diaforos

Just another WordPress site

Ιλιάδα Μ – Τειχομαχία

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer Iliad l
        greek-language.gr _ Homer – Iliad and Odyssey



Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
ἰᾶτ᾽ Εὐρύπυλον βεβλημένον· οἱ δ᾽ ἐμάχοντο
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ᾽ ἄρ᾽ ἔμελλε
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν

5 εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας,
ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ᾽ ἀέκητι τέτυκτο
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.

10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι᾽ Ἀχιλλεὺς
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
πολλοὶ δ᾽ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο,

15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
Ἀργεῖοι δ᾽ ἐν νηυσὶ φίλην ἐς πατρίδ᾽ ἔβησαν,
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
τεῖχος ἀμαλδῦναι, ποταμῶν μένος εἰσαγαγόντες.
ὅσσοι ἀπ᾽ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι,

20 Ῥῆσός θ᾽ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
τῶν πάντων ὁμόσε στόματ᾽ ἔτραπε Φοῖβος Ἀπόλλων,

25 ἐννῆμαρ δ᾽ ἐς τεῖχος ἵει ῥόον· ὗε δ᾽ ἄρα Ζεὺς
συνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ᾽ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγεῖτ᾽, ἐκ δ᾽ ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,

30 λεῖα δ᾽ ἐποίησεν παρ᾽ ἀγάρροον Ἐλλήσποντον,
αὖτις δ᾽ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε,
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ᾽ ἔτρεψε νέεσθαι
κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
Ὣς ἄρ᾽ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων

35 θησέμεναι· τότε δ᾽ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν᾽· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,
Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·

40 αὐτὰρ ὅ γ᾽ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
ὡς δ᾽ ὅτ᾽ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς

45 αἰχμὰς ἐκ χειρῶν· τοῦ δ᾽ οὔ ποτε κυδάλιμον κῆρ
ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
ὅππῃ τ᾽ ἰθύσῃ, τῇ τ᾽ εἴκουσι στίχες ἀνδρῶν·
ὣς Ἕκτωρ ἀν᾽ ὅμιλον ἰὼν ἐλλίσσεθ᾽ ἑταίρους

50 τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ᾽ ἄκρῳ
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρεῖ᾽, οὔτ᾽ ἄρ᾽ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν

55 ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
πυκνοὺς καὶ μεγάλους, δηΐων ἀνδρῶν ἀλεωρήν.
ἔνθ᾽ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.

60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
«Ἕκτορ τ᾽ ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρων,
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
ἡ δὲ μάλ᾽ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
ὀξέες ἑστᾶσιν, ποτὶ δ᾽ αὐτοὺς τεῖχος Ἀχαιῶν.

65 ἔνθ᾽ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ᾽ ἀρήγειν,
ἦ τ᾽ ἂν ἔγωγ᾽ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,

70 νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς·
εἰ δέ χ᾽ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
οὐκέτ᾽ ἔπειτ᾽ ὀΐω οὐδ᾽ ἄγγελον ἀπονέεσθαι
ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ᾽ Ἀχαιῶν.

75 ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
Ἕκτορι πάντες ἑπώμεθ᾽ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
οὐ μενέουσ᾽, εἰ δή σφιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.»

80 Ὣς φάτο Πουλυδάμας, ἅδε δ᾽ Ἕκτορι μῦθος ἀπήμων,
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ᾽ ἵππων ἠγερέθοντο,
ἀλλ᾽ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος

85 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ·
οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες,
πένταχα κοσμηθέντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο.
Οἱ μὲν ἅμ᾽ Ἕκτορ᾽ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα

90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ᾽ ἄρ᾽ ὄχεσφιν
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
τῶν δ᾽ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδής,

95 υἷε δύω Πριάμοιο· τρίτος δ᾽ ἦν Ἄσιος ἥρως,
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος.
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο,
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,

100 Ἀρχέλοχός τ᾽ Ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης.
Σαρπηδὼν δ᾽ ἡγήσατ᾽ ἀγακλειτῶν ἐπικούρων,
πρὸς δ᾽ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων μετά γ᾽ αὐτόν· ὁ δ᾽ ἔπρεπε καὶ διὰ πάντων.

105 οἱ δ᾽ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι,
βάν ῥ᾽ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ᾽ ἔτ᾽ ἔφαντο
σχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
Ἔνθ᾽ ἄλλοι Τρῶες τηλεκλειτοί τ᾽ ἐπίκουροι
βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·

110 ἀλλ᾽ οὐχ Ὑρτακίδης ἔθελ᾽ Ἄσιος, ὄρχαμος ἀνδρῶν,
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι,
νήπιος, οὐδ᾽ ἄρ᾽ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν

115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
ἔγχεϊ Ἰδομενῆος, ἀγαυοῦ Δευκαλίδαο.
εἴσατο γὰρ νηῶν ἐπ᾽ ἀριστερά, τῇ περ Ἀχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·

120 τῇ ῥ᾽ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
εὗρ᾽ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
ἀλλ᾽ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν᾽ ἑταίρων
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
τῇ ῥ᾽ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ᾽ ἅμ᾽ ἕποντο

125 ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκέτ᾽ Ἀχαιοὺς
σχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·
νήπιοι, ἐν δὲ πύλῃσι δύ᾽ ἀνέρας εὗρον ἀρίστους,
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,

130 τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
αἵ τ᾽ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ᾽ ἀραρυῖαι·

135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
οἱ δ᾽ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ᾽ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

140 Ἀσιάδην τ᾽ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
οἱ δ᾽ ἤτοι ἧος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ᾽ ἐν ὄρεσσιν
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ᾽ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων

150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο,
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
οἱ δ᾽ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων

155 βάλλον, ἀμυνόμενοι σφῶν τ᾽ αὐτῶν καὶ κλισιάων
νηῶν τ᾽ ὠκυπόρων· νιφάδες δ᾽ ὡς πῖπτον ἔραζε,
ἅς τ᾽ ἄνεμος ζαής, νέφεα σκιόεντα δονήσας,
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον, ἠμὲν Ἀχαιῶν

160 ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ᾽ ἀμφ᾽ αὖον ἀΰτευν
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ᾽ ᾤμωξέν τε καὶ ὣ πεπλήγετο μηρὼ
Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
«Ζεῦ πάτερ, ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο

165 πάγχυ μάλ᾽· οὐ γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἱ δ᾽, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ᾽ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες

170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ᾽ οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
χάσσασθαι πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.»
Ὣς ἔφατ᾽, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ᾽ ἀγορεύων·
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.

175 Ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ᾽ ἀγορεῦσαι·
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
νηῶν ἠμύνοντο· θεοὶ δ᾽ ἀκαχήατο θυμὸν

180 πάντες, ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
σὺν δ᾽ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
Ἔνθ᾽ αὖ Πειριθόου υἱός, κρατερὸς Πολυποίτης,
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διαπρὸ

185 αἰχμὴ χαλκείη ῥῆξ᾽ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
υἱὸν δ᾽ Ἀντιμάχοιο Λεοντεύς, ὄζος Ἄρηος,
Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.

190 αὖτις δ᾽ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
Ἀντιφάτην μὲν πρῶτον, ἐπαΐξας δι᾽ ὁμίλου,
πλῆξ᾽ αὐτοσχεδίην· ὁ δ᾽ ἄρ᾽ ὕπτιος οὔδει ἐρείσθη·
αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

195Ὄφρ᾽ οἱ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα μαρμαίροντα,
τόφρ᾽ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
οἵ ῥ᾽ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.

