diaforos

Just another WordPress site

Ιλιάδα Η – Ἕκτορος καὶ Αἴαντος μονομαχία. Νεκρῶν ἀναίρεσις

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer Iliad g
        greek-language.gr _ Homer – Iliad and Odyssey



Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός· ἐν δ᾽ ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν

5 οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
πόντον ἐλαύνοντες, καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
Ἔνθ᾽ ἑλέτην ὁ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος,
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης

10 γείνατ᾽ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι
αὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην

15 Δεξιάδην, ἵππων ἐπιάλμενον ὠκειάων,
ὦμον· ὁ δ᾽ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα

20 Ἴλιον εἰς ἱερήν· τῇ δ᾽ ἀντίος ὄρνυτ᾽ Ἀπόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«τίπτε σὺ δὴ αὖ μεμαυῖα, Διὸς θύγατερ μεγάλοιο,

25 ἦλθες ἀπ᾽ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ᾽ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα

30 σήμερον· ὕστερον αὖτε μαχήσοντ᾽, εἰς ὅ κε τέκμωρ
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.»
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«ὧδ᾽ ἔστω, ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ

35 ἦλθον ἀπ᾽ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
ἀλλ᾽ ἄγε, πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;»
Τὴν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος

40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
οἱ δέ κ᾽ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
τῶν δ᾽ Ἕλενος, Πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ

45 βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
στῆ δὲ παρ᾽ Ἕκτορ᾽ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
«Ἕκτορ, υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε,
ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,

50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
ὧς γὰρ ἐγὼν ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων.»
Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτ᾽ ἐχάρη μέγα μῦθον ἀκούσας,

55 καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
μέσσου δουρὸς ἑλών· οἱ δ᾽ ἱδρύνθησαν ἅπαντες.
κὰδ δ᾽ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
κὰδ δ᾽ ἄρ᾽ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι

60 φηγῷ ἐφ᾽ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο,
ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες ἥατο πυκναί,
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ᾽ αὐτῆς,

65 τοῖαι ἄρα στίχες ἥατ᾽ Ἀχαιῶν τε Τρώων τε
ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε·
«κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,

70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,
εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε,
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμήετε ποντοπόροισιν.
ὑμῖν δ᾽ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει,

75 δεῦρ᾽ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
ὧδε δὲ μυθέομαι, Ζεὺς δ᾽ ἄμμ᾽ ἐπιμάρτυρος ἔστω·
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
εἰ δέ κ᾽ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,

85 ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων,
νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
“ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,

90 ὅν ποτ᾽ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.”
ὥς ποτέ τις ἐρέει· τὸ δ᾽ ἐμὸν κλέος οὔ ποτ᾽ ὀλεῖται.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ᾽ ὑποδέχθαι·
ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε

95 νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
«ὤ μοι, ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτ᾽ Ἀχαιοί·
ἦ μὲν δὴ λώβη τάδε γ᾽ ἔσσεται αἰνόθεν αἰνῶς,
εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
ἀλλ᾽ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,

100 ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὔτως·
τῷδε δ᾽ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
νίκης πείρατ᾽ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.»
Ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτὴ

105 Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
αὐτός τ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
«ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ

110 ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
μηδ᾽ ἔθελ᾽ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι,
Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
καὶ δ᾽ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
ἔρριγ᾽ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.

115 ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
εἴ περ ἀδειής τ᾽ ἐστὶ καὶ εἰ μόθου ἔστ᾽ ἀκόρητος,
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.»

120 Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών, ὁ δ᾽ ἐπείθετο· τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο·
Νέστωρ δ᾽ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
«ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.

125 ἦ κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς,
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ᾽ ἀγορητής,
ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ,
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς νῦν εἰ πτώσσοντας ὑφ᾽ Ἕκτορι πάντας ἀκούσαι,

130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι,

135 Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο, ἰσόθεος φώς,
τεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος,
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες,

140 οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ, ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρον
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς

145 δουρὶ μέσον περόνησεν, ὁ δ᾽ ὕπτιος οὔδει ἐρείσθη·
τεύχεα δ᾽ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δῶκε δ᾽ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·

150 τοῦ ὅ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.
οἱ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.

155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ᾽ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
τῶ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν,

160 οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.»
Ὣς νείκεσσ᾽ ὁ γέρων, οἱ δ᾽ ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,

165 τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος,
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.

170 τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
«κλήρῳ νῦν πεπάλασθε διαμπερές, ὅς κε λάχῃσιν·
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.»

175 Ὣς ἔφαθ᾽, οἱ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ᾽ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,

180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.»
Ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης, ὃν ἄρ᾽ ἤθελον αὐτοί,
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ
δεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.

185 οἱ δ᾽ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ,
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε, φαίδιμος Αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ᾽, ὁ δ᾽ ἄρ᾽ ἔμβαλεν ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.

190 τὸν μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε φώνησέν τε·
«ὦ φίλοι, ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ᾽ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι,

195 σιγῇ ἐφ᾽ ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται,
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται,
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.»

200 Ὣς ἔφαθ᾽, οἱ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,

205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.»
Ὣς ἄρ᾽ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται Ἄρης,
ὅς τ᾽ εἶσιν πόλεμόνδε μετ᾽ ἀνέρας, οὕς τε Κρονίων

210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
τοῖος ἄρ᾽ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν,
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,

215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
ἀλλ᾽ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ᾽ ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,

220 χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,
σκυτοτόμων ὄχ᾽ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
ταύρων ζατρεφέων, ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας

225 στῆ ῥα μάλ᾽ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
«Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

230 κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι, ποιμένι λαῶν·
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες· ἀλλ᾽ ἄρχε μάχης ἠδὲ πτολέμοιο.»
Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
«Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,

235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ᾽ ἀνδροκτασίας τε·
οἶδ᾽ ἐπὶ δεξιά, οἶδ᾽ ἐπ᾽ ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·

240 οἶδα δ᾽ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
οἶδα δ᾽ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
ἀλλ᾽ οὐ γάρ σ᾽ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
λάθρῃ ὀπιπεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχωμι.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ᾽ αὐτῷ.
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
ἐν τῇ δ᾽ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,

250 καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὁ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

255 τὼ δ᾽ ἐκσπασσαμένω δολίχ᾽ ἔγχεα χερσὶν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν,
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.

