diaforos

Just another WordPress site

Οδύσσεια α – Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer odyssey a
        greek-language.gr _ Homer – Iliad and Odyssey



Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,


5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.


10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
Ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ᾽ οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
νύμφη πότνι᾽ ἔρυκε Καλυψώ, δῖα θεάων,



15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες

20 νόσφι Ποσειδάωνος· ὁ δ᾽ ἀσπερχὲς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.
Ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ᾽ ἀνιόντος,



25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
ἔνθ᾽ ὅ γε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἀθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,


30 τόν ῥ᾽ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης·
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα·
«Ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,


35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
γῆμ᾽ ἄλοχον μνηστήν, τὸν δ᾽ ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον· ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες, ἐΰσκοπον ἀργειφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·



40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
ὁππότ᾽ ἂν ἡβήσῃ καὶ ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιο
πεῖθ᾽ ἀγαθὰ φρονέων· νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀπέτισε.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·



45 «ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει


50 νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.
νῆσος δενδρήεσσα, θεὰ δ᾽ ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.


55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ


60 ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ᾽ Ὀδυσσεὺς
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.


65 πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,



70 ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων


75 οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.
ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.»


80 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
Ἑρμείαν μὲν ἔπειτα, διάκτορον ἀργειφόντην,


85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
νύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν Ἰθάκην ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,

90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,


95 ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.»
Ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,


100 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,
στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
οὐδοῦ ἐπ᾽ αὐλείου· παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,


105 εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ.
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.
κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες


110 οἱ μὲν ἄρ᾽ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
Τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,


115 ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ᾽ Ἀθήνην.
βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ


120 ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.»


125 Ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,


130 αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,


135 ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,


140 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,
κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽ ἐπῴχετο οἰνοχοεύων.
Ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα


145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμῳαὶ παρενήεον ἐν κανέοισι,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

150 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ᾽ ὀρχηστύς τε· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.
κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκε
Φημίῳ, ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.


155 ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·
«Ξεῖνε φίλ᾽, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,


160 ῥεῖ᾽, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
ἀνέρος οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρῳ
κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι


165 ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι· τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·



170 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ,

175 ἠὲ νέον μεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.»
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.

180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νῦν δ᾽ ὧδε ξὺν νηῒ κατήλυθον ἠδ᾽ ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.


185 νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
ἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηΐῳ ὑλήεντι.
ξεῖνοι δ᾽ ἀλλήλων πατρώϊοι εὐχόμεθ᾽ εἶναι
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε


190 ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
γρηῒ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο.
νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι,


195 σὸν πατέρ᾽· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.


200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,
οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχῃσι·


205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισι,


210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἐμὲ κεῖνος.»
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.


215 μήτηρ μέν τ᾽ ἐμέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
οὐκ οἶδ᾽· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,


220 τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.»
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·


225 τίς δαίς, τίς δαὶ ὅμιλος ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;
εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν.
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ᾽ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.»


230Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,


235 οἳ κεῖνον μὲν ἄϊστον ἐποίησαν περὶ πάντων
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,


240 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
οἴχετ᾽ ἄϊστος ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε
κάλλιπεν· οὐδ᾽ ἔτι κεῖνον ὀδυρόμενος στεναχίζω
οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.


245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν

250 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.»
Τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
«ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.


255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο·


260 οἴχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ᾽ ὁ μὲν οὔ οἱ
δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς.

265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα

270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
μῦθον πέφραδε πᾶσι, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.
μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,


275 μητέρα δ᾽, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ᾽ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·


280 νῆ᾽ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,


285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
ἦ τ᾽ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ᾽ ἔτ᾽ ἐόντος,


290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν


295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,

300 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
καὶ σύ, φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
ἠδ᾽ ἑτάρους, οἵ πού με μάλ᾽ ἀσχαλόωσι μένοντες·


305 σοὶ δ᾽ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.»
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«ξεῖν᾽, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,


310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·

315 «μή μ᾽ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
δῶρον δ᾽ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών· σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.»
Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,


320 ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο· τῷ δ᾽ ἐνὶ θυμῷ
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
θάμβησεν κατὰ θυμόν· ὀΐσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.



325 Τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
ἥατ᾽ ἀκούοντες· ὁ δ᾽ Ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
Τοῦ δ᾽ ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·


330 κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·


335 ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
«Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ


340 οἶνον πινόντων· ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆς
λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
ἀνδρός, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.»


345 Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«μῆτερ ἐμή, τί τ᾽ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ.


350 τούτῳ δ᾽ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,
ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
σοὶ δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ


355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.»


360 Ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.


365 Μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἄρχετο μύθων·
«Μητρὸς ἐμῆς μνηστῆρες, ὑπέρβιον ὕβριν ἔχοντες,
νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς


370 ἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
ἠῶθεν δ᾽ ἀγορήνδε καθεζώμεσθα κιόντες
πάντες, ἵν᾽ ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω,
ἐξιέναι μεγάρων· ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας,


375 ὑμὰ κτήματ᾽ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·


380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
Τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
«Τηλέμαχ᾽, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ


385 ὑψαγόρην τ᾽ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν.
μὴ σέ γ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Ἀντίνο᾽, εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττι κεν εἴπω,


390 καί κεν τοῦτ᾽ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
ἀλλ᾽ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι

395 πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
τῶν κέν τις τόδ᾽ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ᾽ ἡμετέροιο
καὶ δμώων, οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς.»
Τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·


400 «Τηλέμαχ᾽, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.
μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς τίς σ᾽ ἀέκοντα βίηφι
κτήματ᾽ ἀπορραίσει᾽, Ἰθάκης ἔτι ναιεταούσης.


405 ἀλλ᾽ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
ὁππόθεν οὗτος ἀνήρ, ποίης δ᾽ ἐξ εὔχεται εἶναι
γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα·
ἠέ τιν᾽ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει;

410 οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ᾽ ὑπέμεινε
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Εὐρύμαχ᾽, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
οὔτ᾽ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,


415 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,
Μέντης δ᾽ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.»


420 Ὣς φάτο Τηλέμαχος, φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.


425 Τηλέμαχος δ᾽, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
τῷ δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο,


430 τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι,
πρωθήβην ἔτ᾽ ἐοῦσαν, ἐεικοσάβοια δ᾽ ἔδωκεν,
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ᾽ οὔ ποτ᾽ ἔμικτο, χόλον δ᾽ ἀλέεινε γυναικός·
ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα


435 δμῳάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα.
ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
ἕζετο δ᾽ ἐν λέκτρῳ, μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα·
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,


440 πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι,
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, θύρην δ᾽ ἐπέρυσσε κορώνῃ
ἀργυρέῃ, ἐπὶ δὲ κληῗδ᾽ ἐτάνυσσεν ἱμάντι.
ἔνθ᾽ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ᾽ Ἀθήνη.





Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον

Τον άντρα, Μούσα, τον πολύτροπο να μου ανιστορήσεις, που
βρέθηκε ως τα πέρατα του κόσμου να γυρνά, αφού της Τροίας
πάτησε το κάστρο το ιερό.Γνώρισε πολιτείες πολλές, έμαθε 
πολλών ανθρώπων τις βουλές, κι έζησε, καταμεσής στο 
πέλαγος, πάθη πολλά που τον σημάδεψαν, σηκώνοντας 

5 το βάρος για τη δική του τη ζωή και των συντρόφων του τον 
γυρισμό. Κι όμως δεν μπόρεσε, που τόσο επιθυμούσε, να 
σώσει τους συντρόφους. Γιατί εκείνοι χάθηκαν απ᾽ τα δικά 
τους τα μεγάλα σφάλματα, νήπιοι και μωροί, που πήγαν κι 
έφαγαν τα βόδια του υπέρλαμπρου Ήλιου· κι αυτός τους 
άρπαξε του γυρισμού τη μέρα.

10 Από όπου θες, θεά, ξεκίνα την αυτή την ιστορία, κόρη του 
Δία, και πες την και σ᾽ εμάς. Τότε λοιπόν οι άλλοι, όσοι 
ξέφυγαν τον άθλιον όλεθρο, όλοι τους ήσαν σπίτι τους, 
γλιτώνοντας κι απ᾽ του πολέμου κι απ᾽ της θάλασσας τη μάχη.
Μόνο εκείνον, που τον παίδευε πόθος διπλός, του γυρισμού
και της γυναίκας του, τον έκρυβε κοντά της μια νεράιδα,
η Καλυψώ, θεά σεμνή κι αρχοντική, 

15 στις θολωτές σπηλιές της, γιατί τον ήθελε δικό της.
Κι όταν, με του καιρού τ᾽ αλλάγματα, ο χρόνος ήλθε που 
του ορίσαν οι θεοί να δει κι αυτός το σπίτι του, να φτάσει 
στην Ιθάκη, ούτε κι εκεί δεν έλειψαν οι αγώνες, κι 
ας ήταν πια με τους δικούς του.

20 Ωστόσο οι θεοί τώρα τον συμπαθούσαν, όλοι εκτός του 
Ποσειδώνα· αυτός σφοδρό κρεμούσε τον θυμό του πάνω στον 
θεϊκό Οδυσσέα, προτού πατήσει της πατρίδας του το χώμα.
Εκείνον όμως τον καιρό ο Ποσειδώνας είχε ταξιδέψει στους 
μακρινούς Αιθίοπες — οι Αιθίοπες στις δύο άκρες του κόσμου 
μοιρασμένοι· μισοί όπου ο ήλιος βασιλεύει, μισοί απ᾽ όπου ο 
ήλιος ανατέλλει.

25 Πήγε να πάρει μέρος στη θυσία, μιαν εκατόμβη με ταύρους 
και κριάρια, και τώρα ευφραίνονταν στις τάβλες καθισμένος.
Τότε συνάχτηκαν οι υπόλοιποι θεοί στου ολύμπιου Δία το 
παλάτι, όπου εκείνος πρώτος πήρε τον λόγο, πατέρας 
ανθρώπων και θεών. Στον νου του φέρνοντας, θυμήθηκε τον 
φημισμένο Αίγισθο,

30 που τον θανάτωσε ο ξακουστός Ορέστης, γιος του 
Αγαμέμνονα· αυτόν θυμήθηκε μιλώντας ο θεός στους 
αθανάτους: «Αλίμονο, είναι αλήθεια ν᾽ απορείς που θέλουν οι 
θνητοί να ρίχνουν στους θεούς τα βάρη τους· έρχεται λένε το 
κακό από μας — κι όμως οι ίδιοι, κι από φταίξιμο δικό τους, 
πάσχουν και βασανίζονται, και πάνω απ᾽ το γραφτό τους.

35 Έτσι και τώρα ο Αίγισθος, την ορισμένη μοίρα 
παραβαίνοντας, πήγε να σμίξει με τη νόμιμη γυναίκα ενός 
Ατρείδη, κι αυτόν τον σκότωσε στου γυρισμού την ώρα,
γνωρίζοντας τι τιμωρία σκληρή τον περιμένει· αφού εμείς του 
στείλαμε τον άγρυπνον αργοφονιά Ερμή με μήνυμα, μήτε 
εκείνον να σκοτώσει μήτε και τη γυναίκα του να μπλέξει
σε παράνομο κρεβάτι· 

40 αλλιώς θα πέσει στο κεφάλι του η εκδίκηση του γιου για 
τον πατέρα, όταν ο Ορέστης, παλληκάρι πια, θελήσει να 
γυρίσει στην πατρίδα. Αυτά, με τόση φρόνηση ο Ερμής 
μιλώντας, του μηνούσε, κι όμως τον νου του Αιγίσθου δεν 
κατόρθωσε ν᾽ αλλάξει. Τώρα, ακέριο και μεμιάς, το άνομο 
κρίμα του ξεπλήρωσε.» Αμέσως ανταπάντησε, τα μάτια 
λάμποντας, η Αθηνά:

45 «Πατέρα μας των αθανάτων, Κρονίδη, των δυνατών ο 
παντοδύναμος, καλά κι όπως του ταίριαζε, εκείνος 
αφανίστηκε και πάει — την ίδια μοίρα να ᾽χει κι όποιος 
ανάλογα κριματιστεί. Εμένα όμως για τον Οδυσσέα φλέγεται 
η καρδιά μου· γενναίος αλλά δύσμοιρος, να βασανίζεται με 
τόσα πάθη, απ᾽ τους δικούς του χωρισμένος, 

50 σ᾽ ένα περίβρεχτο νησί, στον ομφαλό, όπως λένε, της 
θαλάσσης. Νησί κατάφυτο με δέντρα, και μια θεά το κατοικεί 
στα δώματά της· η θυγατέρα του Άτλαντα, που η γνώμη του 
γυρίζει μόνο στο κακό — ξέρει καλά αυτός των θαλασσών τα 
βάθη, και πάνω του σηκώνει ψηλές κολόνες, να κρατούν τον 
ουρανό χώρια απ᾽ τη γη.

55 Η θυγατέρα του λοιπόν τον Οδυσσέα κατακρατεί, δύστυχο 
κι οδυρόμενο· λόγια γλυκά προφέροντας και μαλακά σαν 
χάδια, τον θέλγει ακατάπαυστα, για να ξεχάσει την Ιθάκη. 
Εκείνος όμως, βυθισμένος στον καημό του, να δει καπνό της 
πατρικής του γης ψηλά να ανηφορίζει, απελπισμένος εύχεται 
τον θάνατο. Εσένα ωστόσο,

60 Δία ολύμπιε, ως πότε αλύγιστη θα μείνει η βουλή σου; Ο 
Οδυσσέας δεν ήταν που θυσίες σού πρόσφερε στην ευρύχωρη 
Τροία, πλάι στ᾽ αργίτικα καράβια; Πώς και γιατί τόσος θυμός 
γι᾽ αυτόν, ω Δία;» Της αντιμίλησε ευθύς ο Δίας, που τα 
σύννεφα συνάζει: «Κόρη μου εσύ, τι λόγος βγήκε από το 
στόμα σου ανεμπόδιστος!