200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωὸν ἔτ᾽ ἀσπαίροντα· καὶ οὔ πω λήθετο χάρμης·
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν

205 ἰδνωθεὶς ὀπίσω· ὁ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλῳ,
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Τρῶες δ᾽ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.

210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
«Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ᾽ ἐνὶ βουλῇ
οὔτε ποτ᾽ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·

215 νῦν αὖτ᾽ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
Τρωσὶν ὅδ᾽ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,

220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωόν· ἄφαρ δ᾽ ἀφέηκε πάρος φίλα οἰκί᾽ ἱκέσθαι,
οὐδὲ τέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ᾽ Ἀχαιοί,

225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ᾽ αὐτὰ κέλευθα·
πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
ὧδέ χ᾽ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.»

230 Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
«Πουλυδάμα, σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,

235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
τύνη δ᾽ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι, τῶν οὔ τι μετατρέπομ᾽ οὐδ᾽ ἀλεγίζω,
εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,

240 εἴτ᾽ ἐπ᾽ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;

245 εἴ περ γάρ τ᾽ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
νηυσὶν ἐπ᾽ Ἀργείων, σοὶ δ᾽ οὐ δέος ἔστ᾽ ἀπολέσθαι·
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν᾽ ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,

250 αὐτίκ᾽ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.»
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
ὦρσεν ἀπ᾽ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ἥ ῥ᾽ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν

255 θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ᾽ Ἀχαιοὶ

260 πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
τὰς οἵ γ᾽ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
ἀλλ᾽ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
βάλλον ἀπ᾽ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.

265 Ἀμφοτέρω δ᾽ Αἴαντε κελευτιόωντ᾽ ἐπὶ πύργων
πάντοσε φοιτήτην, μένος ὀτρύνοντες Ἀχαιῶν.
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
«ὦ φίλοι, Ἀργείων ὅς τ᾽ ἔξοχος ὅς τε μεσήεις

270 ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
καὶ δ᾽ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,

275 αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.»
Ὣς τώ γε προβοῶντε μάχην ὤτρυνον Ἀχαιῶν.
τῶν δ᾽, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ᾽ ὤρετο μητίετα Ζεὺς

280 νιφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
κοιμήσας δ᾽ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ᾽ ἐφ᾽ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,

285 κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
εἴλυται καθύπερθ᾽, ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος·
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
αἱ μὲν ἄρ᾽ ἐς Τρῶας, αἱ δ᾽ ἐκ Τρώων ἐς Ἀχαιούς,
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.

290 Οὐδ᾽ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
εἰ μὴ ἄρ᾽ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
ὦρσεν ἐπ᾽ Ἀργείοισι, λέονθ᾽ ὣς βουσὶν ἕλιξιν.
αὐτίκα δ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,

295 καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
τὴν ἄρ᾽ ὅ γε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων,
βῆ ῥ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ᾽ ἐπιδευὴς

300 δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
εἴ περ γάρ χ᾽ εὕρῃσι παρ᾽ αὐτόφι βώτορας ἄνδρας
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
οὔ ῥά τ᾽ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,

305 ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
ἔβλητ᾽ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
ὥς ῥα τότ᾽ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
αὐτίκα δὲ Γλαῦκον προσέφη, παῖδ᾽ Ἱππολόχοιο·

310 «Γλαῦκε, τίη δὴ νῶϊ τετιμήμεσθα μάλιστα
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας
καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;

315 τῶ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
ὄφρα τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
“οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα

320 οἶνόν τ᾽ ἔξαιτον μελιηδέα· ἀλλ᾽ ἄρα καὶ ἲς
ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.”
ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ᾽ ἀθανάτω τε
ἔσσεσθ᾽, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην

325 οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
νῦν δ᾽ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ᾽ ὑπαλύξαι,
ἴομεν, ἠέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν.»
Ὣς ἔφατ᾽, οὐδὲ Γλαῦκος ἀπετράπετ᾽ οὐδ᾽ ἀπίθησε·

330 τὼ δ᾽ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
τοὺς δὲ ἰδὼν ῥίγησ᾽ υἱὸς Πετεῶο Μενεσθεύς·
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
πάπτηνεν δ᾽ ἀνὰ πύργον Ἀχαιῶν, εἴ τιν᾽ ἴδοιτο
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·

335 ἐς δ᾽ ἐνόησ᾽ Αἴαντε δύω, πολέμου ἀκορήτω,
ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα,
ἐγγύθεν· ἀλλ᾽ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ᾽ οὐρανὸν ἷκε,
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν

340 καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ᾽ αὐτὰς
ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
αἶψα δ᾽ ἐπ᾽ Αἴαντα προΐει κήρυκα Θοώτην·
«ἔρχεο, δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ᾽ ὄχ᾽ ἄριστον ἁπάντων

345 εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,

350 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
στῆ δὲ παρ᾽ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
«Αἴαντ᾽, Ἀργείων ἡγήτορε χαλκοχιτώνων,

355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
κεῖσ᾽ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ᾽ ὄχ᾽ ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ

360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.

365 αὐτίκ᾽ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
«Αἶαν, σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ᾽ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.»

370 Ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
καί οἱ Τεῦκρος ἅμ᾽ ᾖε κασίγνητος καὶ ὄπατρος·
τοῖς δ᾽ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ᾽ ἵκοντο,

375 οἱ δ᾽ ἐπ᾽ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
σὺν δ᾽ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ᾽ ἀϋτή.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,
Σαρπήδοντος ἑταῖρον, Ἐπικλῆα μεγάθυμον,

380 μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
κεῖτο μέγας παρ᾽ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
χείρεσσ᾽ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ᾽ ἡβῶν,
οἷοι νῦν βροτοί εἰσ᾽· ὁ δ᾽ ἄρ᾽ ὑψόθεν ἔμβαλ᾽ ἀείρας,
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ᾽ ὀστέ᾽ ἄραξε

385 πάντ᾽ ἄμυδις κεφαλῆς· ὁ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀφ᾽ ὑψηλοῦ πύργου, λίπε δ᾽ ὀστέα θυμός.
Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδ᾽ Ἱππολόχοιο,
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
ᾗ ῥ᾽ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.

390 ἂψ δ᾽ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ᾽ ἐπέεσσι.
Σαρπήδοντι δ᾽ ἄχος γένετο Γλαύκου ἀπιόντος,
αὐτίκ᾽ ἐπεί τ᾽ ἐνόησεν· ὅμως δ᾽ οὐ λήθετο χάρμης,
ἀλλ᾽ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας

395 νύξ᾽, ἐκ δ᾽ ἔσπασεν ἔγχος· ὁ δ᾽ ἑσπόμενος πέσε δουρὶ
πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Σαρπηδὼν δ᾽ ἄρ᾽ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
ἕλχ᾽, ἡ δ᾽ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.

400 Τὸν δ᾽ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ᾽ ὁ μὲν ἰῷ
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ

405 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
χώρησεν δ᾽ ἄρα τυτθὸν ἐπάλξιος· οὐδ᾽ ὅ γε πάμπαν
χάζετ᾽, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
κέκλετο δ᾽ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
«ὦ Λύκιοι, τί τ᾽ ἄρ᾽ ὧδε μεθίετε θούριδος ἀλκῆς;

410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
ἀλλ᾽ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.»
Ὣς ἔφαθ᾽, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.

