των Τρώων η φθορά δεν με πληγώνει τόσο
και του πατρός μου ο θάνατος και της σεμνής μητρός μου
και των γλυκών μου αδελφών, οπού πολλοί και ανδρείοι
από τες λόγχες των εχθρών θα κυλισθούν στο χώμα
όσ᾽ ο καημός σου, όταν κανείς των Αχαιών σε πάρει

455  εις την δουλείαν, ενώ συ θα οδύρεσαι, θα κλαίεις,
εις τ᾽ Άργος ξένον ύφασμα θα υφαίνεις προσταγμένη·
απ᾽ την Υπέρειαν πηγήν ή από την Μεσσηίδα
νερό θα φέρνεις στανικώς, από σκληρήν ανάγκην·
κι ενώ συ κλαίεις θενά ειπούν: «Ιδέτε την συμβίαν

460  του Έκτορος που πρώτευε των ιπποδάμων Τρώων
στον πόλεμον, που ολόγυρα στην Ίλιον πολεμούσαν».
Αυτά θα ειπούν και μέσα σου θα ξαναζήσει ο πόνος
του ανδρός εκείνου, οπού δεν ζει δια να σε ελευθερώσει.
Αλλά παρά τον θρήνον σου και τ᾽ όνειδος ν᾽ ακούσω

465  βαθιά στην γην καλύτερα να με σκεπάσει ο τάφος».
Και ο μέγας Έκτωρ άπλωσε τα χέρια στο παιδί του·
έσκουξ᾽ εκείνο κι έγειρε στο στήθος της βυζάστρας·
φοβήθη τον πατέρα του καθώς είδε ν᾽ αστράφτουν
τ᾽ άρματα και απ᾽ την κόρυθα της περικεφαλαίας

470  την χαίτην που τρομακτικώς επάνω του εσειόνταν·
εγέλασε ο πατέρας του και η σεβαστή μητέρα·
και ο μέγας Έκτωρ έβγαλε την περικεφαλαία
και καταγής την έθεσεν οπού λαμποκοπούσε.
Εφίλησε κι εχόρευσε στα χέρια το παιδί του

475  κι έπειτα ευχήθη στους θεούς κι είπε: «Ω πατέρα Δία,
κι όλ᾽ οι επουράνιοι θεοί, δώσετε εις το παιδί μου
τούτο, ως εδώκατε εις εμέ, στο γένος του να λάμπει,
στ᾽ άρματα μέγας, δυνατός στην Ίλιον βασιλέας,
και ως έρχεται απ᾽ τον πόλεμον μ᾽ άρματα αιματωμένα

480  εχθρού που εφόνευσε, να ειπούν: καλύτερος εδείχθη
και του πατρός του, και χαράν θα αισθάνεται η μητέρα».
Ως είπε αυτά, στην αγκαλιά της ποθητής συμβίας
το βρέφος έβαλε και αυτή στο μυροβόλο στήθος
το πήρε γελοκλαίοντας· την ελυπήθη εκείνος,

485  εχάιδευσέ την κι έλεγε: «Αγαπητή, μη θέλεις
τόσο δι᾽ εμέ να θλίβεσαι, στοχάσου ότι στον Άδη
δεν θα με στείλει άνθρωπος η ώρα μου πριν φθάσει·
και άνθρωπος άμα γεννηθεί είτε γενναίος είναι,
είτε δειλός δεν δύναται τη μοίρα ν᾽ αποφύγει.

490  Αλλ᾽ άμε σπίτι, έχε στον νουν τα έργα τα δικά σου,
την ηλακάτην, τ᾽ αργαλειό, και πρόσταζε τες κόρες
να εργάζονται· στον πόλεμον θα καταγίνουν όλοι
οι άνδρες που εγεννήθησαν στην Τροίαν κι εγώ πρώτος».
Είπε και πάλι εφόρεσε την περικεφαλαίαν.

495  Και προς το σπίτι εκίνησεν η αγαπητή γυνή του
κι εσυχνογύριζε να ιδεί με μάτια δακρυσμένα.
Εις του ανδροφόνου Έκτορος την υψηλήν οικίαν
έφθασε κι εύρηκεν εκεί των γυναικών το πλήθος
κι απ᾽ την ψυχήν τους έκαμεν ο θρήνος ν᾽ αναβρύσει.

500  Και ζωντανόν τον Έκτορα στο σπίτι του εθρηνούσαν,
θαρρώντας που απ᾽ τον πόλεμον κι απ᾽ τ᾽ ανδρειωμένα χέρια
των Αχαιών δεν θα σωθεί και δεν θα γύρει πλέον.
Αλλά δεν αργοπόρησε στα δώματά του ο Πάρις·
εζώσθη τα πολύχαλκα και υπέρλαμπρα άρματά του,

505  την πόλιν γοργά διάβηκεν, ως ήταν πτεροπόδης·
και ως όταν σπάσει τον δεσμόν καλοθρεμμένος ίππος,
βροντά τετραποδίζοντας στην ανοικτήν πεδιάδα,
να λούεται στο καθαρό ποτάμι μαθημένος·
την κεφαλήν κρατεί υψηλά, την χαίτην ανεμίζει,

510  και υπερηφανευόμενον στα κάλλη του τον φέρνουν
στες μαθημένες του βοσκές γοργά τα γόνατά του,
ομοίως απ᾽ την Πέργαμον ο Πριαμίδης Πάρις
περήφανος κατέβαινε με πόδια φτερωμένα
και στ᾽ άρματα ωσάν ήλιος λαμποκοπούσεν όλος.

515  Τον θείον εύρηκε αδελφόν κει πόμελλε να στρέψει
απ᾽ όπου με την ποθητήν γυναίκα του ομιλούσε.
Και πρώτος ο θεόμορφος Αλέξανδρος του είπε:
«Έγκαιρα δεν επρόφθασα, καθώς έχεις προστάξει,
ω σεβαστέ μου· σε κρατώ και συ πολύ σπουδάζεις».

520  Και προς αυτόν απάντησεν ο λοφοσείστης Έκτωρ:
«Γλυκέ μου, αν είναι δίκαιος, κανείς δεν θα σε ψέγει
στα έργα τα πολεμικά και ανδρειωμένος είσαι·
το θέλεις και οκνηρεύεσαι, και μέσα μου λυπούμαι,
όταν πολλούς ονειδισμούς ενάντια σου προφέρουν

525  οι Τρώες που εξαιτίας σου βαρύν έχουν αγώνα.
Ας πάμε και θα διορθωθούν τούτ᾽ αν θελήσει ο Δίας
να στήσομεν στα σπίτια μας ελεύθερον κρατήρα,
προσφοράν όλων των θεών μεγάλων, αιωνίων,
άμ᾽ απ᾽ την Τροίαν διώξομεν των Αχαιών τα πλήθη».


Ιλιάδα – H

– Γραμματεία –