65 Πώς θα μπορούσα εγώ να λησμονήσω τον θεϊκό Οδυσσέα,
που ξεχωρίζει η γνώση του απ᾽ τους υπόλοιπους θνητούς,
και στις θυσίες όλους τους άλλους τούς ξεπέρασε, όσες 
προσφέρονται στους αθανάτους που κατέχουν τον πλατύ 
ουρανό; Όχι εγώ, ο Ποσειδών, της γης κυρίαρχος, αυτός 
οργίστηκε εναντίον του και στον θυμό του επιμένει για τον 
Κύκλωπα, γιατί του τύφλωσε εκείνος το μοναδικό του μάτι.

70 Για τον ισόθεο μιλώ Πολύφημο, που η δύναμή του 
επιβάλλεται μεγάλη σ᾽ όλους τους Κύκλωπες· τον γέννησε η 
Θόωσα, του Φόρκη η νεραϊδένια κόρη, δαίμονα της ατρύγητης 
θαλάσσης, που την κοιμήθηκε ο Ποσειδών σε θολωτές σπηλιές.
Γι᾽ αυτόν λοιπόν ο κοσμοσείστης Ποσειδών, τον Οδυσσέα,
αν δεν τον εξαφάνισε, 

75 περιπλανώμενο τον θέλει από την πατρική του γη μακριά.
Τώρα ωστόσο όλοι εμείς είναι καιρός τον νόστο του να 
στοχαστούμε, το πώς θα επιστρέψει. Τότε κι ο Ποσειδών θα 
σταματήσει την οργή του· δεν γίνεται να αντιταχθεί στους 
άλλους αθανάτους, παρά τη θέληση όλων των θεών, μόνος 
εκείνος να αντιμάχεται.»

80 Τα μάτια λάμποντας, ανταποκρίθηκε η θεά Αθηνά:
«Πατέρα μας Κρονίδη, των δυνατών ο παντοδύναμος,
αν, όπως λες, συγκλίνει πράγματι των μακαρίων η γνώμη, να 
επιστρέψει στο δικό του σπίτι ο Οδυσσεύς, με τόση γνώση που 
κατέχει, ας στείλουμε αμέσως τον Ερμή, ψυχοπομπό κι 
αργοφονιά,

85 στης Ωγυγίας το νησί με δίχως καθυστέρηση να βρει την 
καλλιπλόκαμη νεράιδα και να της πει την απαράβατη εντολή 
μας, τον νόστο του καρτερικού Οδυσσέα, πως πρέπει να 
επιστρέψει. Όσο για μένα, κατεβαίνω τώρα στην Ιθάκη, τον 
γιο του να ερεθίσω, τόλμη θα βάλω στην καρδιά του, 

90 να συγκαλέσει σε συνέλευση τους Αχαιούς, που τρέφουν 
πλούσια κόμη· να απαγορεύσει τους μνηστήρες όλους, όσοι 
κοπαδιαστά του σφάζουν πρόβατα και βόδια, με κέρατα 
στριφτά, πόδια λοξά στο βάδισμα. Κι ακόμη στη Σπάρτη θα 
τον στείλω και στις μεγάλες αμμουδιές της Πύλου, να μάθει, 
αν κάπου ακούσει, τον νόστο του πατέρα του —

95 έτσι θα κατακτήσει φήμη στους ανθρώπους, που λαμπρή 
θα μείνει.» Είπε κι ευθύς δένει στα πόδια της τα ωραία 
σαντάλια, θεσπέσια και χρυσά, εκείνα που την ταξιδεύουν στη 
θάλασσα και στην απέραντη στεριά ανάλαφρα, με τις πνοές 
του ανέμου. Ύστερα στο χέρι κράτησε άλκιμο κοντάρι, 
ακονισμένο με χαλκό,

100 βαρύ, θεόρατο και στιβαρό· μ᾽ αυτό η κόρη του 
πανίσχυρου Διός δαμάζει των γενναίων πολεμιστών τις τάξεις 
που της ξάναψαν τον θυμό. Χύθηκε τότε, ακροπατώντας τις 
κορφές του Ολύμπου, και βρέθηκε μεμιάς στον δήμο της 
Ιθάκης, να στέκει στην εξώθυρα του Οδυσσέα, πατώντας το 
κατώφλι της αυλής του. Με το χαλκό κοντάρι της στο χέρι, 

105 επήρε τη μορφή ενός ξένου· κι ολόιδια με τον Μέντη, 
άρχοντα των Ταφίων, έπεσε πάνω στους αγέρωχους 
μνηστήρες· που εκεί, μπροστά στις πύλες του σπιτιού, 
έβρισκαν ευχαρίστηση παίζοντας τους πεσσούς, σε τομάρια 
βοδιών καθισμένοι, που τα σφάξαν οι ίδιοι. Κήρυκες και 
παιδόπουλα πρόθυμα τους υπηρετούσαν:

110 άλλοι να σμίγουν σε κρατήρες με νερό κρασί, άλλοι 
να πλένουν τα τραπέζια με σφουγγάρια τρυπητά και να 
τα στήνουν, κάποιοι να κομματιάζουν άφθονα τα κρέατα.
Πρώτος απ᾽ όλους ο Τηλέμαχος την είδε, ωραίος σαν θεός·
ήταν με τους μνηστήρες καθισμένος, κι όμως ταξίδευε ο νους 
του πικραμένος.

115 Έβλεπε με τα μάτια της ψυχής του τον πατέρα του ένδοξο:
αν ξαφνικά γύριζε πίσω· αν τους μνηστήρες πετούσε έξω απ᾽ 
το παλάτι· αν έπαιρνε ο ίδιος πάλι την αρχή στα χέρια του, και 
μέσα στα αγαθά του βασίλευε σαν πρώτα. Το όραμα αυτό 
ανέβαινε στον νου του, πλάι στους μνηστήρες — κι είδε την 
Αθηνά. Ευθύς προς την αυλόθυρα έτρεξε, γιατί

120 τον έπιασε η ντροπή, να στέκει τόσην ώρα στην πόρτα του 
ένας ξένος. Κοντά της στάθηκε, της έσφιξε το χέρι το δεξί, με 
τ᾽ άλλο πήρε το χάλκινο κοντάρι της, ύστερα την προσφώνησε 
μιλώντας, και πέταξαν τα λόγια του σαν τα πουλιά: «Ξένε μου, 
καλωσόρισες, έλα να σε φιλέψουμε κι αφού το δείπνο μας
χορτάσεις, τότε μας λες τον λόγο της επίσκεψής σου.»