415 Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
οὔτε ποτ᾽ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο

420 τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
ἀλλ᾽ ὥς τ᾽ ἀμφ᾽ οὔροισι δύ᾽ ἀνέρε δηριάασθον
μέτρ᾽ ἐν χερσὶν ἔχοντες, ἐπιξύνῳ ἐν ἀρούρῃ,
ὥ τ᾽ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἱ δ᾽ ὑπὲρ αὐτέων

425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
πολλοὶ δ᾽ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.

430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
ἐρράδατ᾽ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
ἀλλ᾽ οὐδ᾽ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
ἀλλ᾽ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει

435 ἰσάζουσ᾽, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
πρίν γ᾽ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·

440 «ὄρνυσθ᾽, ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.»
Ὣς φάτ᾽ ἐποτρύνων, οἱ δ᾽ οὔασι πάντες ἄκουον,
ἴθυσαν δ᾽ ἐπὶ τεῖχος ἀολλέες· οἱ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ᾽ ἔχοντες,

445 Ἕκτωρ δ᾽ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
ἑστήκει πρόσθε, πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
ὀξὺς ἔην· τὸν δ᾽ οὔ κε δύ᾽ ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ᾽ ἄμαξαν ἀπ᾽ οὔδεος ὀχλίσσειαν,
οἷοι νῦν βροτοί εἰσ᾽· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.

450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
ὡς δ᾽ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λαᾶν ἀείρας,
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας,

455 δικλίδας ὑψηλάς· δοιοὶ δ᾽ ἔντοσθεν ὀχῆες
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας,
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
ῥῆξε δ᾽ ἀπ᾽ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω

460 βριθοσύνῃ, μέγα δ᾽ ἀμφὶ πύλαι μύκον, οὐδ᾽ ἄρ᾽ ὀχῆες
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
λᾶος ὑπὸ ῥιπῆς· ὁ δ᾽ ἄρ᾽ ἔσθορε φαίδιμος Ἕκτωρ
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ

465 δοῦρ᾽ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
νόσφι θεῶν, ὅτ᾽ ἐσᾶλτο πύλας· πυρὶ δ᾽ ὄσσε δεδήει.
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ᾽ ὅμιλον
τεῖχος ὑπερβαίνειν· τοὶ δ᾽ ὀτρύνοντι πίθοντο.
αὐτίκα δ᾽ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατ᾽ αὐτὰς

470 ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ᾽ ἀλίαστος ἐτύχθη.


Ιλιάδα – Λ
Τειχομαχία.

Αυτού θεράπευε ο λαμπρός υιός του Μενοιτίου
του Ευρυπύλου την πληγήν· ωστόσο επολεμούσαν
Τρώες και Αργείοι σύσσωμοι· μηδ᾽ έμελλε το τείχος
το μέγα μηδέ ο χάντακας φραγμός δι᾽ αυτούς να είναι,

5  που έκτισαν οι Δαναοί προφυλακήν των πλοίων,
χωρίς να δώσουν των θεών εξαίσιες εκατόμβες·
και τα πολλά τους λάφυρα να κλείσει και τα πλοία
το έκτισαν· αλλ᾽ άβουλα των αθανάτων όλων·
όθεν πολύν δεν έμεινε καιρόν ορθό το κτίσμα.

10  Όσ᾽ ήτο ο Έκτωρ στην ζωήν κι εθύμωνε ο Πηλείδης
και άπαρτη ακόμη εσώζονταν η πόλις του Πριάμου,
ολόρθο και των Αχαιών το μέγα τείχος ήταν·
αλλ᾽ όταν οι καλύτεροι των Τρώων απεθάναν,
και πάμπολλοι των Δαναών επέσαν και άλλοι εμείναν,

15  και μες στον χρόνον δέκατον επόρθησαν την Τροίαν
οι Αργείοι και όλοι εγύρισαν στην ποθητήν πατρίδα,
ο Απόλλων και ο Ποσειδών σκεφθήκαν ν᾽ αφανίσουν
το τείχος, όταν έσυραν την δύναμιν απ᾽ όσα
από την Ίδην ροβολούν στην θάλασσαν ποτάμια

20  Κάρησος, Ρήσος, Γράνικος, Επτάπορος, Ροδίος,
Αίσηπος, θείος Σκάμανδρος και το Σιμούντειον ρεύμα,
εκεί που κράνη πάμπολλα και ασπίδες και ημιθέων
γένος ανδρών στους άμμους του κυλούνται πεσημένα·
αυτών ο Απόλλων έγυρε τα στόματα κι εννέα

25  ημέρες ρέαν όλα ομού στο τείχος, ενώ επάνω
άκοπα έβρεχεν ο Ζευς το τείχος να ποντίσει.
Και ο ίδιος με την τρίαιναν εμπρός ο κοσμοσείστης
ροβόλαε στην θάλασσαν τα θέμελ᾽ από πέτρες
και από κορμούς, που οι Δαναοί με κόπον είχαν θέσει.

30  Και στον βαθύν Ελλήσποντον εγγύς εσιάδωσ᾽ όλα,
και μ᾽ άμμον πάλι εσκέπασε το απέραντο ακρογιάλι,
το τείχος αφού αφάνισε· κι έγυρε τα ποτάμια
όπου και πρώτα να κυλούν τα όμορφα νερά τους.
Αυτά να κάμουν έμελλαν ο Ποσειδών και ο Φοίβος

35  έναν καιρόν· αλλ᾽ έβραζε στο στερεωμένο τείχος
η μάχη τότε κι έτριζαν των πύργων τα δοκάρια,
και αυτού καθώς τους δάμασεν η μάστιγα του Δία
οι Αργείοι προς τα πλοία τους σφικτά στενοχωρούντο
τον Έκτορα φοβούμενοι δεινόν φυγής εργάτην.

40  Και αυτός, ως πρώτα, εμάχονταν, ωσάν ανεμοζάλη.
Και σαν χοίρος ή λέοντας στην μέση ανδρών και σκύλων
σ᾽ αυτούς γυρίζει μ᾽ αίσθησιν της ρώμης του μεγάλην·
φάλαγγα εκείνοι πυργωτήν αντίκρυ του μορφώνουν
και ρίχνουν βέλη αμέτρητα κι η ευγενής ψυχή του

45  φόβον δεν έχ᾽ ή δισταγμόν, αν και νεκρός θα πέσει
απ᾽ την ανδραγαθίαν του και των ανδρών τους λόχους
να σπάσει συχνοστρέφεται· και όπου χουμήσει εκείνος
οι πυκνοί λόχ᾽ υποχωρούν· παρόμοια μες στα πλήθη
ο Έκτωρ τους συντρόφους του παρακαλούσεν όλους

50  να διαβούν τον χάνδακα κι οι ίπποι του οι γενναίοι
δεν ετολμούσαν και σφοδρά χλιμίντριζαν στην άκρην
ορθοί· καθώς τους φόβιζε φαρδύς εμπρός ο λάκκος
που δεν θα διάβαιν᾽ εύκολα κανείς ή θα πηδούσε.
Ότ᾽ υψηλές εστέκονταν και κρεμαστές οι άκρες

55  και απ᾽ τα δυο μέρη και άνωθεν ακονητά σταλίκια
είχαν στυλώσ᾽ οι Αχαιοί τρανά και στριμωμένα
προς τους εχθρούς προφυλακήν· και αυτού δεν θα ημπορούσεν
ευκόλως ίππος σέρνοντας καλότροχον αμάξι
πόδι να στήσει και οι πεζοί διστάζαν να περάσουν.