260 Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος· ἡ δὲ διαπρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
τμήδην δ᾽ αὐχέν᾽ ἐπῆλθε, μέλαν δ᾽ ἀνεκήκιεν αἷμα.
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
ἀλλ᾽ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ

265 κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε·
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον· περιήχησεν δ᾽ ἄρα χαλκός.
δεύτερος αὖτ᾽ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
ἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον,

270 εἴσω δ᾽ ἀσπίδ᾽ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
βλάψε δέ οἱ φίλα γούναθ᾽· ὁ δ᾽ ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείς· τὸν δ᾽ αἶψ᾽ ὤρθωσεν Ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,

275 ἦλθον, ὁ μὲν Τρώων, ὁ δ᾽ Ἀχαιῶν χαλκοχιτώνων,
Ταλθύβιός τε καὶ Ἰδαῖος, πεπνυμένω ἄμφω·
μέσσῳ δ᾽ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς·
«μηκέτι, παῖδε φίλω, πολεμίζετε μηδὲ μάχεσθον·

280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
ἄμφω δ᾽ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
«Ἰδαῖ᾽, Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·

285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.»
Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
Αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν, περὶ δ᾽ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,

290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
σήμερον· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.
νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
ὡς σύ τ᾽ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,

295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
δῶρα δ᾽ ἄγ᾽ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,

300 ὄφρα τις ὧδ᾽ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
“ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ᾽ αὖτ᾽ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.”»
Ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον,
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·

305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν
ἤϊ᾽, ὁ δ᾽ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·

310 καί ῥ᾽ ἦγον προτὶ ἄστυ, ἀελπτέοντες σόον εἶναι.
Αἴαντ᾽ αὖθ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
εἰς Ἀγαμέμνονα δῖον ἄγον, κεχαρηότα νίκῃ.
Οἱ δ᾽ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,

320 δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
νώτοισιν δ᾽ Αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως Ἀτρεΐδης, εὐρὺ κρείων Ἀγαμέμνων.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

325 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον

330 ἐσκέδασ᾽ ὀξὺς Ἄρης, ψυχαὶ δ᾽ Ἄϊδόσδε κατῆλθον·
τῶ σε χρὴ πόλεμον μὲν ἅμ᾽ ἠοῖ παῦσαι Ἀχαιῶν,
αὐτοὶ δ᾽ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀποπρὸ νεῶν, ὥς κ᾽ ὀστέα παισὶν ἕκαστος

335 οἴκαδ᾽ ἄγῃ, ὅτ᾽ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ᾽ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου· ποτὶ δ᾽ αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ᾽ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,

340 ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
ἥ χ᾽ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μή ποτ᾽ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.

345 Τρώων αὖτ᾽ ἀγορὴ γένετ᾽ Ἰλίου ἐν πόλει ἄκρῃ,
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

350 δεῦτ᾽ ἄγετ᾽, Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ᾽ ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα· τῶ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.»
Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη

355 δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἀντῆνορ, σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,

360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω·
ἀντικρὺ δ᾽ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω·
κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι.»

365 Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν, ὡς τὸ πάρος περ,
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
ἠῶθεν δ᾽ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·

375 καὶ δὲ τόδ᾽ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ᾽ ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,

380 δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
ἠῶθεν δ᾽ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
τοὺς δ᾽ εὗρ᾽ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὁ τοῖσι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·

385 «Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν

390 ἠγάγετο Τροίηνδ᾽ —ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι—
πάντ᾽ ἐθέλει δόμεναι καὶ ἔτ᾽ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι·
κουριδίην δ᾽ ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
καὶ δὲ τόδ᾽ ἠνώγεον εἰπεῖν ἔπος, αἴ κ᾽ ἐθέλητε

395 παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

400 «μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθω
μήθ᾽ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·

405 καὶ τότ᾽ ἄρ᾽ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
«Ἰδαῖ᾽, ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις,
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ᾽ ἐπιανδάνει οὕτως.
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων

410 γίγνετ᾽, ἐπεί κε θάνωσι, πυρὸς μειλισσέμεν ὦκα.
ὅρκια δὲ Ζεὺς ἴστω, ἐρίγδουπος πόσις Ἥρης.»
Ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
ἄψορρον δ᾽ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
οἱ δ᾽ ἕατ᾽ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες,

415 πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ᾽ ἄρ᾽ ἔλθοι
Ἰδαῖος· ὁ δ᾽ ἄρ᾽ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν· τοὶ δ᾽ ὁπλίζοντο μάλ᾽ ὦκα,
ἀμφότερον, νέκυάς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην·
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν

420 ὀτρύνοντο νέκυς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας,
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
οὐρανὸν εἰσανιών· οἱ δ᾽ ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·

425 ἀλλ᾽ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα,
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
οὐδ᾽ εἴα κλαίειν Πρίαμος μέγας· οἱ δὲ σιωπῇ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.

430 ὣς δ᾽ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
Ἦμος δ᾽ οὔτ᾽ ἄρ πω ἠώς, ἔτι δ᾽ ἀμφιλύκη νύξ,
τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,

435 τύμβον δ᾽ ἀμφ᾽ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτὶ δ᾽ αὐτὸν τεῖχος ἔδειμαν
πύργους θ᾽ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ᾽ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·

440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπ᾽ αὐτῷ τάφρον ὄρυξαν,
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
Ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.

445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
«Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν
ὅς τις ἔτ᾽ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
οὐχ ὁράᾳς ὅτι δὴ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον

450 ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
τοῦ δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς·
τοῦ δ᾽ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.»
Τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

455 «ὢ πόποι, ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.
ἄλλος κέν τις τοῦτο θεῶν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
σὸν δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς.
ἄγρει μὰν, ὅτ᾽ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ

460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
αὖτις δ᾽ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.»
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

465 δύσετο δ᾽ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
νῆες δ᾽ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι
πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
τόν ῥ᾽ ἔτεχ᾽ Ὑψιπύλη ὑπ᾽ Ἰήσονι, ποιμένι λαῶν.

470 χωρὶς δ᾽ Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,
δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ, χίλια μέτρα.
ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ᾽ αἴθωνι σιδήρῳ,
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ᾽ αὐτῇσι βόεσσιν,

475 ἄλλοι δ᾽ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ᾽ ἐπίκουροι·
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·

480 οἶνον δ᾽ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
κοιμήσαντ᾽ ἄρ᾽ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.


Ιλιάδα – Ζ

Ἕκτορος καὶ Αἴαντος μονομαχία. Νεκρῶν ἀναίρεσις.

Είπε, τες Πύλες άφησε κι εβγήκε ο μέγας Έκτωρ·
και ο αδελφός του Αλέξανδρος εβάδιζε σιμά του
και ολόγυρα τον πόλεμον, την μάχην εδιψούσαν.
Και ως όταν πρίμος άνεμος από θεόν εστάλη,

5  στους ναύτες πολυπόθητος, που κατακουρασμένοι
με τα καλόξυστα κουπιά το πέλαγος οργώνουν,
τόσο κι εκείνοι ποθητοί φανήκαν εις τους Τρώας.
Αμέσως τον Μενέσθιον εγκάτοικον της Άρνης,
που γέννησ᾽ ο Αρηίθοος, ροπαλοφόρος άνδρας,

10  κι η ωραία Φυλομέδουσα, νεκρόν τον ρίχνει ο Πάρις.
Ο Έκτωρ εις τον τράχηλον λογχίζει τον Ηονέα
κάτω από το καλόχαλκο στεφάνι, ώστ᾽ ενεκρώθη.
Και των Λυκίων ο αρχηγός, ο Ιππολοχίδης Γλαύκος,
τον Δεξιάδην κτύπησεν Ιφίνοον στην πλάτην,

15  ως εις τ᾽ αμάξι ανέβαινε στην ταραχήν της μάχης,
κι έπεσεν απ᾽ την άμαξαν κι εβγήκεν η ψυχή του.
Και ως τους ενόησ᾽ η Αθηνά, που στον δεινόν αγώνα
τους Αχαιούς εσύντριβαν, εχύθη από του Ολύμπου
τες κορυφές κι εστάθηκε στην ιερήν Τρωάδα.