125 Είπε και τράβηξε μπροστά· η Αθηνά Παλλάδα, λάμποντας 
τα μάτια, ακολουθούσε, κι οι δυο τους μπήκαν στο μεγάλο 
δώμα. Το δόρυ της μετέφερε, για να το στήσει σε ψηλή 
κολόνα, το ᾽βαλε μέσα στην καλοξυσμένη θήκη, όπου και τ᾽ 
άλλα δόρατα περίμεναν, άνεργα και πολλά, του καρτερόψυχου Οδυσσέα. 

130 Ύστερα την οδήγησε σε θρόνο να καθήσει, λεπτουργημένο 
κι όμορφο, πάνω του απλώνοντας ύφασμα μαλακό, και 
στήριγμα στα πόδια της έσυρε το σκαμνί. Έφερε πλάι της και 
το δικό του σκαλισμένο κάθισμα, παράμερα από τους 
μνηστήρες, μήπως κι ο ξένος, με τους ξιπασμένους, χάσει το 
κέφι του και δεν χαρεί το φαγητό·

135 ήθελε εξάλλου να ρωτήσει και για τον πατέρα του, που 
χρόνια τώρα έλειπε στα ξένα. Τότε μια παρακόρη έφερε νερό, 
με τ᾽ όμορφο χρυσό λαγήνι, τα χέρια τους να πλύνουν, κι 
έχυνε το νερό από ψηλά σ᾽ ένα αργυρό λεβέτι· μετά τους 
έσυρε μπροστά γυαλιστερό τραπέζι, ενώ η σεβαστή κελάρισσα 
είχε την έγνοια να τους φέρει ψωμί

140 κι άφθονο φαγητό, ό,τι καλό τής βρέθηκε, να τους 
ευχαριστήσει. Στα χέρια του σηκώνοντας ο τραπεζάρχης 
δίσκους με κρέατα κάθε λογής, τους τα παρέθεσε, στο πλάι 
ακούμπησε κούπες χρυσές, και κάθε τόσο ο κήρυκας 
περνούσε, γεμίζοντας κρασί τα κύπελλά τους. Σε λίγο 
αγέρωχοι οι μνηστήρες μπήκαν κι αυτοί στην αίθουσα,

145 πήραν με τη σειρά τους θέση σε θρόνους κι αναπαυτικά 
καθίσματα. Τότε τους έχυναν νερό στα χέρια τους οι κήρυκες,
δούλες γεμίζαν με ψωμί πλεχτά πανέρια, έφηβοι τους 
κρατήρες με πιοτό ξεχείλιζαν, κι αυτοί τα χέρια τους 
απλώνουν στο έτοιμο τραπέζι.

150 Και μόνο όταν κόρεσαν τον πόθο τους με το φαΐ και το 
πιοτό, τραβούσε άλλα πια η ψυχή τους: τραγούδι, μουσική, 
χορό — συμπλήρωμα απαραίτητο σ᾽ ένα καλό τραπέζι. Τότε κι 
ο κήρυκας φέρνει και δίνει την πανέμορφη κιθάρα στου 
Φήμιου τα χέρια, που τραγουδούσε στους μνηστήρες από 
ανάγκη·

155 έκρουσε ωστόσο τις χορδές, ψάχνοντας τον σκοπό για 
ωραίο τραγούδι. Την ίδια ώρα ο Τηλέμαχος γύρισε να μιλήσει 
στη γλαυκόματη Αθηνά, γέρνοντας το κεφάλι προς το μέρος 
της, να μην τον πάρουν είδηση οι άλλοι: «Καλέ μου ξένε, θα 
με παρεξηγήσεις αν γυμνή τη σκέψη μου σου πω; Το μέλημά 
τους, ξένε, είναι αυτά που βλέπεις: κιθάρα και τραγούδι,

160 εύκολο μέλημα, αφού ατιμώρητοι ρημάζουν ξένα αγαθά·
ενός που τα λευκά του οστά, κάπου αφημένα στη στεριά,
τα σάπισε η νεροποντή, ή και το κύμα τα παρασύρει του 
πελάγου. Αν όμως στην Ιθάκη γύριζε εκείνος, αν μπρος στα 
μάτια τους τον έβλεπαν· όλοι τους λέω πως θα ύψωναν ευχή, 
πόδια να είχαν ελαφρότερα,

165 παρά να τους βαραίνει ο πλούτος με μαλάματα και ρούχα.
Μα τώρα αυτός αφανισμένος, όπως αφανίστηκε, με θάνατο 
άσχημο, δεν άφησε σ᾽ εμάς καμιά παρηγοριά κι ελπίδα, αν 
κάποιος από τους θνητούς στη γη που κατοικούμε ισχυριστεί 
πως θα γυρίσει· του γυρισμού του η μέρα χάθηκε και πάει.
Όμως εσύ αποκρίσου σ᾽ ό,τι κι αν σε ρωτήσω, καθαρά και 
ξάστερα:

170 ποιος είσαι κι από πού; πού βρίσκονται ο τόπος κι οι 
γονείς σου; με ποιο καράβι εδώ μας ήλθες; γιατί οι θαλασσινοί 
σ᾽ οδήγησαν ως την Ιθάκη; ποιες ήταν οι συστάσεις τους; Λέω 
πως δεν έφτασες εδώ πεζός. Απάντησε όμως και σ᾽ αυτό το 
ερώτημα, δίχως περιστροφές παρακαλώ· θέλω να μάθω 

175 αν έρχεσαι πρώτη φορά στα μέρη μας, ή μήπως είσαι 
φίλος πατρικός. Γιατί κι άλλους πολλούς αυτό το σπίτι 
καλωσόρισε, αφού κι εκείνος ήταν κοσμογυρισμένος.»
Ανταποκρίθηκε, τα μάτια λάμποντας, αμέσως η θεά Αθηνά:
«Πρόθυμα κι ακριβώς, όσα ζητάς να μάθεις, θα σου πω:

180 Μέντης το όνομά μου, γιος του εμπειροπόλεμου Αγχιάλου,
ο ίδιος τους θαλασσινούς Ταφίους κυβερνώ· εδώ μ᾽ ένα 
καράβι και συντρόφους έφτασα, έτοιμος να ανοιχτώ στο 
μπλάβο πέλαγος, πηγαίνοντας σ᾽ αλλόγλωσσους ανθρώπους, 
στην Τεμέσα· γυρεύω ν᾽ ανταλλάξω σίδηρο γυαλιστερό
που φέρνω, με χαλκό·

185 κι όσο για το καράβι μου, με περιμένει κάπου εκεί στα 
χτήματα, έξω απ᾽ την πόλη, στο λιμάνι Ρείθρο, κάτω απ᾽ το 
δασωμένο Νήιο. Ναι, καμαρώνουμε πως είμαστε αμοιβαίοι 
φίλοι, γονικοί κι ανέκαθεν — πήγαινε, αν θέλεις, να ρωτήσεις 
τον αντρείο Λαέρτη, γέροντα πια, που τώρα ακούω δεν 
κυκλοφορεί σαν άλλοτε στην πόλη·