60  Και στον τολμηρόν Έκτορα τότ᾽ είπε ο Πολυδάμας:
«Έκτωρ και όλ᾽ οι αρχηγοί των βοηθών και Τρώων,
ανόητα στον χάντακα τους ίππους οδηγούμε·
ότ᾽ είναι κακοδιάβατος, ως έχει ακονισμένα
σταλίκια κι είναι οπίσω τους των Αχαιών το τείχος.

65  Δεν γίνεται να κατεβούν ουδέ να πολεμήσουν
ιππείς και μες στο στένεμα θ᾽ αφανισθούμεν όλοι,
διότι αν τους εμίσησε και τους εξολοθρεύει
εις την οργήν του ο Βροντητής και βοηθεί τους Τρώας,
ήθελ᾽ αμέσως να γενεί κι εδώ μακράν απ᾽ τ᾽ Άργος

70  οι Αχαιοί να συντριβούν αυτοί και τ᾽ όνομά τους·
αλλ᾽ αν στραφούν πάλιν αυτοί κι εμείς από τα πλοία
διωχθούμε και όλοι πέσομε στου χάντακος το βάθος,
θαρρώ πως μηδέ μηνυτής στην πόλιν δεν θα φθάσει
απ᾽ τον διωγμόν των Αχαιών να ειπεί τον όλεθρόν μας.

75  Κι ελάτε τώρα, ό,τι θα ειπώ να το δεχθούμεν όλοι·
τους ίππους οι ακόλουθοι στον χάντακ᾽ ας κρατήσουν,
κι εμείς πεζοί τον Έκτορα με τ᾽ άρματά μας όλοι
θ΄ ακολουθήσoμεν μ᾽ ορμήν, και αν είναι διορισμένο
ν᾽ αφανισθούν, οι Αχαιοί δεν θα σταθούν εμπρός μας».

80  Ο Έκτωρ ήβρε ωφέλιμον ό,τι είπε ο Πολυδάμας,
και από τ᾽ αμάξι πήδησε χαμαί με τ᾽ άρματ᾽ όλα,
ούδ᾽ έμειναν στ᾽ αμάξια τους οι άλλοι συναγμένοι,
αλλ᾽ όλοι κάτω επήδησαν στον Έκτορα κατόπιν.
Και όλοι τούς κυβερνήτες των παράγγειλαν να στήσουν

85  με καλήν τάξη έμπροσθεν του χάντακος τους ίππους·
κι εκείν᾽ εις πέντε σώματα με τάξιν χωρισθήκαν,
καθένα με τους αρχηγούς. Έκτωρ και Πολυδάμας
είχαν το σώμα το εκλεκτό, πυκνό και ανδρειωμένο,
που εμάνιζε το τείχισμα να σπάσει και στα πλοία

90  να φέρει ευθύς τον πόλεμον· τρίτος ο Κεβριόνης
ήταν σ᾽ εκείνους αρχηγός· κι είχεν αφήσει ο Έκτωρ
άνδρ᾽ απ᾽ αυτόν κατώτερον στ᾽ αμάξι κυβερνήτην·
στο δεύτερον ο Αλέξανδρος, ο Αλκάθοος και ο Αγήνωρ·
ο Έλενος, ο Δηίφοβος, αγόρια του Πριάμου,

95  στο τρίτον σώμα και μ᾽ αυτούς ο Άσιος Υρτακίδης
ο ήρως, που απ᾽ τον ποταμόν Σελλήεντα είχαν φέρει
ίπποι φλογώδεις υψηλοί μέσ᾽ από την Αρίσβην.
Το τέταρτ᾽ ο καλός υιός του Αγχίση εκυβερνούσε
ο Αινείας, και μαζί μ᾽ αυτόν ο Αρχέλοχος και Ακάμας

100  δύο παιδιά του Αντήνορος· και τους εξακουσμένους
βοηθούς οδήγα ο Σαρπηδών, κι επήρε εις το πλευρόν του
τον Γλαύκον και τον φοβερόν στα όπλα Αστεροπαίον,
που, έξω απ᾽ αυτόν, ανώτερον απ᾽ όλους στην ανδρείαν
του εφάνηκαν καλύτεροι των άλλων πολεμάρχων.

105  Και πήκτραν αφού εμόρφωσαν στενά με τες ασπίδες
στους Δαναούς εχύθηκαν κι εθάρρουν ότι εκείνοι
δεν θα σταθούν και ακράτητοι θα πέσουν εις τα πλοία.
Κι οι άλλοι Τρώες και οι λαμπροί βοηθοί των υπακούσαν
σ᾽ ό,τ᾽ είπε με την άψεγην ψυχήν του ο Πολυδάμας·

110  μόνος δεν το ηθέλησεν ο Άσιος Υρτακίδης,
αυτού με τον ηνίοχον τους ίππους του ν᾽ αφήσει,
αλλά μ᾽ εκείνους όρμησε προς τα γοργά καράβια,
μωρός, οπού δεν έμελλε την μοίραν να ξεφύγει
και απ᾽ τα καράβια νικητής να γύρει με τους ίππους

115  περήφαν᾽ ανεβαίνοντας στην ανεμώδη πόλιν·
διότι μοίρα σκοτεινή τον πήρε με την λόγχην
του υιού του Δευκαλίωνος μεγάλου Ιδομενέως.
Διότι κει που οι Δαναοί με τα ζεμέν᾽ αμάξια
απ᾽ το πεδίον γύριζαν, αριστερά των πλοίων,

120  έσπρωξε αυτός την άμαξαν, ούδ᾽ ήσαν εις τες πύλες
κλεισμένα τα θυρόφυλλα με τον μακρύν τους σύρτην,
αλλά τα ᾽χαν ολάνοικτα δια να δεχθούν εκείνους
που εφεύγαν απ᾽ τον πόλεμον προς τα γοργά καράβια.
Κει με τους ίππους όρμησε και με κραυγήν κατόπιν

125  οι σύντροφοί του κι έλεγαν που εμπρός τους δεν θα 
μείνουν οι Αχαιοί και ακράτητοι θα πέσουν στα καράβια.
Κι ήβραν στες πύλες οι μωροί δυο πολεμάρχους πρώτους,
δυο τέκνα μεγαλόψυχα των Λαπιθών ηρώων,
του Πειριθόου τον υιόν, ανδρείον Πολυποίτην

130  και τον Λεοντέα πόμοιαζε του ανθρωποφόνου Άρη.
Στες υψηλές πύλες εμπρός ήσαν στημένοι εκείνοι
ακλόνητοι, ως υψίκομα δρυά στα όρη επάνω,
οπού βροχή και άνεμος τα δέρνουν αιωνίως,
εις τες μεγάλες ρίζες των βαθιά θεμελιωμένα·

135  ομοίως εις τα χέρια τους θαρρώντας και στην ρώμην
τον μέγαν Άσιον άφοβα περίμεναν εκείνοι.
Κι ίσια στο τείχος το παχύ μ᾽ ασπίδες σηκωμένες
οι γενναιόκαρδοι οπαδοί του πολεμάρχου Ασίου
Ιαμενός, Οινόμαος, Ορέστης, Ασιάδης,