20  Την ξάνοιξε απ᾽ την Πέργαμον ο Απόλλων κι ήλθ᾽
εμπρός της· των Τρώων ήθελεν αυτός την νίκην· τότε
οι δύο αθάνατοι απαντήθηκαν κει που ᾽ναι ρίζα φράξου.
Πρώτος ο γόνος του Διός ο Απόλλων σ᾽ αυτήν είπε:
«Τι πάλιν απ᾽ τον Όλυμπον, ω κόρη του Κρονίδη,

25  όρμησες, καθώς σ᾽ έσπρωξεν η μεγαλοψυχία;
Στους Δαναούς συ βούλεσαι την νίκην να γυρίσεις,
ότι ποσώς τον όλεθρον δεν συμπονείς των Τρώων.
αλλ᾽ αν δεχθείς ό,τι θα ειπώ, θαρρώ που θα ωφελήσεις.
Δια σήμερον ας παύσομεν τον φονικόν αγώνα·

30  θα πολεμήσουν ύστερον, έως ότου της Ιλίου
το τέλος νά ᾽βρουν, επειδή σας των θεών των δύο
τούτην να εξολοθρεύσετε την πόλιν τόσο αρέσει».
Τότε η γλαυκόματη Αθηνά του είπε: «Μακροβόλε,
ας γίνει αυτό που επιθυμείς· μ᾽ αυτήν κι εγώ την γνώμην

35  κατέβηκ᾽ απ᾽ τον Όλυμπον στους Αχαιούς και Τρώας.
Αλλά ειπέ, πώς των ανδρών την μάχην θενά παύσεις; »
Και ο Φοίβος του Διός υιός σ΄ εκείνην απαντούσε:
«Του Έκτορος ας σπρώξομε την φλογερήν καρδίαν,
έναν από τους Δαναούς να προκαλέσει μόνος,

40  αντίπαλοι να κτυπηθούν εις φονικόν αγώνα,
και αυτοί θα φιλοτιμηθούν έναν να σπρώξουν άνδρα
που με τον θείον Έκτορα να πολεμήσει μόνος».
Αυτά ᾽πε και η γλαυκόματη θεά τον λόγον στέργει.
Και ο Πριαμίδης Έλενος ενόησε την γνώμην,

45  που άρεσε των δύο θεών αυτού που εβουλευόνταν·
τον Έκτορα επλησίασε και του ᾽πε: «Ω Πριαμίδη
Έκτορ᾽, οπού στην φρόνησιν ομοιάζεις με τον Δία,
θα εδέχοσουν ό,τι θα ειπώ; Είμαι αδελφός σου· κάμε
οι Τρώες όλοι κ᾽ οι Αχαιοί να παύσουν, να καθίσουν,

50  και συ τον ανδρειότερον των Αχαιών εις μάχην
προκάλεσε ν᾽ αγωνισθεί μόνος με σένα μόνον·
ότι δεν ήλθ᾽ η ώρα σου στον πόλεμον να πέσεις·
στον νουν μου το εφανέρωσε φωνή των αθανάτων».
Αυτά ᾽πε και αναγάλλιασεν ο Έκτωρ εις τον λόγον·

55  στην μέσην βγήκε, εχώρισε τες φάλαγγες των Τρώων
κι έσφιγγε λόγχην· και όλα ευθύς εκάθισαν τα πλήθη,
εκάθισαν κι οι Αχαιοί, ως πρόσταξ᾽ ο Ατρείδης·
και ο Φοίβος με την Αθηνά στους κλάδους ησυχάζαν
του υψηλού φράξου του πατρός Διός αιγιδοφόρου,

60  εις την μορφήν γυπαετοί κι εχαίροντο τους άνδρες·
κι ήσαν οι αράδες στριμωκτές και ως λόγγος εφαντάζαν
ασπίδες και κοντάρια και περικεφαλαίες·
και ως του Ζεφύρου η πρώτη ορμή την θάλασσαν σουφρώνει
κι εκείνο τ᾽ ανατρίχιασμα τη θάλασσαν μαυρίζει,

65  ομοίως και των Αχαιών οι αράδες και των Τρώων
εις το πεδίον· κι έλεγεν ο Έκτωρ εις την μέσην:
«Ακούτε, Τρώες και Αχαιοί λαμπροκνημιδοφόροι,
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με·
τους όρκους δεν στερέωσεν ο υψίθρονος Κρονίδης,

70  αλλ᾽ ετοιμάζει συμφορές και στα δυο μέρη ωσότου
ή σεις την Τροίαν πάρετε την καλοτειχισμένην,
ή σας συντρίψομεν εμείς σιμά στα κοίλα πλοία·
έχετε των Παναχαιών άνδρες στην μάχην πρώτους·
και όποιος αυτών επιθυμεί μ᾽ εμέ να πολεμήσει,

75  ας έλθει εδώ ν᾽ αντιταχθεί στον Έκτορα τον θείον·
και ιδού τι λέγω· μάρτυρα σ᾽ εμάς καλώ τον Δία·
και αν με φονεύσ᾽ η λόγχη του, ας πάρει τ᾽ άρματά μου
εις τα γοργά καράβια σας, αλλά στα γονικά μου
το σώμα θ᾽ αποδώσει αυτός όπως εις τον νεκρόν μου

80  την τιμήν δώσουν του πυρός και άνδρες και γυναίκες·
και αν να τον ρίξ᾽ η λόγχη μου την δόξαν δώσει ο Φοίβος,
εγώ θα πάρω τ᾽ άρματα στην Ίλιον την αγίαν
να τα κρεμάσω στον ναόν του τοξοφόρου Φοίβου,
και θ᾽ αποδώσω τον νεκρόν στα γρήγορα καράβια,

85  οι κομοτρόφοι Αχαιοί να τον ενταφιάσουν
και στον πλατύν Ελλήσποντον να του σηκώσουν μνήμα.
Και των κατόπιν γενεών κάποιος θα ειπεί περνώντας
με καράβι πολύσκαρμο στα μελαψά πελάγη:
«Ανδρός οπού απέθανε το πάλαι ιδού το μνήμα.