190 αποτραβήχτηκε στα χτήματα, βαρύς από τα βάσανα και 
μόνος, με μια γερόντισσα που τον υπηρετεί· αυτή στο πλάι του
αφήνει φαγητό και το κρασί, όταν ο κάματος του παραλύει τα 
μέλη — όλη τη μέρα, λένε, σέρνεται σ᾽ εκείνην την πλαγιά με 
τα πολλά τ᾽ αμπέλια. Και νά με τώρα· η φήμη μ᾽ έφερε πως 
βρίσκεται ο πατέρας σου

195 κιόλας στην πόλη — φαίνεται όμως οι θεοί τού φράζουνε 
τον δρόμο ακόμη. Ωστόσο ο θείος Οδυσσέας δεν πέθανε, και 
δεν τον σκέπασε της γης το χώμα· είναι, πιστεύω, ζωντανός, 
κι ας εμποδίζεται στη μέση του ανοιχτού πελάγους, όπου και 
τον κρατούν, σ᾽ ένα νησί περίβρεχτο, άνθρωποι απολίτιστοι 
και βάναυσοι· αυτοί, χωρίς τη θέλησή του, τον δεσμεύουν.

200 Άκουσε όμως τώρα τη μαντεία μου, όπως μέσα στον νου 
μου την ξυπνούν οι αθάνατοι κι όπως νομίζω πως θα γίνει —
δεν ισχυρίζομαι πως είμαι μάντης, μήτε και καλοξέρω να 
εξηγήσω τα σημάδια των πουλιών, κι όμως: πολύν καιρό 
ακόμη δεν θα μείνει εκείνος μακριά από την πατρίδα του·
έστω κι αν τον κρατούν στα σίδερα,

205 θα βρει τον τρόπο να γυρίσει, αυτός που είναι 
πολυμήχανος. Μα τώρα απάντησε στο ερώτημά μου και μίλησέ 
μου ειλικρινά: αν, ένα τέτοιο παλληκάρι, είσαι του Οδυσσέα, ο 
δικός του γιος· απίστευτο πώς μοιάζεις στο πρόσωπο και στα 
όμορφά σου μάτια εκείνου — βλεπόμαστε συχνά και μεταξύ μας ανταμώναμε,

210 προτού κινήσει να ανεβεί στην Τροία, όπου κι οι άλλοι
Αργείοι, οι γενναιότεροι, πήγαν με τα βαθιά τους πλοία.
Μετά χαθήκαμε· δεν είδα πια τον Οδυσσέα εγώ, μήτε κι αυτός 
εμένα.» Της αντιμίλησε ο Τηλέμαχος με φρόνηση και γνώση:
«Δεν θα σου κρύψω, ξένε, τίποτε, τη σκέψη μου θα 
φανερώσω·

215 η μάνα μου ισχυρίζεται πως είμαι γέννημα δικό του, όμως
εγώ δεν ξέρω· ποιος τάχα ως τώρα μόνος του αναγνώρισε
εκείνον που τον έσπειρε; Άμποτε να ᾽μουν ενός άλλου ο γιος, 
καλόμοιρου, που τα γεράματα τον βρίσκουν μέσα στ᾽ αγαθά 
του· τώρα φαντάσου, ο πιο δυστυχισμένος που γεννήθηκε σ᾽ 
αυτόν τον κόσμο, 

220 αυτός μου λένε πως με γέννησε — η ερώτησή σου με 
προκάλεσε κι έδωσα την απόκρισή μου.» Τότε η θεά Αθηνά, 
τα μάτια λάμποντας, ανταποκρίθηκε: «Όχι, δεν το νομίζω πως 
οι θεοί έχουν ορίσει τη γενιά σου ανώνυμη στο μέλλον, αφού 
σε γέννησε τέτοιον που είσαι η Πηνελόπη. Και τώρα κάτι άλλο 
πες μου, ειλικρινά·

225 τι γλέντι είναι αυτό; τι σόι συνάθροιση; ποια η δική σου
υποχρέωση; καμιά γιορτή; ή μήπως γάμος; Πάντως δεν 
πρόκειται για γεύμα εταιρικό· γιατί πολύ ξεδιάντροποι μου 
φαίνονται και ξιπασμένοι, έτσι που τρων αυτοί και πίνουν στο 
παλάτι· θα αγανακτούσε ασφαλώς, τα τόσα αίσχη βλέποντας, 
αν κάποιος κατά τύχη ερχόταν, φτάνει να ήταν συνετός.»

230 Της αποκρίθηκε ο Τηλέμαχος, φρόνιμος πάντα και με 
γνώση: «Αφού τέτοια ερωτήματα μου θέτεις, γυρεύοντας 
εξήγηση — ήταν ένας καιρός που αυτό το σπίτι είχε την τύχη 
του στα πλούτη, στις τιμές, όσο εκείνος κατοικούσε αυτή τη 
χώρα. Αλλά βουλήθηκαν αλλιώς κάποιοι θεοί, βάζοντας το 
κακό στον νου τους,

235 και τώρα εκείνον άφαντον τον έκαναν, παρά κανέναν 
άλλον. Αν έβρισκε τον θάνατο, δεν θα ᾽ταν ο καημός μου 
τόσος, αν είχε σκοτωθεί στην Τροία εκεί, με τους συντρόφους 
του στο πλάι, ή, με το τέλος του πολέμου, ξεψυχούσε στων 
δικών τα χέρια· τότε οι Παναχαιοί θα τον τιμούσαν τύμβο 
υψώνοντας,

240 και για κληρονομιά στον γιο του θ᾽ άφηνε μεγάλη δόξα.
Μα να που τώρα ανήκουστον τον έχουν αναρπάξει οι Άρπυιες,
κι εξαφανίστηκε, χωρίς κανείς να μάθει πού και πώς,
αφήνοντας σ᾽ εμένα οδυρμούς κι οδύνες. Αλλά δεν κλαίω, δεν 
στενάζω εκείνον μόνο, αφού μου δώσαν οι θεοί πρόσθετα και 
μεγάλα βάρη:

245 όσοι τριγύρω στα νησιά αρχηγεύουν, οι πρώτοι στο 
Δουλίχιο, στη Σάμη και στη δασωμένη Ζάκυνθο, κι άλλοι, 
ρηγόπουλα στον βράχο της Ιθάκης, όλοι τους έγιναν της μάνας 
μου μνηστήρες και μας μαδούν το σπιτικό· εκείνη μήτε τον 
φριχτό τους γάμο αρνείται, μήτε και βρίσκει δύναμη

250 να δώσει τέλος στην υπόθεση· στο μεταξύ οι μνηστήρες
αρπάζουν και ρημάζουν τα αγαθά μου — σε λίγο θα 
κατασπαράξουνε κι εμένα.» Του αντιμίλησε με πάθος η Αθηνά 
Παλλάδα: «Αλίμονο κι αλήθεια, μακριά σου χρόνια ατέλειωτα, 
πόσο ο Οδυσσέας σού λείπει! Που θα μπορούσε, τιμωρός, το 
χέρι να σηκώσει στους αναίσχυντους μνηστήρες.

