diaforos

Just another WordPress site

Οδύσσεια β – Ἰθακησίων ἐκκλησία καὶ Τηλεμάχου ἀποδημία

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer odyssey b
        greek-language.gr _ Homer – Iliad and Odyssey



Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός,
εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

5 βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,


10 βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
οὐκ οἶος, ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
ἕζετο δ᾽ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.


15 τοῖσι δ᾽ ἔπειθ᾽ ἥρως Αἰγύπτιος ἦρχ᾽ ἀγορεύειν,
ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ᾽ ἀντιθέῳ Ὀδυσῆϊ
Ἴλιον εἰς εὔπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
Ἄντιφος αἰχμητής· τὸν δ᾽ ἄγριος ἔκτανε Κύκλωψ


20 ἐν σπῆϊ γλαφυρῷ, πύματον δ᾽ ὁπλίσσατο δόρπον.
τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
Εὐρύνομος, δύο δ᾽ αἰὲν ἔχον πατρώϊα ἔργα·
ἀλλ᾽ οὐδ᾽ ὣς τοῦ λήθετ᾽ ὀδυρόμενος καὶ ἀχεύων.
τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·


25«Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
οὔτε ποθ᾽ ἡμετέρη ἀγορὴ γένετ᾽ οὔτε θόωκος
ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
νῦν δὲ τίς ὧδ᾽ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;

30 ἠέ τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
ἥν χ᾽ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ᾽ ἀγορεύει;
ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ τι φρεσὶν ᾗσι μενοινᾷ.»


35 Ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο, μενοίνησεν δ᾽ ἀγορεύειν,
στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
κῆρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς.
πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·


40 «Ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ᾽ εἴσεαι αὐτός,
ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει.
οὔτε τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
ἥν χ᾽ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω,


45 ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ,
δοιά· τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ᾽ ἐν ὑμῖν
τοίσδεσσιν βασίλευε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν·
νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
πάγχυ διαρραίσει, βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.


50 μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι,
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
Ἰκαρίου, ὅς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
δοίη δ᾽ ᾧ κ᾽ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι.

55 οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνὴρ
οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.


60 ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
λευγαλέοι τ᾽ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
ἦ τ᾽ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
οὐ γὰρ ἔτ᾽ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ᾽ ἔτι καλῶς
οἶκος ἐμὸς διόλωλε· νεμεσσήθητε καὶ αὐτοί,

65 ἄλλους τ᾽ αἰδέσθητε περικτίονας ἀνθρώπους,
οἳ περιναιετάουσι· θεῶν δ᾽ ὑποδείσατε μῆνιν,
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
ἥ τ᾽ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·


70 σχέσθε, φίλοι, καί μ᾽ οἶον ἐάσατε πένθεϊ λυγρῷ
τείρεσθ᾽, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
δυσμενέων κάκ᾽ ἔρεξεν ἐϋκνήμιδας Ἀχαιούς·
τῶν μ᾽ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη


75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε·
εἴ χ᾽ ὑμεῖς γε φάγοιτε, τάχ᾽ ἄν ποτε καὶ τίσις εἴη·
τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
χρήματ᾽ ἀπαιτίζοντες, ἕως κ᾽ ἀπὸ πάντα δοθείη·
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.»


80 Ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ,
δάκρυ᾽ ἀναπρήσας· οἶκτος δ᾽ ἕλε λαὸν ἅπαντα.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·


85 «Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
ἡμέας αἰσχύνων, ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
σοὶ δ᾽ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
ἀλλὰ φίλη μήτηρ, ἥ τοι περὶ κέρδεα οἶδεν.
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ᾽ εἶσι τέταρτον,

90 ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
πάντας μέν ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
ἀγγελίας προϊεῖσα· νόος δέ οἱ ἄλλα μενοινᾷ.
ἡ δὲ δόλον τόνδ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,


95 λεπτὸν καὶ περίμετρον· ἄφαρ δ᾽ ἡμῖν μετέειπε·
κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν


100 μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,


105 νύκτας δ᾽ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.


110 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης·
σοὶ δ᾽ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν᾽ εἰδῇς
αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.