90  και ο μέγας Έκτωρ φόνευσεν αυτόν τον ανδρειωμένον.
Αυτό θα ειπούν και η δόξα μου ποτέ δεν θα ᾽χει τέλος».
Αυτά ᾽πε και ως τον άκουσαν άφωνοι εμείναν όλοι·
να τ᾽ αρνηθούν εντρέποντο, να το δεχθούν ετρέμαν·
και τέλος ο Μενέλαος σηκώθη πονεμένος

95  εγκάρδια και τους ύβριζεν: «Οϊμέ φοβερολόγοι»,
τους είπεν, «όχι Αχαιοί, αλλ᾽ Αχαιίδες πλέον,
αισχύνη θα ᾽ναι τρομερή των Δαναών, ανίσως
αντίπαλος του Έκτορος δεν έβγει εδώ κανένας·
αλλά σεις αίμα και νερό γενείτε, όπως σας βλέπω

100  αυτού να κάθεσθ᾽ άδοξοι με την ψυχήν χαμένην·
κι εγώ θα ζώσω τ᾽ άρματα ν᾽ αντιταχθώ σ᾽ εκείνον·
κι είναι στα χέρια των θεών οι κορυφές της νίκης».
Αυτά ᾽πε και αρματώθηκε· τότε, Μενέλαε, πλέον
θα ᾽βρες από τον Έκτορα το τέλος της ζωής σου,

105  που ήτο εκείνος στ᾽ άρματα πολύ καλύτερός σου,
εάν δεν εσηκώνοντο και δεν σ᾽ επιάναν όλοι
οι βασιλείς των Αχαιών· και ο μέγας Αγαμέμνων
σ᾽ έπιασε από την δεξιάν και σου ᾽λεγε: «Τον νουν σου
έχασες, ω Μενέλαε, και αυτό δεν σου συμφέρει·

110  υπόμεινε, διογέννητε, τον πόνον της καρδιάς σου·
μ᾽ άνδρ᾽ από σε καλύτερον ν᾽ αγωνισθείς μη θέλεις,
με τον Πριαμίδην Έκτορα που τον τρομάζουν όλοι·
και ο Αχιλλεύς οπού πολύ στην ρώμην σε υπερβαίνει
αυτόν τρέμει στον πόλεμο όπου δοξάζοντ᾽ άνδρες.

115  Αλλ᾽ άμε συ και ησύχαζε μαζί με τους συντρόφους,
και άλλον σ᾽ αυτόν αντίπαλον οι Αχαιοί θα βγάλουν·
όσον και αν είναι ατρόμητος και αχόρταγος πολέμου,
θαρρώ που μ᾽ ευχαρίστησιν το γόνα θα λυγίσει,
αν απ᾽ τον πόλεμο σωθεί και απ᾽ τον δεινόν αγώνα».

120  Είπε και αυτός υπάκουσε στον λόγον του αδελφού του
τον γνωστικόν κι επείσθηκε· και αμέσως απ᾽ τους ώμους
χαρούμεν᾽ οι θεράποντες τα όπλα τού σηκώσαν·
και ο Νέστωρ τότε ομίλησε στην μέσην των Αργείων:
«Οϊμέ, στην γην των Αχαιών μεγάλο πένθος ήλθε·

125  πόσον ο ιππόμαχος Πηλεύς θα εγόγγυζεν ο γέρος
των Μυρμιδόνων ρήτορας καλός και βουληφόρος,
που έναν καιρό στο σπίτι του χαρούμενος μ᾽ ερώτα
δια τους προγόνους και παιδιά του γένους των Αργείων.
Και αν άκουε τώρα που όλοι αυτόν τον Έκτορα φοβούνται,

130  θ᾽ άπλωνε τες αγκάλες του προς τους θεούς να κάμουν
από τα χείλη του η ψυχή να κατεβεί στον Άδην.
Και, ω Ζευ και Απόλλων και Αθηνά, να ήμουν πάλι νέος,
ως όταν στον γοργόν κοντά Κελάδοντα εμαχόνταν
Πύλιοι και Άρκαδες ομού καλοί κονταροφόροι

135  σιμά στα τείχη της Φειάς, στα ρείθρα του Ιαρδάνου.
Κι εκείνων ήταν πρόμαχος ο Ερευθαλίων, άνδρας
ισόθεος και τ᾽ άρματα φορούσε του Αρηθόου,
του Αρηθόου του λαμπρού που άνδρες και γυναίκες
ροπαλοφόρον έλεγαν, εξ αφορμής που λόγχην

140  ή τόξον εις τον πόλεμον δεν είχεν, αλλά μόνον
με σιδερένιο ρόπαλο τες φάλαγγες εσπούσε.
Με δόλον, όχι αντίμαχα, τον φόνευσε ο Λυκούργος
εις μονοπάτι που ποσώς σ᾽ αυτόν δεν ωφελούσε
το ρόπαλον· κι επρόφθασε με λόγχην ο Λυκούργος

145  να τον τρυπήσει κι έπεσε τ᾽ ανάσκελα στο χώμα.
Και απ᾽ τ᾽ άρματα που ᾽χε σ᾽ αυτόν δωρήσει ο χάλκεος Άρης
εγύμνωσέ τον κι έπειτα στον πόλεμον τα εφόρει·
και αφού στο σπίτι εγήρασε τα χάρισε ο Λυκούργος
εις τον Ερευθαλίωνα καλόν θεράποντά του.

150  Τούτος μ᾽ εκείνα τ᾽ άρματα τους πολεμάρχους όλους
επροκαλούσε κι έτρεμε καθείς, δεν είχε τόλμην·
κι εμ᾽ έφερε ν᾽ αγωνισθώ η θαρρετή ψυχή μου,
αν κι ήμουν ο νεότερος απ᾽ όλους τους ανδρείους·
πολέμησα κι η Αθηνά μου χάρισε την νίκην·

155  τρανόν και ανδρείον ως αυτόν δεν φόνευσ᾽ άλλον άνδρα·
φαρδύς μακρύς απέραντος εκείτετο στο χώμα.
Αχ! μ᾽ όλην την ανδρείαν μου να ήμουν πάλι νέος·
θα ᾽βρισκε τον αντίμαχον ο λοφοσείστης Έκτωρ.
Και απ᾽ όλους τους Παναχαιούς όσ᾽ είσθε πολεμάρχοι

160  τώρα κανείς στον Έκτορα ν᾽ αντισταθεί δεν θέλει».
Στου γέρου τούς ονειδισμούς εννέα σηκωθήκαν.
Πρώτος σηκώθη ο δυνατός, ο μέγας Αγαμέμνων·
κατόπιν ο ανίκητος Τυδείδης Διομήδης,
οι Αίαντες, μ᾽ αδάμαστην ζωσμένοι ανδραγαθίαν,

165  ο Ιδομενεύς και ο σύντροφος εκείνου Μυριόνης,
στην δύναμιν ισόπαλος του ανδροφόνου Άρη,
ο Ευρύπυλος του Ευαίμονος λαμπρός υιός και ο Θόας
Ανδραιμονίδης και μ᾽ αυτούς ο θείος Οδυσσέας,
με τον γενναίον Έκτορα καθείς να πολεμήσει.