255 Γιατί, αν τώρα ερχόταν και στην εξώθυρα του παλατιού 
στεκόταν, με περικεφαλαία, την ασπίδα και τα δυο του 
δόρατα, ίδιος στην όψη, σαν την πρώτη εκείνη μέρα που τον 
είδα εγώ στο σπίτι μας, να πίνει και να ευφραίνεται. Μόλις 
ανέβαινε από την Εφύρη, γυρίζοντας από τον γιο του 
Μέρμερου, τον Ίλο —

260 ταξίδεψε κι εκεί με το γοργό καράβι του, φαρμάκια ο 
Οδυσσέας ζητώντας φονικά, να τα ᾽χει χρίσμα για τα χάλκινά 
του βέλη· εκείνος όμως του τα αρνήθηκε, από τον φόβο των 
αθάνατων θεών, ενώ ο δικός μου ο πατέρας του τα πρόσφερε, 
τόσο πολύ τον αγαπούσε.

265 Αν με την ίδια όψη ο Οδυσσέας έπεφτε στους μνηστήρες,
ο θάνατός τους λέω δεν θ᾽ αργούσε, πικρός ο γάμος θα τους 
έβγαινε. Όμως αυτά, όπως και να ᾽ναι, οι θεοί τ᾽ αποφασίζουν,
αν πίσω εκείνος θα γυρίσει εκδικητής, ή μήπως κι όχι,
στο παλάτι του. Εσένα τώρα συμβουλεύω να σκεφτείς,

270 να βρεις τον τρόπο, και να διώξεις απ᾽ το σπίτι τους 
μνηστήρες. Άκου λοιπόν τι θα σου πω, και βάλε το καλά στον 
νου σου: αύριο κιόλας, καλώντας σε συνέλευση τους τίμιους 
Αχαιούς, σ᾽ όλους μπροστά εξηγήσου, κι ας είναι μάρτυρές 
σου οι θεοί· δώσε διαταγή για τους μνηστήρες, πως πρέπει
να ξεκουμπιστούν, να παν στα σπίτια τους — 

275 ύστερα η μάνα σου, αν η καρδιά της φλέγεται για νέο 
γάμο, πίσω ας γυρίσει στο παλάτι του πατέρα της, αυτός έχει 
και δύναμη και πλούτη· εκεί ας της ταιριάξουνε τον γάμο, και 
να της ετοιμάσουνε γενναία προικιά, όσα στη θυγατέρα τους 
αρμόζουν, να τη συνοδεύσουν. Για σένα πάλι, έχω άλλη 
συμβουλή, φρόνιμη αν σ᾽ αυτή υπακούσεις:

280 καράβι σήκωσε, το πιο γερό, μ᾽ είκοσι κωπηλάτες, και 
πήγαινε να μάθεις νέα του πατέρα σου, αν κάποιος άνθρωπος 
θνητός κάτι θα έχει να σου πει· μπορεί και του Διός ν᾽ 
ακούσεις την προφητική φωνή — μεγάλη δόξα φέρνει στους 
ανθρώπους. Πρώτα να πας στην Πύλο, ρωτώντας τον 
σεβάσμιο Νέστορα,

285 ύστερα συνεχίζεις για τη Σπάρτη, να δεις και τον ξανθό 
Μενέλαο, που τελευταίος γύρισε από τους άλλους Αχαιούς, 
όσοι φορούσαν τότε χάλκινα πουκάμισα. Εκεί ανίσως τον 
νόστο ακούσεις του πατέρα σου, πως ζει, μ᾽ όλη την παιδωμή 
σου, κάνε υπομονή γι᾽ αυτόν τον χρόνο· αν μάθεις όμως πως 
τον βρήκε ο θάνατος κι έσβησε η ζωή του,

290 τότε γυρίζεις πίσω στη γλυκιά πατρίδα, υψώνεις επιτάφιο 
σήμα, τιμώντας τον νεκρό και με κτερίσματα πολλά, όσα του 
πρέπουν — ύστερα δώσε και τη μάνα σου σε κάποιον άλλον 
άντρα. Κι όταν τελειώσεις μ᾽ όλα αυτά και γίνουν πράξη,
τότε με νου και σκέψη συλλογίσου, τρόπο να βρεις,
μες στο παλάτι, 

295 να σκοτώσεις τους μνηστήρες, με δόλο ή κι αναφανδόν· 
δεν πρέπει αλήθεια σαν μωρό παιδί να φέρεσαι, αφού δεν 
είσαι πια κανένα παιδαρέλι. Ή μήπως και δεν άκουσες πόσο 
μεγάλη δόξα, πανανθρώπινη, κατέκτησε ο θείος Ορέστης, 
αφότου σκότωσε τον πατροκτόνο του,

300 τον δόλιο Αίγισθο, εκείνον τον φονιά του ξακουστού 
πατέρα του. Έτσι, καλέ μου, σε βλέπω ωραίο κι αψηλό·
δείξου κι εσύ πως είσαι παλληκάρι, να σε δοξάσουν οι 
μελλούμενες γενιές. Όσο για μένα, αρμόζει να κατηφορίσω 
στο γοργό καράβι μου και στους συντρόφους — θα αδημονούν 
μες στη μεγάλη αναμονή τους.

305 Δικό σου μέλημα τα υπόλοιπα, θυμήσου και να σκέφτεσαι 
τις συμβουλές μου.» Πάλι της αποκρίθηκεν ο τόσο γνωστικός 
Τηλέμαχος: «Ξένε, το ξέρω πως αυτά τα λόγια σου μ᾽ αγάπη 
τα προφέρεις, όπως πατέρας στο παιδί του — υπόσχομαι να 
μην τα λησμονήσω. Αλλά παρακαλώ σε τώρα, λίγο 
καθυστέρησε, κι ας είναι βιαστικός ο δρόμος σου·

310 για να λουστείς, κι ύστερα ευφρόσυνος με δώρο στο 
καράβι να κατέβεις, που να το χαίρεται η ψυχή σου, πάγκαλο 
και πολύτιμο, για να σου μείνει από μένα θυμητάρι σταθερό,
καθώς οι ξένοι που γνωρίζονται με φίλους ανταλλάσσουν.»
Αμέσως η θεά Αθηνά, τα μάτια λάμποντας, του απάντησε:

315 «Μην προσπαθείς να με κρατήσεις κι άλλο, τώρα που ο 
δρόμος με καλεί· το δώρο σου όμως, όποιο η καρδιά σου
επιθυμεί να μου χαρίσεις, μου το προσφέρεις την επόμενη 
φορά που θ᾽ ανεβώ στο σπίτι σου — διάλεξε να ᾽ναι το 
καλύτερο, έτσι κι εσύ θα πάρεις άξιο αντιχάρισμα.»  Μίλησε, 
κι όπως τέλειωσε η θεά Αθηνά, τα μάτια λάμποντας, εχάθη:

320 σαν το πουλί πετώντας, ξέφυγε από το άνοιγμα της 
στέγης· εκείνου όμως την ψυχή την ενδυνάμωσε με θάρρος, 
ενίσχυσε και στέριωσε τη μνήμη του πατέρα του, για να τον 
έχει συνεχώς στον νου του. Αυτός καταλαβαίνοντας, έλαμψε 
ο νους του, τον συνεπήρε θάμβος, ένιωσε πως θεός ήταν 
ο ξένος, κι αυτόματα κινήθηκε προς τους μνηστήρες, ισόθεος 
άντρας.