140  Θόων και Αδάμας με κραυγές εμπρός επροχωρήσαν.
Και ως τότ᾽ εκείνοι μέσαθε σφοδρά παρακινούσαν
τους Αχαιούς ν᾽ αγωνισθούν να σώσουν τα καράβια·
αλλ᾽ άμα ενόησαν εμπρός να προχωρούν οι Τρώες
στο τείχος και των Δαναών βοή φυγής ακούσθη,

145  τότε απ᾽ τες πύλες όρμησαν κι εμπρός επολεμούσαν
εκείν᾽ οι δύο, και όμοιαζαν αγριόχοιροι στα όρη,
που καρτερούν ατρόμητοι πλήθος ανδρών και σκύλων,
και όπως ορμούν δεξιά ζερβιά τα δένδρα σπουν του δάσους
μ᾽ όλες τες ρίζες, και κροτούν τα δόντια των θηρίων,

150  ωσότου κάποιος την ζωήν μ᾽ ακόντι να τους πάρει.
Όμοια κροτούσεν ο χαλκός στα στήθη αυτών των δύο
ως τους κτυπούσαν άντικρυ· κι εκείνοι επολεμούσαν
ανδρείως εις την ρώμην τους θαρρώντας και στα πλήθη,
που από τους πύργους άνωθεν ακόντιζαν λιθάρια

155  να σώσουν απ᾽ τον όλεθρον την ποθητήν ζωήν τους,
τα πλοία των και τες σκηνές· και ως η πνοή του ανέμου,
όταν σφοδρώς ετίναξε τα σκιοφόρα νέφη,
μ᾽ επανωτές χιονοβολές την θρέπτραν γην σκεπάζει,
ομοίως απ᾽ τα χέρια των Αχαιών και Τρώων

160  τ᾽ ακόντια ρέαν άπειρα· και από τες χοντρές πέτρες
ηχούσαν κούφια κόρυθες και ομφαλωτές ασπίδες.
Και τότε βαθιά στέναξεν ο Άσιος Υρτακίδης,
κι εγόγγυξε κι εφώναξε κτυπώντας τα μεριά του:
«Και συ το ψέμ᾽ αγάπησες, οϊμέ, πατέρα Δία·

165  εγώ δεν πίστευα ποτέ ν᾽ αντισταθούν οι Αργείοι
στα χέρια μας τ᾽ ανίκητα και στην σφοδρήν ορμήν μας.
Και ωσάν σφήκες ή μέλισσες με ζώσιν λυγισμένην
εις δρόμον κτίσαν πτερωτόν την θολωτήν οικίαν
και αν έλθουν άνδρες κυνηγοί δεν φεύγουν αλλά μένουν

170  και από τον βράχον πολεμούν να σώσουν τα παιδιά των,
όμοια και τούτοι μόνοι δυο τες πύλες δεν αφήνουν
και μένουν είτε θάνατον να δώσουν ή να λάβουν».
Είπεν αλλά δεν έπεισε την γνώμην του Κρονίδη,
που εβούλετο στον Έκτορα την δόξαν να χαρίσει.

175  Και ομοίως τότ᾽ εμάχονταν εις άλλες πύλες άλλοι
αλλ᾽ όλα τούτα ωσάν θεός να ειπώ φωνήν δεν έχω·
ότι παντού πολέμου πυρ εμάνιζε στο τείχος
κι οι Αργείοι δια τα πλοία τους βιασμένοι επολεμούσαν,
αν και θλιμμένοι· και οι θεοί που βοηθοί τους ήσαν

180  κατάκαρδα τους Δαναούς εσυμπονούσαν όλοι.
Και οι δυο Λαπίθες κίνησαν να συγκροτήσουν μάχην.
Και ο Πολυποίτης κραταιός υιός του Πειριθόου
τον Δάμασον εκτύπησε στο χάλκινό του κράνος·
το κράνος δεν εκράτησε το χαλκοφόρο ακόντι

185  που εσύντριψε το κόκαλο κι εγέμισ᾽ όλος αίμα
ο εγκέφαλος· και ως νέκρωσεν εκείνου την ανδρείαν
έπεσαν απ᾽ την λόγχην του ο Όρμενος και ο Πύλων
και ακόντισεν ο Λεοντεύς, καλός βλαστός του Άρη,
στην ζώνην τον Ιππόμαχον του Αντιμάχου γόνον.

190  Και από την θήκην έσυρε το κοφτερόν του ξίφος,
στο πλήθος όρμησε και αυτού τον Αντιφάτην πρώτον
κτύπησε και τον έστρωσε τ᾽ ανάσκελα στο χώμα.
Κατόπιν Μένων, Ιαμενός και Ορέστης εστρωθήκαν
απ᾽ το κοντάρι του όλοι ομού· κι ενώ τους εγυμνώναν

195  απ᾽ τα λαμπρά τους άρματα, τ᾽ αγόρια τ᾽ ανδρειωμένα
ο Πολυδάμας ο λαμπρός και ο Έκτωρ οδηγούσαν,
σώμα εκλεκτό πυκνότατο, που εδίψαε να σπάσει
το τείχος και των Αχαιών να κάψει τα καράβια.
Κι εμπρός στον χάντακα έστεκαν και ακόμη εμεριμνούσαν,

200  ότι ενώ ήσαν πρόθυμοι τον λάκκον να περάσουν,
υψηλοπέτης αετός εφάνη δεξιά τους,
και ζωντανός στα νύχια του και κοκκινοβαμμένος
μέγας σπαρνούσε δράκοντας και πολεμούσε ακόμη·
όσο που οπίσω γέρνοντας τον αετόν στο στήθος

205  έκοψε κάτω απ᾽ τον λαιμόν· κι εκείνος απ᾽ τον πόνον
απόλυσε τον δράκοντα να πέσει μες στο πλήθος
και κρώζοντας επέταξε με τες πνοές του ανέμου·
και άμα τον στικτόν δράκοντα, σημείον του Κρονίδη,
νεκρόν είδαν στο μέσον τους, επάγωσαν οι Τρώες.

210  Εις τον τολμηρόν Έκτορα τότ᾽ είπε ο Πολυδάμας:
«Έκτωρ, μ᾽ ελέγχεις πάντοτε στην σύνοδον, αν λέγω
το αγαθόν, και του λαού τωόντι δεν αρμόζει
στον πόλεμον ή στην βουλήν παράκαιρα να λέγει,
αλλά να υψώνει πάντοτε χρεωστεί την δύναμίν σου·

215  και τώρα πάλιν ό,τι ορθόν νομίζω θα ομιλήσω.
Με τ᾽ άρματ᾽ ας μη πέσομε στων Δαναών τα πλοία,
διότ᾽ ιδού τι προνοώ· το πουλί τούτο αν ήλθε,
ο υψηλοπέτης αετός, στα δεξιά των Τρώων,
εις την στιγμήν που πρόθυμα τον λάκκον θα περνούσαν,

220  και δράκοντ᾽ είχε ζωντανόν στα νύχια του μεγάλον,
και τον απόλυσεν ευθύς, ώστε στα γονικά του
δεν έφθασε, στα τέκνα του τροφήν να τον προσφέρει·
όμοια κι εμείς, αν σπάσομε τες πύλες και το τείχος
των Αχαιών ορμητικώς, και αυτοί τα οπίσω κάμουν,

225  στον ίδιον δρόμον άσχημα θα γύρομε απ᾽ τα πλοία,
ότι θ᾽ αφήσομεν αυτού πολλούς απ᾽ τους δικούς μας
οπού θα σφάξουν οι Αχαιοί τα πλοία τους να σώσουν.
Ιδού πώς μάντης ικανός και γνώστης των σημείων
οπού τον σέβονται οι λαοί, το πράγμα θα εξηγούσε».