115 εἰ δ᾽ ἔτ᾽ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
τὰ φρονέουσ᾽ ἀνὰ θυμὸν ἅ οἱ πέρι δῶκεν Ἀθήνη,
ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
κέρδεά θ᾽, οἷ᾽ οὔ πώ τιν᾽ ἀκούομεν οὐδὲ παλαιῶν,
τάων αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί,


120 Τυρώ τ᾽ Ἀλκμήνη τε ἐϋστέφανός τε Μυκήνη·
τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
ᾔδη· ἀτὰρ μὲν τοῦτό γ᾽ ἐναίσιμον οὐκ ἐνόησε.
τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ᾽ ἔδονται,
ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν

125 ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
ποιεῖτ᾽, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο·
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
πρίν γ᾽ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ᾽ ἐθέλῃσι.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·


130 «Ἀντίνο᾽, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
ἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἔθρεψε· πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης,
ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δέ με πόλλ᾽ ἀποτίνειν
Ἰκαρίῳ, αἴ κ᾽ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων


135 δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ᾽ ἐρινῦς
οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
ὑμέτερος δ᾽ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
ἔξιτέ μοι μεγάρων, ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας


140 ὑμὰ κτήματ᾽ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.


145 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.»
Ὣς φάτο Τηλέμαχος, τῷ δ᾽ αἰετὼ εὐρύοπα Ζεὺς
ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
τὼ δ᾽ ἧός ῥ᾽ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·


150 ἀλλ᾽ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
ἔνθ᾽ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
ἐς δ᾽ ἱκέτην πάντων κεφαλάς, ὄσσοντο δ᾽ ὄλεθρον,
δρυψαμένω δ᾽ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
δεξιὼ ἤϊξαν διὰ οἰκία καὶ πόλιν αὐτῶν.


155 θάμβησαν δ᾽ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
ὅρμηναν δ᾽ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·


160 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω.
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη


165 ἐγγὺς ἐὼν τοίσδεσσι φόνον καὶ κῆρα φυτεύει
πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
οἳ νεμόμεσθ᾽ Ἰθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ᾽ ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.


170 οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ᾽ ἐῢ εἰδώς·
καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα
ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
φῆν κακὰ πολλὰ παθόντ᾽, ὀλέσαντ᾽ ἄπο πάντας ἑταίρους,


175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
οἴκαδ᾽ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.»
Τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
«ὦ γέρον, εἰ δ᾽ ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν
οἴκαδ᾽ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·

180 ταῦτα δ᾽ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο
φοιτῶσ᾽, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
ὤλετο τῆλ᾽, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,


185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ᾽ ἀνιείης,
σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,


190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
σοὶ δὲ, γέρον, θωὴν ἐπιθήσομεν ἥν κ᾽ ἐνὶ θυμῷ
τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
Τηλεμάχῳ δ᾽ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·


195 μητέρ᾽ ἑὴν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
οὐ γὰρ πρὶν παύσεσθαι ὀΐομαι υἷας Ἀχαιῶν
μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,

200 οὔτ᾽ οὖν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα·
οὔτε θεοπροπίης ἐμπαζόμεθ᾽, ἣν σύ, γεραιέ,
μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ᾽ ἔτι μᾶλλον.
χρήματα δ᾽ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ᾽ ἶσα
ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς


205 ὃν γάμον· ἡμεῖς δ᾽ αὖ ποτιδέγμενοι ἤματα πάντα
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ᾽ ἄλλας
ἐρχόμεθ᾽, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Εὐρύμαχ᾽ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,


210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ᾽ ἀγορεύω·
ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,
οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,

215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς μοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσω
ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
ἦ τ᾽ ἄν, τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν·


220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ᾽ ἔτ᾽ ἐόντος,
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.»
Ἦ τοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο, τοῖσι δ᾽ ἀνέστη


225 Μέντωρ, ὅς ῥ᾽ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·


230 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι,
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.


235 ἀλλ᾽ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
οἶκον Ὀδυσσῆος, τὸν δ᾽ οὐκέτι φασὶ νέεσθαι.
νῦν δ᾽ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες

240 ἧσθ᾽ ἄνεῳ ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες.»
Τὸν δ᾽ Εὐηνορίδης Ληόκριτος ἀντίον ηὔδα·
«Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ

245 ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
εἴ περ γάρ κ᾽ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
ἐξελάσαι μεγάροιο μενοινήσει᾽ ἐνὶ θυμῷ,
οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,


250 ἐλθόντ᾽, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
εἰ πλεόνεσσι μάχοιτο· σὺ δ᾽ οὐ κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἄγε, λαοὶ μὲν σκίδνασθ᾽ ἐπὶ ἔργα ἕκαστος,
τούτῳ δ᾽ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ᾽ Ἁλιθέρσης,
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοί εἰσιν ἑταῖροι.