325 Τους τραγουδούσε ο φημισμένος αοιδός, κι εκείνοι
καθισμένοι τον ακούν με τη σιωπή τους· των Αχαιών τον νόστο
τραγουδούσε, πικρόν όπως τον όρισε τον γυρισμό τους απ᾽ 
την Τροία η Αθηνά Παλλάδα. Τότε από το υπερώο ψηλά 
συνάκουσε το θείο τραγούδι, και την άγγιξε, του Ικαρίου η 
κόρη, η Πηνελόπη, σκεφτική και φρόνιμη·

330 από τον θάλαμό της κατεβαίνει την ψηλή του σκάλα· δεν 
ήταν μόνη, τη συνόδευαν οι δυο της βάγιες. Κι όταν κοντά με 
τους μνηστήρες βρέθηκε, η θεία γυναίκα, στήθηκε στην 
κολόνα εκείνη που κρατεί στερεή τη στέγη, τη λαμπερή 
μαντίλα της τραβώντας γύρω στα μάγουλά της. Κι ενώ πιστές 
οι ακόλουθες,

335 δεξιά κι αριστερά, της παραστέκουν, εκείνη δακρυσμένη 
μίλησε στον θεϊκό αοιδό: «Φήμιε, το ξέρεις πως μπορείς να 
θέλγεις τους θνητούς και μ᾽ άλλα κατορθώματα μεγάλα, 
ανθρώπων και θεών, των αοιδών τα γνώριμα τραγούδια·
ένα απ᾽ αυτά παρακαθήμενος τραγούδησε, κι αυτοί ας πίνουν 
το κρασί τους

340 σιωπηλοί· ετούτο μόνο το τραγούδι μην το συνεχίσεις,
θλιβερό κι αβάστακτο· σπαράζει την καρδιά μου μες στα 
στήθη, αφότου με κατοίκησε πένθος μεγάλο κι αλησμόνητο.
Τέτοιο το πρόσωπο που εγώ ποθώ, και συνεχώς τη μνήμη μου 
πληγώνει η μορφή του αντρός μου, με δόξα απέραντη, 
απλωμένη στην Ελλάδα και μέσα στο Άργος.»

345 Της αντιμίλησε όμως ο γνωστικός Τηλέμαχος: «Μητέρα 
μου, πώς θέλεις ν᾽ αρνηθείς στον τιμημένο μας αοιδό χαρά 
να δίνει μ᾽ ό,τι βάζει ο νους του; Φταίχτες δεν είναι οι αοιδοί· 
ο Δίας ίσως είναι ο αίτιος, που δίνει στους φιλόπονους
ανθρώπους ό,τι θελήσει εκείνος στον καθένα. Δεν πρέπει η 
αγανάκτηση σ᾽ αυτόν να πέφτει,

350 που ψάλλει την κακή μοίρα των Δαναών. Ξέρεις, οι 
άνθρωποι τιμούν και προτιμούν εκείνο το τραγούδι που τους 
φαντάζει, ακούγοντας, το τελευταίο. Θάρρος λοιπόν 
χρειάζεσαι και σφίξε την καρδιά σου να τ᾽ ακούσεις·
δεν ήταν μόνος ο Οδυσσέας που χωρίστηκε στην Τροία
από του νόστου του τη μέρα· 

355 κι άλλοι πολλοί, γενναίοι άντρες, χάθηκαν και πάνε. Αλλά 
καλύτερα να πας στην κάμαρή σου, με τα δικά σου έργα 
απασχολήσου, τον αργαλειό, τη ρόκα· δίνε στις παρακόρες 
εντολές, για να δουλεύουν με φροντίδα. Ο λόγος είναι μέλημα 
του αντρός, του καθενός, και περισσότερο δικό μου· σ᾽ αυτό 
το σπίτι είμαι εγώ ο κυβερνήτης.»

360 Κατάπληκτη η Πηνελόπη τότε τραβήχτηκε στην κάμαρή 
της, κρατώντας μέσα της τη συμβουλή του γιου της. Κι όταν 
ανέβηκε ψηλά στον θάλαμο, με τις ακόλουθες μαζί, έστησε 
θρήνο για τον Οδυσσέα, το ακριβό της ταίρι, ωσότου η Αθηνά,
τα μάτια λάμποντας, κλείνει τα βλέφαρά της, σταλάζοντας 
ύπνο γλυκό.

365 Την ίδιαν ώρα οι μνηστήρες, στον ίσκιο της μεγάλης 
αίθουσας, σήκωσαν ταραχή: όλοι τους κι ολοφάνερα κάνουν 
ευχή, μαζί της θέλουν να πλαγιάσουν στο κρεβάτι. Τότε 
λοιπόν τον λόγο πήρε πρώτος ο συνετός Τηλέμαχος:
«Μνηστήρες της μητέρας μου, που σας κατέχει υπεροψία και 
μέθη, προς το παρόν, στου δείπνου την απόλαυση ας 

370 δοθούμε, αλλά χωρίς φωνές· αλήθεια βρίσκω τόσο ωραίο 
να ακούει κανείς τον αοιδό μας, τέτοιος που είναι, θα ᾽λεγες η 
φωνή του μοιάζει με θεού. Με το ξημέρωμα όμως καλώ τους 
πάντες να βρεθούμε στην αγορά για τη συνέλευση, όπου 
σκοπεύω να σας πω την απαγόρευσή μου απερίφραστα: έξω 
από το παλάτι πια· αλλού να ψάξετε έτοιμα τραπέζια· 

375 και στο εξής να σπαταλάτε δικά σας αγαθά, τα σπίτια 
μεταξύ σας συναλλάζοντας. Ανίσως όμως και νομίζετε πως 
είναι συμφερότερο και πιο γενναίο, τα πλούτη ενός ανθρώπου 
να εξανεμίζονται έτσι ατιμώρητα, φάτε λοιπόν κι αρπάξτε· 
τότε κι εγώ θα υψώσω στους αθάνατους φωνή, άμποτε ο Δίας 
στην παρανομία αυτή να δώσει εκδίκηση·

380 τότε, ως τώρα ατιμώρητοι, μέσα στο σπίτι, εδώ, θα βρείτε 
τον χαμό.» Έτσι ωμά τους μίλησε· κι εκείνοι, τα χείλη τους 
δαγκώνοντας, έμειναν ώρα να θαυμάζουν όλοι τους τον 
Τηλέμαχο, το θάρρος της αγόρευσής του. Μετά του αντιμίλησε 
ο Αντίνοος, γιος του Ευπείθη: «Φαίνεται πως, Τηλέμαχε, καλά 
σε δασκαλεύουν οι θεοί αυτούσιοι,