230  Μ᾽ άγριον βλέμμ᾽ απάντησεν ο λοφοσείστης Έκτωρ:
«Δεν μου αρέσει παντελώς ό,τ᾽ είπες, Πολυδάμα·
και λόγον τούτου ορθότερον να βγάλει ξεύρει ο νους σου.
Αλλ᾽ αν τον λέγεις σοβαρά και μέτωρο δεν είναι,
τότ᾽ οι θεοί σ᾽ εμώραναν, αφού με συμβουλεύεις

235  του υψίστου Δία τες βουλές εγώ να λησμονήσω,
που με ρητήν υπόσχεσιν μου εμήνυσεν εκείνος·
και στα πλατύπτερα πουλιά συ θέλεις να υπακούσω·
κι εγώ δεν τα ψηφώ ποσώς, ή στου φωτός τα μέρη
δεξιά πετούν ή αριστερά στου σκότους τον αέρα.

240  Κι εμείς ας υπακούσομε του Βροντητή Κρονίδη
εις την υπέρτατην βουλήν, που μόνος βασιλεύει
των αθανάτων και θνητών· ένα σημάδι μόνον
είναι καλόν, να προμαχείς για την γλυκιά πατρίδα.
Κι εσύ προς τι τον πόλεμον φοβείσαι και την μάχην;

245  Διότι αν και όλοι πέσομεν νεκροί μες στα καράβια
εμείς οι άλλοι, να χαθείς εσύ δεν είναι φόβος·
ότ᾽ η καρδιά σου είν᾽ άνανδρη και φεύγει από τες μάχες·
αλλ᾽ αν από τον πόλεμον θ᾽ απέχεις ή τολμήσεις
με λόγια από τον πόλεμον ν᾽ απομακρύνεις άλλους,

250  μάθε ότι από την λόγχην μου θα χάσεις την ζωήν σου».
Και όρμησε πρώτος· με βοήν οι άλλοι ακολουθούσαν
και από την Ίδην σήκωσεν ο Ζευς ανεμοζάλην,
που σκόνης ένα σύγνεφον εφύσησε στα πλοία
κι εμάργωσε των Αχαιών τον νουν ο βροντοφόρος,

255  την δόξαν εις τον Έκτορα να δώσει και εις τους Τρώας,
Κι εκείνοι στα σημεία του θαρρώντας και στην ρώμην
των Αχαιών το τείχισμα να σπάσουν προσπαθούσαν.
Τους προμαχώνες γκρέμιζαν, τραβούσαν τα στεφάνια,
και με λοστούς εκλόνιζαν τες στήλες, που είχαν θέσει

260  πρώτες στην γην οι Αχαιοί στηρίγματα των πύργων·
και άμ᾽ αυτές πέσουν, έλπιζαν το τείχισμα να σπάσουν.
Όμως την θέσιν οι Αχαιοί δεν άφηναν ακόμη,
αλλ᾽ από ασπίδες έκαμαν φραγμόν στους προμαχώνες
κι εκείθ᾽ εκτύπαν τους εχθρούς του τείχους εις τον πάτον.

265  Στους πύργους τότ᾽ οι Αίαντες και οι δυο παντού γυρίζαν
κι εμψύχωναν τους Αχαιούς, με καλοσύνην άλλους,
άλλους με λόγον αυστηρόν, αν έβλεπαν να φεύγουν
ολότελ᾽ απ᾽ τον πόλεμον: «Ω φίλοι απ᾽ τους Αργείους
έξοχος είναι ή μέτριος, μικρότερος αν είναι —

270  ότι όλοι δεν είναι όμοιοι στον πόλεμον οι άνδρες—
έχει το μέρος του ο καθείς εις τούτον τον αγώνα·
και το νοείτε μόνοι σας· κανείς ας μη προσέχει
εις τες φοβέρες και στραφεί να φύγει προς τα πλοία
και αντιπαρακινούμενοι στα εμπρός ορμήσετ᾽ όλοι,

275  ίσως μας δώσει ο Βροντητής του Ολύμπου βασιλέας
οπίσω προς την πόλιν τους να διώξουμε τους Τρώας».
Και με βοήν σπρώχναν αυτοί τους Αχαιούς στην μάχην.
Και ως πέφτουν οι χιονοβολές πυκνές ώρα χειμώνος,
όταν ο Ζευς ο πάνσοφος να δείξει αποφασίσει

280  εις τους θνητούς τα βέλη του και να χιονίσει αρχίζει·
κοιμούνται, ως θέλ᾽, οι άνεμοι, και άκοπ᾽ αυτός το χύνει,
ως να σκεπάσει τα υψηλά βουνά, τες άκρες όλες
και τα χωράφια των θνητών και τ᾽ ανθηρά λιβάδια
λιμάνι᾽ ακόμα, ακρογιαλιές, και στης λευκής θαλάσσης

285  το κύμα ευρίσκει αντίστασιν· κι επάνω εις όλα τ᾽ άλλα
το χιόνι πέρ᾽ απλώνεται, όταν ποντίσει ο Δίας·
ομοίως έπεφταν πυκνές οι πέτρες απ᾽ τα χέρια
των Τρώων εις τους Αχαιούς, των Αχαιών στους Τρώας,
και βρόντος εσηκώνετο στο τείχος πέρα πέρα.

290  Και οι Τρώες με τον Έκτορα τες πύλες και τον σύρτην
τον μέγαν δεν θα έριχναν, πλην τον υιόν του ο Δίας
έσπρωξεν ο πολύβουλος τον θείον Σαρπηδόνα
στους Αχαιούς, ως λέοντα μέσα εις βοδιών κοπάδι.
Την εύμορφην επρόβαλε και στρογγυλήν ασπίδα,

295  οπού τεχνίτης χάλκινην του ᾽χε σφυροκοπήσει,
και αφού με δίπλες βοδινές την έστρωσε από μέσα,
με σύρματα ολόχρυσα τες έραψε ως τον γύρον.
Εκείνην πρόβαλεν εμπρός, και σείοντας δυο λόγχες
εκίνησεν ως λέοντας, που δεν εγεύθη κρέας

300  πολύν καιρόν, και σπρώχνει τον η ανδράγαθη ψυχή του
και μέσα εις κτίριο στερεό στα πρόβατα να πέσει·
και αν τους ποιμένας έβρει αυτού με σκύλους και μ᾽ ακόντια
τ᾽ αρνία να περιφρουρούν, δεν βούλεται απ᾽ την στάσιν
ν᾽ αναχωρήσει ατόλμητος, αλλ᾽ ή πηδώντας μέσα