255 ἀλλ᾽, ὀΐω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
πεύσεται εἰν Ἰθάκῃ, τελέει δ᾽ ὁδὸν οὔ ποτε ταύτην.»
Ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος,
μνηστῆρες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου Ὀδυσῆος.


260 Τηλέμαχος δ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ᾽ Ἀθήνῃ·
«Κλῦθί μοι, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
καί μ᾽ ἐν νηῒ κέλευσας ἐπ᾽ ἠεροειδέα πόντον,
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,


265 ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
μνηστῆρες δὲ μάλιστα, κακῶς ὑπερηνορέοντες.»
Ὣς ἔφατ᾽ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·


270«Τηλέμαχ᾽, οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ,
οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε.
οὔ τοι ἔπειθ᾽ ἁλίη ὁδὸς ἔσσεται οὐδ᾽ ἀτέλεστος.
εἰ δ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ Πηνελοπείης,


275 οὐ σέ γ᾽ ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς.
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,


280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
ὃς δή σφι σχεδόν ἐστιν, ἐπ᾽ ἤματι πάντας ὀλέσθαι.


285 σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι,
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾽ ἕψομαι αὐτός.
ἀλλὰ σὺ μὲν πρὸς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει,
ὅπλισσόν τ᾽ ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα,


290 οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ᾽ ἀνὰ δῆμον ἑταίρους
αἶψ᾽ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέαι ἠδὲ παλαιαί·
τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,


295 ὦκα δ᾽ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέϊ πόντῳ.»
Ὣς φάτ᾽ Ἀθηναίη, κούρη Διός· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
βῆ δ᾽ ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,


300 αἶγας ἀνιεμένους σιάλους θ᾽ εὕοντας ἐν αὐλῇ.
Ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε Τηλεμάχοιο·
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,

305 ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
ἐς Πύλον ἠγαθέην μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·


310 «Ἀντίνο᾽, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ᾽ ὑμῖν
δαίνυσθαί τ᾽ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
κτήματ᾽ ἐμά, μνηστῆρες, ἐγὼ δ᾽ ἔτι νήπιος ἦα;
νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων


315 πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
πειρήσω ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
ἠὲ Πύλονδ᾽ ἐλθών, ἢ αὐτοῦ τῷδ᾽ ἐνὶ δήμῳ.
εἶμι μέν, οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων


320 γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.»
Ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ᾽ Ἀντινόοιο
ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
οἱ δ᾽ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·


325 «Ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,
ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ,

330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.»
Ἄλλος δ᾽ αὖτ᾽ εἴπεσκε νέων ὑπερηνορεόντων·
«τίς δ᾽ οἶδ᾽ εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·

335 κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ᾽ αὖτε
τούτου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅς τις ὀπυίοι.»
Ὣς φάν· ὁ δ᾽ ὑψόροφον θάλαμον κατεβήσετο πατρός,
εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
ἐσθής τ᾽ ἐν χηλοῖσιν ἅλις τ᾽ εὐῶδες ἔλαιον·


340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ᾽ Ὀδυσσεὺς
οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
κληϊσταὶ δ᾽ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,


345 δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
ἔσχ᾽, ἣ πάντ᾽ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
τὴν τότε Τηλέμαχος προσέφη θάλαμόνδε καλέσσας·
«Μαῖ᾽, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον

350 ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις,
κεῖνον ὀϊομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
δώδεκα δ᾽ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·


355 εἴκοσι δ᾽ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
αὐτὴ δ᾽ οἴη ἴσθι· τὰ δ᾽ ἀθρόα πάντα τετύχθω·
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
μήτηρ εἰς ὑπερῷ᾽ ἀναβῇ κοίτου τε μέδηται.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,

360 νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.»
Ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
«Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
ἔπλετο; πῇ δ᾽ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν


365 μοῦνος ἐὼν ἀγαπητός; ὁ δ᾽ ὤλετο τηλόθι πάτρης
διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
οἱ δέ τοι αὐτίκ᾽ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
ὥς κε δόλῳ φθίῃς, τάδε δ᾽ αὐτοὶ πάντα δάσονται.
ἀλλὰ μέν᾽ αὖθ᾽ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ

370 πόντον ἐπ᾽ ἀτρύγετον κακὰ πάσχειν οὐδ᾽ ἀλάλησθαι.»
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«θάρσει, μαῖ᾽, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
ἀλλ᾽ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
πρίν γ᾽ ὅτ᾽ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,