385 κι έγινες επηρμένος, με τόσο θράσος που αγορεύεις. Μόνο 
μη δώσει ο Δίας και, στη θαλασσοφίλητη Ιθάκη, βρεθείς εσύ ο 
κληρονόμος βασιλιάς μας, από το γένος του πατέρα σου.»
Αμέσως τότε κι ο Τηλέμαχος, με τη δική του γνώση, 
ανταποκρίθηκε: «Αντίνοε, έστω κι αν με φθονήσεις, τον λόγο 
μου εγώ θα πω:

390 θα το δεχόμουν, αν ο Δίας το χάριζε, αξίωμα βασιλικό.
Φαντάζομαι να συμφωνείς ότι η τιμή του στους ανθρώπους δεν 
είναι ευκαταφρόνητη· και δεν νομίζεται κακό να βασιλεύεις·
σπίτι γεμάτο πλούτη, κι οι μεγαλύτερες τιμές δικές σου.
Παρ᾽ όλα αυτά, υπάρχουν κι άλλοι, πολλοί Αχαιοί 

395 να βασιλεύσουν, νέοι και γέροι, στη θαλασσοφίλητη Ιθάκη·
ένας τους θα μπορούσε να αναλάβει το βασιλικό αξίωμα, αφού 
ο θείος Οδυσσεύς είναι νεκρός. Όσο για μένα, το αξιώνω, ο 
ίδιος να ᾽μαι ο κύριος του σπιτιού μου, εγώ να κυβερνώ τους 
υπηρέτες — τη λεία που κέρδισε ο ξακουστός πατέρας μου.»
Τότε στη μέση μπήκε ο γιος του Πολύβου, ο Ευρύμαχος:

400 «Τηλέμαχε, αυτά εναπόκεινται στην κρίση των θεών,
ποιος από τους Αχαιούς θα βασιλεύσει στη θαλασσοφίλητη 
Ιθάκη. Τα χτήματά σου είναι βέβαια δικά σου, στο σπίτι σου 
εσύ ᾽σαι ο αφέντης. Και να μη σώσει κάποιος, όποιος, χωρίς 
την άδειά σου, το βιος σου με τη βία ν᾽ αρπάξει, όσο η 
Ιθάκη κατοικείται από ανθρώπους.

405 Αλλά, ωραίε και γενναίε εσύ, θέλω να σε ρωτήσω για τον 
ξένο: ποιος είναι κι από πού; για ποια, δική του χώρα 
καμαρώνει; ποια η γενιά του κι η πατρίδα του; ποιο χώμα τον 
ανάστησε; Ή μήπως φέρνει κάποιο νέο για τον πατέρα σου;
Εκτός κι αν ήλθε για δικό του όφελος, από δική του ανάγκη.

410 Παράξενο που τόσο απότομα πετάχτηκε να φύγει· καν δεν 
περίμενε να γνωριστούμε. Πάντως στην όψη του δεν έδειχνε 
τίποτε ταπεινό.» Με σύνεση και γνώση του αντιμίλησε ο 
Τηλέμαχος: «Ευρύμαχε, για μένα ο νόστος του πατέρα μου 
είναι χαμένη υπόθεση· δεν εμπιστεύομαι λοιπόν κανένα 
μήνυμα, αν από κάπου φτάσει,

415 μήτε και λογαριάζω τους χρησμούς, αν κάποιον μάντη η 
μάνα μου φωνάξει στο παλάτι και μ᾽ αγωνία τον ρωτά.
Όσο γι᾽ αυτόν τον ξένο, φίλος μας είναι πατρικός, από την 
Τάφο· Μέντης το όνομά του και καυχιέται πως είναι ο γιος του 
εμπειροπόλεμου Αγχιάλου· ο ίδιος τώρα τους θαλασσινούς 
Ταφίους κυβερνά.»

420 Ήταν αυτή η τελευταία του λέξη, κι ας είχε αναγνωρίσει 
την αθάνατη θεά. Στο μεταξύ οι μνηστήρες παραδόθηκαν στο 
γλέντι· με τον χορό ευφραίνονταν και το παθητικό τραγούδι,
πότε θα πέσει το σκοτάδι περιμένοντας. Και μέσα στην 
ξεφάντωση πέφτει το βράδυ σκοτεινό και μαύρο· τότε 
σηκώθηκαν να κοιμηθούν, καθένας τράβηξε στο σπίτι του.

425 Με τη σειρά του κι ο Τηλέμαχος — μια κάμαρη ψηλή, για 
χάρη του χτισμένη, έβλεπε στην αυλή, πανέμορφη κι ολόγυρα 
προφυλαγμένη. Πήγε λοιπόν εκεί να κοιμηθεί, αλλά ο νους 
του γύριζε από τις σκέψεις τις πολλές. Κοντά του βάδιζε, 
δαδιά κρατώντας αναμμένα, υπόδειγμα αφοσίωσης, η 
Ευρύκλεια, του Ώπα η θυγατέρα, κι αυτός γιος του Πεισήνορα.

430 Παλιά την εξαγόρασε ο Λαέρτης, κι έγινε από τότε κτήμα 
του· ήταν ακόμη κοπελίτσα και την αντάλλαξε μ᾽ είκοσι βόδια,
την τίμησε όμως μέσα στο παλάτι, ισάξια με τη νόμιμη γυναίκα 
του, αλλά μαζί της δεν επλάγιασε, γιατί δεν ήθελε να 
προκαλέσει την οργή της άλλης. Αυτή λοιπόν, δαδιά 
κρατώντας αναμμένα, τον συνόδευε — τόσο πολύ

435 τον αγαπούσε, όσο καμιά από τις άλλες δούλες, γιατί 
τον είχε αναθρέψει από μωρό. Άνοιξε τότε αυτός τα δυο 
θυρόφυλλα της κάμαρης, καλοχτισμένης και γερής, 
ακούμπησε στην κλίνη του κι έβγαλε από πάνω του τον 
μαλακό χιτώνα· αμέσως τον παρέδωσε στα χέρια της 
στοχαστικής γερόντισσας, κι εκείνη τον δίπλωσε καλά, να 

440 μην τσακίσει, τέλος τον κρέμασε στον πάσσαλο, στο πλάι 
της κλίνης με τις τορνευτές οπές. Ύστερα βγήκε από την 
κάμαρη, την πόρτα τράβηξε από την ασημένια της λαβή και 
κλείδωσε, σέρνοντας από το λουρί τον σύρτη. Εκεί εκείνος, 
όλη τη νύχτα ξάγρυπνος και σκεπασμένος με φλοκάτη, τον 
δρόμο μελετούσε μέσα του, όπως τον όρισε η θεά Αθηνά.


Οδύσσεια – β

– Γραμματεία –