170  Και πάλιν ο Γερήνιος ιππότης Νέστωρ είπε:
«Να τιναχθούν τώρα οι λαχνοί, να ιδούμε ποιος θα τύχει·
ότι χαράς θα ᾽ναι αφορμή στων Αχαιών το γένος
και η καρδιά του θα αισθανθεί χαράν, αν κατορθώσει
από της μάχης να σωθεί τον φοβερόν αγώνα».

175  Αυτά ᾽πε κι εσημείωσε καθένας τον λαχνόν του.
Και του Ατρείδη Αγαμέμνονος τους έβαλαν στο κράνος·
και όλοι εδέοντο οι λαοί με χέρια σηκωμένα
και μάτια προς τον ουρανόν κι είπαν: «Πατέρα Δία,
δώσ᾽ τον λαχνόν του Αίαντος ή του Τυδείδ᾽ ή δώσ᾽ τον

180  αυτού που στες πολύχρυσες Μυκήνες βασιλεύει».
Αυτά ᾽λεγαν και τους λαχνούς ετίναξεν ο Νέστωρ·
και από το κράνος πήδησε λαχνός ως τον ηθέλαν,
του Αίαντος· και ο κήρυκας τον παίρνει και τον δείχνει
των πολεμάρχων Αχαιών με τάξιν εις καθέναν.

185  Και τον λαχνόν δεν γνώρισε κανείς ωσάν δικόν του
και ότ᾽ έφθασε στον Αίαντα που τον λαχνόν στο κράνος
έριξε αφού τον χάραξεν, άπλωσεν ο γενναίος
το χέρι του και ο κήρυκας σ᾽ αυτόν τον παραδίδει·
και το σημάδι άμ᾽ είδε αυτός το γνώρισε κι εχάρη.

190  Τον λαχνόν έριξε χαμαί κι εφώναξε: «Δικός μου
είναι ο λαχνός αγαπητοί· και χαίρεται η ψυχή μου
ότι τον θείον Έκτορα θαρρώ πως θα νικήσω.
Αλλ᾽ όσο εγώ με τ᾽ άρματα το σώμα μου να ζώσω,
εσείς ωστόσον εύχεσθε προς τον πατέρα Δία,

195  σιγά μήπως να εύχεσθε οι Τρώες σας νοήσουν,
ή αν θέλετε και φανερά, κανέναν δεν φοβούμαι·
διότι κανείς με δύναμιν εμέ δεν θα δαμάσει,
με τέχνην ούτε, ότι θαρρώ πού, γέννημα και θρέμμα
της Σαλαμίνος, δεν είμαι αμάθητος τελείως».

200  Αυτά ᾽πε κι εύχονταν αυτοί προς τον πατέρα Δία.
Και τον μεγάλον ουρανόν κοιτώντας κάποιος είπε:
«Δία, πατέρα, δοξαστέ, που βλέπεις απ᾽ την Ίδην,
ύψιστε, δώσ᾽ του Αίαντος το καύχημα της νίκης·
κι εάν τον Έκτορ᾽ αγαπάς πολύ και προστατεύεις,

205  δώσ᾽ και των δύο δύναμιν και δόξαν παρομοίαν».
Και ωστόσο τον λαμπρόν χαλκόν εζώνονταν ο Αίας
και στα καλά τα άρματα τα μέλη του είχε κλείσει.
Κινούνταν, ως θεόρατος ο Άρης κατεβαίνει
στον πόλεμον μες στους θνητούς, που ο βροντητής Κρονίδης

210  στης διχονοίας έριξε τον φονικόν αγώνα.
Παρόμοιος θεόρατος των Αχαιών ο πύργος,
ο Αίας με χαμόγελο στο άγριο πρόσωπό του
μέγα κοντάρι ετίναξε μακροδιασκελώντας.
Αναγαλλιάζαν οι Αχαιοί καθώς τον εθωρούσαν,

215  αλλ᾽ από τρόμον φοβερόν επάγωσαν οι Τρώες,
και ακόμα και του Έκτορος εσπάραξε η καρδία·
αλλά να φύγει, να συρθεί μες στον στρατόν του πλέον
δεν ημπορούσε αυτός αφού προκάλεσε εις την μάχην.
Και ο Αίας επροχώρησε μ᾽ ασπίδα ωσάν πύργον,

220  χάλκινην μ᾽ επτά δέρματα που του έκαμε ο Τυχίος
των σκυτοτόμων έξοχος, εγκάτοικος στην Ύλην,
λαμπρήν την ετεχνούργησεν επτάδιπλην με δέρμα
δυνατών ταύρων, κι έβαλε δίπλαν χαλκού ογδόην.
Αυτήν στα στήθη επρόβαλεν ο Τελαμώνιος Αίας

225  Κι εστάθη εμπρός στον Έκτορα και του ᾽πε με φοβέρες:
«Ω Έκτωρ, θα γνωρίσεις συ, μόνος με μόνον τώρα,
αν άλλοι εδώ των Δαναών ευρίσκονται ανδρειωμένοι,
έξω από τον λεοντόκαρδον Πηλείδην ανδροφόνον.
Αλλ᾽ αυτός μένει στα κυρτά θαλασσοπόρα πλοία,

230  αφού στον πρώτον αρχηγόν Ατρείδην εχολώθη.
Αλλ᾽ ημείς είμεθ᾽ αρκετοί με σε να μετρηθούμε
και πάμπολλοι· αλλ᾽ αρχίνησε πρώτος εσύ την μάχην».
Και ο μέγας τότε απάντησεν ο λοφοσείστης Έκτωρ:
«Αία, ω διογέννητε, μεγάλε πολεμάρχε,

235  τι τάχα ωσάν αδύνατο παιδί με δοκιμάζεις
ή ωσάν γυναίκ᾽ αμάθητην στα έργα του πολέμου;
Τες μάχες ξεύρω εγώ καλά και τες ανδροφονίες.
Αριστερά και δεξιά να στρέφω την βαρείαν
ασπίδα ηξεύρω ακούραστος στον κόπο του πολέμου.

240  Ξεύρω των ίππων την ορμήν στην μάχην να οδηγήσω,
και πεζός ξεύρω τον χορόν του Άρη του ανδροφόνου.
Αλλά γενναίον ως εσέ δεν θέλω να κτυπήσω
απόκρυφ᾽ αλλά φανερά, το ακόντι μου αν ᾽πιτύχει».
Είπε και το μακρόσκιον ετίναξε κοντάρι.