305  κανέν᾽ αρπάζει πρόβατον, ή βέλος από χέρι
ανδρειωμένο τον κτυπά. Τον Σαρπηδόνα ομοίως
κινούσε η θεία του ψυχή να πεταχθεί στο τείχος
και μες στους προμαχώνες του δρόμον πλατύν να σχίσει.
Και στου Ιππολόχου τον υιόν, τον Γλαύκον ευθύς είπε:

310  «Γλαύκε, διατί τιμώμασθεν έξοχα εμείς οι δύο
με θέσιν και με κρέατα και γεμιστά ποτήρια
εις την Λυκίαν, και ως θεούς μας βλέπει ο κόσμος όλος;
Και κτήμα μέγα ελάβαμεν του Ξάνθου αυτού στες άκρες
δενδρόφυτον και κάρπιμο χωράφι σιτοφόρο;

315  Όθεν χρεωστούμε ανάμεσα εις τους Λυκίους πρώτοι
και τώρα ν᾽ απαντήσομε τον φλογερόν αγώνα.
Ώστε να ειπεί τούτο κανείς των θωρηκτών Λυκίων:
«Όχι, καθόλου αδόξαστοι δεν είναι οι βασιλείς μας,
που την Λυκίαν κυβερνούν κι εάν ερίφια τρώγουν

320  και πίνουν διαλεκτό κρασί, τους βλέπουμε να λάμπουν
εις την ανδρείαν, πρόμαχοι στα πλήθη των Λυκίων.
Αν, ακριβέ μου, φεύγοντας απ᾽ τον αγώνα τούτον
αθάνατοι θα εμέναμε και αγέραστοι κατόπιν,
τότε ούδ᾽ εγώ θα έβγαινα να προμαχώ και σένα

325  δεν θα ᾽στελνα στον πόλεμον, όπου δοξάζονται άνδρες,
αλλ᾽ αφού είναι οι θάνατοι πολλοί και να τους φύγει
κανείς δεν δύναται θνητός, ας πάμε και στην μάχην
άλλοι μ᾽ εμάς θα καυχηθούν ή εμείς θα καυχηθούμε».
Το εδέχθη ο Γλαύκος πρόθυμα, και αντάμα των Λυκίων

330  τον μέγαν κίνησαν λαόν· του Πετεώ το τέκνον
άμα τους είδε, ο Μενεσθεύς, επάγωσε· ότι επάνω
ορμούσαν εις τον πύργον του τον όλεθρον να φέρουν.
Και ολόγυρά του εκοίταζε να ιδεί των πολεμάρχων
κανέναν στην ανάγκην τους βοηθός αυτού να δράμει·

335  κι εγγύς είδε τους Αίαντας, λεοντόκαρδο ζευγάρι,
στον πύργον και από την σκηνήν τον Τεύκρον μόλις ήλθε·
αλλά βοήν δια ν᾽ ακουσθεί να σύρει δεν ημπόρει
ότ᾽ ήταν κτύπος πόφθανεν ως τ᾽ ουρανού τον θόλον,
οι ασπίδες ως εκρούοντο και οι περικεφαλαίες.

340  Και οι πύλες, ότ᾽ ήσαν κλειστές και οι Τρώες να τες 
σπάσουν επροσπαθούσαν και με ορμήν κατόπιν να περάσουν.
Κι έστειλ᾽ ευθύς στον Αίαντα τον κήρυκα Θοώτην.
«Θοώτη, εδώ τον Αίαντα πετάξου να καλέσεις,
τους δύο μάλιστα· ότι αυτό θα ήταν σωτηρία,

345  ότι φρικτός αφανισμός σ᾽ ολίγο εδώ θα γίνει.
Θα πέσουν μ᾽ όλην την ορμήν οι Λύκιοι πολεμάρχοι
οπού στην μάχην λυσσεροί και πρώτοι εγνωρισθήκαν.
Αλλ᾽ αν και αυτού στον πόλεμον πολύ στενοχωρούνται,
μόνος ο Τελαμώνιος ας έλθει ο μέγας Αίας

350  και ο Τεύκρος εις το πλάγι του εξαίσιος τοξότης».
Είπε και δεν παράκουσεν ο κήρυξ εις τον λόγον,
των χαλκοφράκτων Αχαιών εδιάβηκε το τείχος,
εστήθη εμπρός στους Αίαντας και προς εκείνους είπε:
«Των χαλκοφράκτων Αχαιών ανδρείοι πολεμάρχοι,

355  ω Αίαντες, του Πετεώ το τέκνο αγαπημένο
ολίγο καν σας θέλει εκεί να δράμετε βοηθοί του,
και οι δύο μάλιστα· ότι αυτό θα ήταν σωτηρία·
ότι σ᾽ ολίγο αφανισμός φρικτός εκεί θα γίνει·
θα πέσουν μ᾽ όλην την ορμήν οι Λύκιοι πολεμάρχοι

360  οπού στην μάχην λυσσεροί και πρώτα εγνωρισθήκαν.
Αλλ᾽ αν κι εδώ στον πόλεμον πολύ στενοχωρείσθε,
μόνος ο Τελαμώνιος ας έλθει ο μέγας Αίας
και ο Τεύκρος εις το πλάγι του εξαίσιος εις το τόξον».
Και ο μέγας δεν αρνήθηκεν ο Τελαμώνιος Αίας,

365  και στον Οϊλιάδην έλεγε με λόγια φτερωμένα:
«Ω Αία, συ και ο σύντροφος ανδρείος Λυκομήδης
μείνετ᾽ εδώ τους Δαναούς να σπρώχνετε στην μάχην
κι εγώ πηγαίνω κει βοηθός σ᾽ εκείνον τον αγώνα·
και άμα τους φέρω ανάσασιν, ευθύς εδώ θα γύρω».

370  Τους είπε και ανεχώρησεν, κατόπιν ο αδελφός του
ο Τεύκρος, και το τόξον του βαστούσεν ο Πανδίων.
Και όταν του τείχους έφθασαν από το μέσα μέρος
στον πύργον οπού ο Μενεσθεύς κρατούσεν ο γενναίος,
κι έφθασαν στην ανάγκην τους, διότι των Λυκίων

375  οι μεγαλόψυχοι αρχηγοί κι εξαίσιοι πολεμάρχοι
στον προμαχών᾽ ανέβαιναν, ως μαύρη ανεμοζάλη.
Και άρχισαν αντιμέτωποι μ᾽ αλαλαγμόν την μάχην.
Και πρώτος άνδρα εφόνευσεν ο Τελαμώνιος Αίας
του Σαρπηδόνος σύντροφον, τον μέγαν Επικλήα.