245  Και την φρικτήν του Αίαντος εκτύπησεν ασπίδα
και τον χαλκόν που όγδοος επτά σκεπάζει δίπλες·
τες έξι δίπλες έσχισε κι εστάθη στην εβδόμην
της λόγχης ο σκληρός χαλκός· και δεύτερος ο Αίας
ο θείος το μακρόσκιον ετίναξε κοντάρι,

250  κι εκτύπησε την στρογγυλήν του Έκτορος ασπίδα.
Τρύπησ᾽ η λόγχ᾽ η δυνατή την φωτεινήν ασπίδα,
και στον ωραίον θώρακα εμπήχθη πέρα πέρα,
και στο λαγγόνι του αντικρύ του σχίζει τον χιτώνα.
Έσκυψε και τον θάνατον απόφυγεν εκείνος.

255  Και απ᾽ τες ασπίδες έσυραν τες λόγχες των και οι δύο·
με ορμήν επέσαν και όμοιαζαν λεόντων ωμοφάγων,
ή αγριοχοίρων φοβερών που δύσκολα νικούνται·
και ο Έκτωρ πρώτος έκρουσε στην μέσην την ασπίδα,
και η λόγχη δεν την έσπασε, ώστ᾽ εκυρτώθ᾽ η άκρη·

260  τότε πηδώντας έμπηξε την λόγχην στην ασπίδα
του Έκτορος και απ᾽ την ορμήν τον έκοψεν ο Αίας,
και τον λαιμόν του λάβωσεν η λόγχη κι έσταξ᾽ αίμα.
Και όμως ο Έκτωρ μ᾽ όλ᾽ αυτά την μάχην δεν αφήνει.
Τραβιέται οπίσω κι απ᾽ την γην με το τρανό του χέρι

265  πέτραν σηκώνει ολόμαυρην, μεγάλην και τραχείαν·
του Αίαντος την φοβερήν επτάδιπλην ασπίδα
μ᾽ αυτήν κτυπά στον ομφαλόν κι εβρόντησε ο χαλκός της.
Βράχον πολύ τρανότερον εσήκωσεν ο Αίας·
σφενδονιστά τον έριξε μ᾽ αμέτρητην ανδρείαν

270  κι έσπασεν η μυλόπετρα στα βάθη την ασπίδα·
ετρέκλισε και ανάσκελα ξαπλώθηκε από κάτω
εις την ασπίδα· κι έξαφνα τον όρθωσεν ο Φοίβος.
Και με τα ξίφη αντίστηθα να κτυπηθούν θα ορμούσαν,
αν του Διός οι μηνυταί και των θνητών ανθρώπων,

275  οι κήρυκες που έστελναν και Αχαιοί και Τρώες
ο Ιδαίος και Ταλθύβιος, άνδρες σοφοί και οι δύο
δεν πρόφθαναν στο μέσον των τα σκήπτρα των ν᾽ απλώσουν·
ο Ιδαίος τότε ομίλησε που νουν και γνώσες είχε:
«Την μάχην πλέον παύσετε, τον πόλεμον, παιδιά μου,

280  διότι ο Ζευς σας αγαπά παρόμοια και τους δύο,
είσθε κι οι δυο πολεμισταί· κι αυτό το βλέπομ᾽ όλοι.
Κι ενύκτωσεν, είναι καλό στην νύκτα να υπακούμε».
Σ᾽ αυτόν τότε αποκρίθηκεν ο Τελαμώνιος Αίας:
«Του Έκτορος αυτά να ειπείς να τα ζητήσ᾽ Ιδαίε,

285  αφού προκάλεσεν αυτός τους πολεμάρχους όλους
ας αρχινίσει· και ό,τ᾽ ειπεί θέλει κι εγώ το στέρξω».
Και ο μέγας τότε απάντησεν ο λοφοσείστης Έκτωρ:
«Ω Αία, σου ᾽δωσε ο θεός και ανάστημα και ανδρείαν
και γνώσιν και των Αχαιών πρώτος στην λόγχην είσαι.

290  Ας παύσομε δια σήμερα της μάχης τον αγώνα
κι ύστερ᾽ ας πολεμήσομεν, ωσότου μας χωρίσει
θεός και εις έναν των λαών χαρίσει αυτός την νίκην.
Κι ενύκτωσεν· είναι καλό στην νύκτα να υπακούμε.
Κι οι Αχαιοί στα πλοία σας να σε χαρούν, γενναίε,

295  και μάλιστα οι συντρόφοι σου κι οι φίλοι, όσους κι αν έχεις, και στου Πριάμου την λαμπρήν μεγάλην πολιτείαν
εμένα οι Τρώες να χαρούν κι οι σεβαστές μητέρες
συναθροισμένες να ευχηθούν στον αγιασμένον τόπον·
και δώρ᾽ ας αντιδώσομεν εξαίσια μεταξύ μας,

300  ώστε να ειπεί των Αχαιών κανένας και των Τρώων:
Στης διχονοίας πιάσθηκαν τον φονικόν αγώνα
και πάλιν ομογνώμησαν και ως φίλοι εχωρισθήκαν».
Και ως είπε του επρόσφερεν αργυροκαρφωμένο
ξίφος με το θηκάρι του και κρεμαστήρι ωραίο·

305  ζώνην με κόκκινην βαφήν του χάρισεν ο Αίας·
και αποχωρήσαν στον λαόν των Αχαιών ο Αίας,
ο Έκτωρ εις τον Τρωικόν, κι εχάρηκαν οι Τρώες,
ως ζωντανόν και αλάβωτον τον είδαν αφού μόλις
εξέφυγε απ᾽ του Αίαντος τα χέρια τ᾽ ανδρειωμένα

310  ανέλπιστα, και όλοι φαιδροί στην πόλιν τον επήραν.
Κι οι Αχαιοί τον Αίαντα, φαιδρόν από την νίκην,
του θείου Αγαμέμνονος εις την σκηνήν επήραν·
και του Ατρείδη ότ᾽ έφθασαν εις τες σκηνές εκείνοι
βόδι εθυσίασε δι᾽ αυτούς ο μέγας βασιλέας

315  αρσενικό πεντάχρονο στον ύψιστον Κρονίδην.
Το γδάραν, το συγύρισαν και αφού το τεταρτιάσαν,
με τέχνην το ελιάνισαν, το πέρασαν στες σούβλες
και αφού το ψήσαν εύμορφα χωρίσαν τες μερίδες
και άμ᾽ απ᾽ τον κόπον έπαυσαν κι ετοίμασαν το γεύμα,

320  ετρώγαν και όλ᾽ ισόμοιρα χαρήκαν το τραπέζι.
Τότε τον θείον Αίαντα ο μέγας Αγαμέμνων
μ᾽ όλόκληρην ετίμησε την νεφραμιά του μόσχου·
και του φαγιού και του πιοτού την όρεξη αφού σβήσαν,
πρώτος ο γέρος άρχισε σκέψιν εμπρός να φέρει

325  ο Νέστωρ, οπού η γνώμη του ως πρώτα επροτιμήθη·
εκείνος τους αγόρευσε καλόγνωμα και είπε:
«Ατρείδη, των Παναχαιών σεις άλλοι πολεμάρχοι,
των ανδρειωμένων Αχαιών πολλοί ᾽ναι αποθαμένοι,
που με το μαύρον αίμα τους τες όχθες του Σκαμάνδρου