380  Με τρανό μάρμαρο σκληρό που μες στο τείχος ήταν
στους προμαχώνες υψηλά· και δεν θα το βαστούσε
με τα δυο χέρια τωρινός θνητός εις τα καλά του·
και αυτός το σήκωσε υψηλά· στην περικεφαλαίαν
το ᾽ριξε και την άνοιξε κι εσύντριψε όλ᾽ αντάμα

385  της κεφαλής τα κόκαλα· και απ᾽ τον υψηλόν πύργον
έπεσε αυτός, ως βουτηχτής και εβγήκεν η ψυχή του.
Και ο Τεύκρος τον ανδράγαθον υιόν του Ιππολόχου
τον Γλαύκον, ως ανέβαινε το τείχος κι εγυμνώθη
το χέρι, τον ετόξευσε κι έπαυσε από την μάχην

390  και χάμου επήδησε κρυφά μη τους ιδεί κανένας
των Αχαιών και τες φωνές του βάλει που επληγώθη.
Σφόδρα ελυπήθη ο Σαρπηδών που είδε να φεύγει ο Γλαύκος.
Και όμως μ᾽ ορμήν πολεμικήν ευθύς τον Θεστορίδην
Αλκμάονα ελόγχισε και οπίσω το κοντάρι

395  ετράβηξε κι επίστομα κατόπιν εις την λόγχην
έπεσε αυτός κι εβρόντησαν επάνω τ᾽ άρματά του.
Κι έσυρε αυτός με τα βαριά του χέρια προμαχώνα
και όλον τον εκατέβασεν ώστ᾽ εγυμνώθη επάνω
το τείχος όλο και εις πολλούς πλατύν άνοιξε δρόμον.

400  Και ο Τεύκρος με τον Αίαντα συγχρόνως τού εχυθήκαν.
Τον τόξευσεν εις τον λαμπρόν ζωστήρα της ασπίδος
ο Τεύκρος· αλλ᾽ εμάκρυνεν ο Ζευς απ᾽ τον υιόν του
τες μοίρες μη πέσει νεκρός αυτού σιμά στα πλοία.
Και την ασπίδα ελόγχισεν ο Αίας και αν και η λόγχη

405  δεν βγήκε πέρα, ετάραξεν αυτόν εις την ορμήν του·
και οπίσω λίγο εσύρθηκεν, αλλά τον προμαχώνα
δεν άφηνεν, ως έλπιζε δόξαν αυτού να λάβει.
Κι εστράφη ευθύς κι εφώναζε των θεϊκών Λυκίων:
«Ω της Λυκίας μαχηταί, πού είναι η πρώτη ορμή σας;

410  Όσον και αν είμαι ανδράγαθος, δύσκολον είναι μόνος
δρόμον να σχίσω ανάμεσα στο τείχος προς τα πλοία.
Ακολουθείτε και οι πολλοί μεγάλα κατορθώνουν».
Είπε κι εκείνοι απ᾽ την βοήν του σεβαστού κυρίου
ταράχθηκαν και πρόθυμοι σιμά του ορμήσαν όλοι.

415  Απ᾽ τ᾽ άλλο μέρος έσφιγγαν τες φάλαγγες οι Αργείοι
μέσ᾽ απ᾽ το τείχος· και άρχισε μέγας σ᾽ αυτούς αγώνας.
Διότι μήτε οι Λύκιοι τους Δαναούς να βιάσουν
εδύνονταν και διάβασιν να σχίσουν προς τα πλοία
και μήτε οι Δαναοί ποτέ να διώξουν τους Λυκίους

420  από τα τείχη εδύνονταν, αφού σ᾽ αυτά πατούσαν.
Και όπως χωράφι αμοίραστο να τερμονολογήσουν
δυο γεωργοί φιλονικούν, κι έχουν στα χέρια μέτρα
κι ερίζουν δια το ανάλογον μέρος σ᾽ ολίγον τόπον·
όμοια κι αυτούς εχώριζαν οι προμαχώνες, όπου

425  και απ᾽ τα δυο μέρη εσχίζονταν στ᾽ ανδρειωμένα στήθη
άλλες βαριές, άλλες λεπτές, δερμάτινες ασπίδες.
Πολλών ο αλύπητος χαλκός εδάγκασε το σώμα·
στην γυμνήν πλάτην, αν κανείς εστρέφετο εις την μάχην,
στο στήθος, κι ήσαν οι πολλοί, τρυπώντας την ασπίδα.

430  Και ολούθε οι πύργοι ερραίνοντο και οι προμαχώνες όλοι
από το αίμα των ανδρών και Δαναών και Τρώων,
αλλά δεν εκατόρθωναν ώστ᾽ οι Αχαιοί να φύγουν.
Και ως τα καυκιά της ζυγαριάς γνέστρα γυνή δικαία
ίσια κρατεί σηκώνοντας όμοια μαλλί και ζύγι

435  να πάρει τον μικρόν μισθόν τροφήν εις τα παιδιά της·
όμοια κι εκείν᾽ ισόμετρα την μάχην εκρατούσαν,
ωσότου ο Ζευς εδόξασε τον Έκτορα μεγάλως,
και πρώτος πήδησεν αυτός στων Αχαιών το τείχος.
Και σφοδρήν έσυρε φωνήν: «Ανδρειωμένοι Τρώες,

440  α! σηκωθείτε, σπάσετε το τείχος των Αργείων
φλόγα να βάλτε ακοίμητην, να κάψετε τα πλοία».
Και αυτή του η παρακίνησις εβρόντησε στ᾽ αυτιά τους,
και ομού στο τείχος όρμησαν κι επάνω στα στεφάνια
πατούσαν ανεβαίνοντας μ᾽ ακονισμένες λόγχες

445  και άρπαξ᾽ ο Έκτωρ κι έφερνε λίθον που εμπρός στες 
πύλες ήταν στην ρίζαν του παχύς και σουβλερός στην άκρην,
οπού και δύο του λαού διαλεμένοι εργάτες
δεν θα σηκώναν με λοστούς στ᾽ αμάξι ν᾽ ανεβάσουν,
των τωρινών θνητών, και αυτός τον έπαλλε, και μόνος

450  του τον ελάφρωσεν ο υιός του κρυπτοβούλου Κρόνου.
Και ωσάν βοσκός που εύκολα βαστά κριού ποκάρι
εις την αγκάλην και δι᾽ αυτόν είναι μικρό το βάρος·
όμοια τον λίθον σήκωσε κι έφερνε ο μέγας Έκτωρ
προς τα υψηλά θυρόφυλλα σφικτά συναρμοσμένα

455  οπού από μέσα σταυρωτοί δύο σύρτες θα κρατούσαν
στερεωμένοι με κλειδί· και ως έφθασε στην πύλην,
στο διάσκελό του εστύλωσε το σώμα δια να δώσει
στον λίθον όλην την ορμήν· τον έριξε στην μέσην
και τα στροφίδια σύντριψε· κι έπεσε μέσα ο λίθος

460  βαρύς, και η πύλη εβρόντησεν και οι σύρτες δεν κρατήσαν
και από τον λίθον σείσθηκαν και ανοίξαν οι σανίδες.
Πήδησε μέσα σκοτεινός στα βλέφαρα ως η νύκτα,
ο μέγας Έκτωρ· και άστραφτε το σώμα του ζωσμένο
τρομακτικώς με τ᾽ άρματα· κι εκράτει δυο κοντάρια·

465  και όταν με μάτια φλογερά στην πύλην επηδούσε,
μόλις θεός θα εδύνονταν ν᾽ αντισταθεί σ᾽ εκείνον.
Και προς τους Τρώας φώναξε στρεφόμενος στα πλήθη,
ευθύς το τείχος να υπερβούν κι εκείνοι του υπακούσαν.
Και μέρος το υπερέβαιναν, και μέρος εχυνόνταν

470  στην πύλην και την διάβαιναν· κι έφυγαν προς τα πλοία
οι Δαναοί και θόρυβος μεγάλος εγεννήθη.


Ιλιάδα – Ν

– Γραμματεία –