330  έβαψ᾽ ο Άρης κι οι ψυχές κατέβηκαν στον Άδην·
όθεν από τον πόλεμον θα παύσεις· και άμα φέξει
εδώ θα μεταφέρουμε με αμάξια τους νεκρούς μας·
και θα τους καύσομε μακράν ολίγο από τα πλοία,
και των αγαπημένων του τα κόκαλα θα πάρει

335  καθείς όταν γυρίσουμε στην ποθητήν πατρίδα·
και απ᾽ το πεδίον πάγκοινον θα υψώσουμ᾽ έναν τάφον
εις την πυράν ολόγυρα, και θα κτισθούν στο πλάγι
πύργ᾽ υψηλοί, προφυλακή σ᾽ εμάς και στα καράβια.
Πύλες κατόπιν στερεές θα κάμουμε στους πύργους,

340  πλατιές, δια να ᾽χουν διάβασιν τ᾽ αμάξια με τους ίππους,
κι εγγύς των πύργων έξωθεν βαθύς να γίνει λάκκος,
που τον λαόν και τ᾽ άλογα θέν᾽ ασφαλίσει οπόταν
ορμήσει πόλεμος βαρύς των αγερώχων Τρώων».
Έπαυσε και όλ᾽ οι βασιλείς ό,τ᾽ είπεν εδεχθήκαν·

345  και ωστόσο στην ακρόπολιν, στες πύλες του Πριάμου,
με κρότον και με θόρυβον συνάζονταν οι Τρώες.
Τον λόγον πήρε ο φρόνιμος Αντήνωρ και τους είπε:
«Ακούτε, Τρώες, Δάρδανοι, κι όσ᾽ είσθε βοηθοί μας,
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με.

350  Ελάτ᾽ ευθύς, των Ατρειδών την Άργισσαν Ελένην
μ᾽ όλα τα πλούτη ας δώσομε· πατήσαμε τους όρκους
και πολεμούμ᾽ επίορκα· δια τούτο αν πράξομ᾽ άλλο
απ᾽ ό,τι λέγω, όχι καλό το τέλος μας προβλέπω».
Είπεν αυτός κι εκάθισε· κι ευθύς σηκώθη ο θείος

355  Αλέξανδρος ο σύντροφος της εύμορφης Ελένης
κι εκείνον επροσφώνησε με λόγια φτερωμένα:
«Αντήνορ, δεν αρέσκομαι ποσώς σ᾽ αυτά που λέγεις·
και λόγον τούτου ορθότερον να βγάλ᾽ ηξεύρει ο νους σου.
Αλλ᾽ αν τον λέγεις σοβαρά και μέτωρο δεν είναι,

360  τότε θα ειπώ, πως οι θεοί τα λογικά σού πήραν·
και θα ομιλήσω καθαρά των ιπποδάμων Τρώων·
το λέγω κατά πρόσωπον δεν δίδω εγώ την νέαν,
όμως να δώσω είμ᾽ έτοιμος τους θησαυρούς που επήρα
από το Άργος και πολλά δικά μου να προσθέσω».

365  Είπεν αυτά κι εκάθισε κι εμπρός τους εσηκώθη
ο Δαρδανίδης Πρίαμος ισόθεος στην γνώσιν,
και προς αυτούς ομίλησε με καλήν γνώμην κι είπε:
«Ακούτε, Τρώες, Δάρδανοι κι όσ᾽ είσθε βοηθοί μας,
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με.

370  Και τώρα, καθώς γίνεται, δειπνήσετε στην πόλιν,
και όλοι μείνετ᾽, άγρυπνοι στην νυκτοφυλακήν σας·
και άμα χαράξει ας πορευθεί στα γρήγορα καράβια
ο Ιδαίος του Αγαμέμνονος να ειπεί και Μενελάου,
ο Αλέξανδρος που ᾽ναι αφορμή της έχθρας, τι προβάλλει·

375  και λόγον να προσθέσει ορθόν, ο πόλεμος αν θέλουν
να παύσει ο επικατάρατος, ωσότου τους νεκρούς μας
να καύσομε· μετέπειτα θα κτυπηθούμε πάλι
ώσπου να δώσει ένας θεός την νίκην σ᾽ όποιον θέλει».
Είπε κι όλοι τον άκουσαν κι εστέρξαν εις τον λόγον·

380  και στον στρατόν εδείπνησε στην τάξιν του καθένας,
και άμ᾽ έφεξε στα βαθουλά καράβια πήγε ο Ιδαίος
και στου Αγαμέμνονος σιμά στην πρύμνην ήβρεν όλους
τους Δαναούς θεράποντες του Άρη συναγμένους·
και ο κήρυκας γλυκόφωνος στην μέση εστάθη κι είπε:

385  «Ατρείδη, των Παναχαιών σεις άλλοι πολεμάρχοι,
ο Πρίαμος και οι σεβαστοί με πρόσταξαν οι Τρώες
να σας ειπώ ν᾽ ακούσετε, και αν αρεστά σας είναι,
ο Αλέξανδρος που ᾽ναι αφορμή της έχθρας τι προβάλλει·
όλα τα πλούτη όπ᾽ έφερεν ο Αλέξανδρος στην Τροίαν

390  στα βαθουλά καράβια του —που να ᾽χε χαθεί πρώτα—
να τ᾽ αποδώσ᾽ είν᾽ έτομος και άλλα πολλά δικά του·
πλην την γυναίκα νυμφευτήν του ενδόξου Μενελάου
να δώσει αρνείται, αν και πολύ τούτο απαιτούν οι Τρώες.
Και άλλο να ειπώ μ᾽ επρόσταξαν, ο πόλεμος να παύσει,

395  αν θέλετε, ο κατάρατος, ωσότου τους νεκρούς μας
να καύσομε· μετέπειτα θα κτυπηθούμε πάλι
ώσπου να δώσει ένας θεός την νίκην σ᾽ όποιον θέλει».
Έπαυσε και όλοι εσίγησαν, άφωνοι εμείναν όλοι·
τέλος σ᾽ αυτούς ομίλησεν ο ανίκητος Διομήδης:

400  «Τα πλούτη απ᾽ τον Αλέξανδρον και μήτε την Ελένην
δεν θα δεχθούμε· φανερά κι ένα μωρό το βλέπει,
πως ήδη κρέμετ᾽ όλεθρος στην κεφαλήν των Τρώων».
Είπε, κι οι Αχαιόπαιδες μ᾽ αλαλαγμούς τον στέρξαν,
ως του Τυδείδη εθαύμασαν τον λόγον του ιπποδάμου.

405  Και στον Ιδαίον έλεγεν ο μέγας Αγαμέμνων:
«Τον λόγον συ των Αχαιών τώρ᾽ άκουσες, Ιδαίε,
πώς σου αποκρίνονται· κι εγώ την ίδιαν έχω γνώμην.
Και ως προς την καύσιν των νεκρών δεν θα την στερηθείτε·
και ποιος φιλαργυρεύεται προς τους απεθαμένους

410  παρηγοριά με την πυράν στο πνεύμα τους να δώσει;
Στον όρκον έχω μάρτυρα τον ύψιστον Κρονίδην».
Είπε και εις όλους τους θεούς ύψωσε αυτός το σκήπτρον.
Ο Ιδαίος πάλι ανέβηκε στην Ίλιον την αγίαν,
και οι Τρώες τότε εις σύνοδον ομού και οι Δαρδανίδες

415  εκάθονταν κι επρόσμεναν ο κήρυκας να φθάσει·
ήλθεν αυτός, εστάθηκε στο μέσον και τους είπε
το μήνυμα των Αχαιών· κι εκείνοι ετοιμαζόνταν
άλλοι να φέρουν τους νεκρούς και άλλοι κορμούς να κόψουν.
Και απ᾽ τ᾽ άλλο μέρος οι Αχαιοί σπουδάζαν απ᾽ τα πλοία

420  άλλοι να φέρουν τους νεκρούς και να ξυλεύσουν άλλοι.
Και τους αγρούς ο ήλιος φωτοβολούσε πάλιν
και απ᾽ τον βαθύν και σιγαλόν ωκεανόν επάνω
στον ουρανόν ανέβαινε· και αυτοί συναπαντώντο·
με κόπον εξεχώριζε καθένας τον νεκρόν του·

425  αλλ᾽ έπλεναν τα σώματα τα αιματοκυλισμένα
και δάκρυα χύνοντας θερμά στ᾽ αμάξια τα σηκώναν.
Και ο Πρίαμος δεν άφηνε να οδύρονται· κι εκείνοι
βουβοί, θλιμμένοι στην πυράν σωρεύαν τους νεκρούς των·
και αφού τους κάψαν γύρισαν στην Ίλιον την αγίαν·

430  και απ᾽ τ᾽ άλλο μέρος οι Αχαιοί με την καρδιάν θλιμμένην
κι εκείνοι επάνω εις την πυράν σωρεύαν τους νεκρούς των,
και αφού τους κάψαν γύρισαν στα βαθουλά καράβια.
Ακόμη δεν γλυκόφεγγε και στην πυράν τριγύρω
εκλεκτό μέρος Αχαιών σηκώθη από τον ύπνον

435  και ολόγυρά της πάγκοινον σηκώσα τάφον έναν
απ᾽ το πεδίον κι έκτισαν σιμά του τείχος μέγα
με υψηλούς πύργους, φύλαξιν δι᾽ αυτούς και τα καράβια·
πύλες κατόπιν στερεές στους πύργους μέσα εκάμαν,
πλατιές δια να ᾽χουν διάβασιν τ᾽ αμάξια με τους ίππους·

440  κι εγγύς του τείχους χάνδακα βαθύν απ᾽ έξω εσκάψαν
πλατύν, μεγάλον κι έμπηξαν στην άκρην του πασσάλους.
Σ᾽ αυτά μ᾽ αγώνα εργάζονταν των Αχαιών τα πλήθη·
και όλ᾽ οι αθάνατοι σιμά στον βροντητήν Κρονίδην
θαυμάζαν το κατόρθωμα των Αχαιών ανδρείων·

445  και ο Ποσειδών τότ᾽ άρχισε να λέγει ο κοσμοσείστης:
«Δία, πατέρα, είναι θνητός κανείς στην οικουμένην,
οπού να ειπεί την σκέψιν του στους αθανάτους πλέον;
Τους κομοφόρους Αχαιούς δεν βλέπεις πώς εκτίσαν
τείχος δια τα καράβια των και γύρω ανοίξαν λάκκον

450  και των θεών δεν έδωκαν τες εκλεκτές θυσίες;
Και ως όπου χύνεται το φως θα φθάσει τ᾽ άκουσμά του·
κι εκείνο θα λησμονηθεί, που τότ᾽ εγώ κι ο Φοίβος
του θείου Λαομέδοντος σηκώσαμε μ᾽ αγώνα.»
Βάρυνε ο Ζευς, κι είπε σ᾽ αυτόν, ο νεφελοσυνάκτης:

455  «Οϊμέ, τι είπες δυνατέ, μεγάλε κοσμοσείστη!
Εις άλλον θεόν άρμοζε να έλθει αυτός ο φόβος
στα χέρια και στην δύναμιν πολύ κατώτερόν σου·
και ως όπου χύνεται το φως θα φθάσει τ᾽ άκουσμά σου·
και σκέψου οπόταν οι Αχαιοί στην ποθητήν πατρίδα

460  γυρίσουν με τα πλοία τους, ιδού τι θενά κάμεις·
σπάσε, ρίξε στην θάλασσαν εσύ το τείχος όλο
και μ᾽ άμμον πάλι σκέπασε τ᾽ απέραντο ακρογιάλι,
κι εχάθηκε των Αχαιών ευθύς το μέγα τείχος».
Αυτούς τους λόγους έλεγαν εκείνοι· και το εσπέρας

465  ως ήλθεν, είχαν οι Αχαιοί το έργο τελειωμένο,
και βόδια σφάζαν στες σκηνές κατόπιν κι εδειπνήσαν·
τότε απ᾽ την Λήμνον με κρασί πάμπολλ᾽ αράξαν πλοία,
σταλμέν᾽ από τον Εύηνον που από την Υψιπύλην
και από τον αρχηγόν ανδρών Ιάσονα εγεννήθη.

470  Και κρασί μέτρα χίλια στους αδελφούς Ατρείδες
ο Ιασονίδης έδωκε διαλεκτό να πάρουν·
κι επρομηθεύοντο κρασί των Αχαιών καθένας,
και άλλοι χαλκόν αντέδιδαν, λαμπρόν σίδερον άλλοι,
άλλοι τομάρια βοδινά, ζωντανούς μόσχους άλλοι,

475  ανδράποδ᾽ άλλοι· κι έπειτα λαμπρό τραπέζι εστρώσαν,
και ολονυκτίς των Αχαιών το πλήθος εδειπνούσαν,
και οι Τρώες με τους βοηθούς στην πόλιν και οληνύκτα
κακά σ᾽ αυτούς σοφίζονταν ο πάνσοφος Κρονίδης
με φοβερές βροντές· και αυτοί τρομάζοντας εχύναν

480  απ᾽ τα ποτήρια το κρασί στην γην και δεν επίναν.
εις τον μεγαλοδύναμον Κρονίδην πριν σπονδίσουν·
κατόπιν όλοι επλάγιασαν κι εχάρηκαν τον ύπνον.


Ιλιάδα – Θ

– Γραμματεία –