375 ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.»
Ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ θεῶν μέγαν ὅρκον ἀπόμνυ.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
αὐτίκ᾽ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,

380 ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι·
Τηλέμαχος δ᾽ ἐς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει.
Ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
Τηλεμάχῳ ἐϊκυῖα κατὰ πτόλιν οἴχετο πάντῃ,
καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,

385 ἑσπερίους δ᾽ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
ἡ δ᾽ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
Δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
καὶ τότε νῆα θοὴν ἅλαδ᾽ εἴρυσε, πάντα δ᾽ ἐν αὐτῇ


390 ὅπλ᾽ ἐτίθει, τά τε νῆες ἐΰσσελμοι φορέουσι.
στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῇ λιμένος, περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι
ἀθρόοι ἠγερέθοντο· θεὰ δ᾽ ὄτρυνεν ἕκαστον.
Ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
βῆ ῥ᾽ ἴμεναι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο·


395 ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
πλάζε δὲ πίνοντας, χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.
οἱ δ᾽ εὕδειν ὄρνυντο κατὰ πτόλιν, οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἥατ᾽, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη


400 ἐκπροκαλεσσαμένη μεγάρων εὖ ναιεταόντων,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
«Τηλέμαχ᾽, ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι
ἥατ᾽ ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
ἀλλ᾽ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.»

405 Ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·

410 «Δεῦτε, φίλοι, ἤϊα φερώμεθα· πάντα γὰρ ἤδη
ἀθρό᾽ ἐνὶ μεγάρῳ· μήτηρ δ᾽ ἐμοὶ οὔ τι πέπυσται,
οὐδ᾽ ἄλλαι δμῳαί, μία δ᾽ οἴη μῦθον ἄκουσεν.»
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
οἱ δ᾽ ἄρα πάντα φέροντες ἐϋσσέλμῳ ἐπὶ νηῒ


415 κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
ἂν δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἄρχε δ᾽ Ἀθήνη,
νηῒ δ᾽ ἐνὶ πρύμνῃ κατ᾽ ἄρ᾽ ἕζετο· ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς
ἕζετο Τηλέμαχος· τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῗσι καθῖζον.

420 τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
ἀκραῆ Ζέφυρον, κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον.
Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
ὅπλων ἅπτεσθαι· τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν.
ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

425 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ᾽ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν.
ἔπρησεν δ᾽ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης·
ἡ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.


430 δησάμενοι δ᾽ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
λεῖβον δ᾽ ἀθανάτοισι θεοῖσ᾽ αἰειγενέτῃσιν,
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
παννυχίη μέν ῥ᾽ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.



Οδύσσεια – α
Ἰθακησίων ἐκκλησία καὶ Τηλεμάχου ἀποδημία

Μόλις, χαράζοντας τη μέρα, ρόδισε η Αυγή τον ουρανό,
από την κλίνη του πετάχτηκε του Οδυσσέα ο ακριβός του γιος.
Το ρούχο του φορώντας, κρέμασε κοφτερό σπαθί στον ώμο,
έδεσε στα λευκά κι αστραφτερά του πόδια ωραία σαντάλια, 

5 και βγήκε προχωρώντας απ᾽ την κάμαρη, ωραίος σαν θεός.
Κάλεσε ευθύς τους κήρυκες και τους παράγγειλε να 
συγκαλέσουν, με τη λαγαρή φωνή τους, συνέλευση των 
Αχαιών, που τρέφουν πλούσια κόμη. Εκείνοι εκήρυξαν την 
εντολή, κι άρχισε να μαζεύεται το πλήθος με σπουδή. Όταν 
συναθροιστήκαν όλοι τους, συγκεντρωμένοι εκεί,

10 τότε προχώρησε κι αυτός στην αγορά, σφιχτά κρατώντας 
στην παλάμη του χάλκινο δόρυ — δεν ήταν μόνος, τον 
συνόδευαν δυο γρήγορα σκυλιά. Η Αθηνά ράντισε πάνω του 
θεσπέσια χάρη, τόση που ο κόσμος όλος τον κοιτούσε να 
᾽ρχεται γεμάτος θαυμασμό, κι όπως εκάθησε στον θρόνο του 
πατέρα του, έκαναν πίσω οι γέροντες.

15 Τότε πήρε τον λόγο πρώτος ο σεβαστός Αιγύπτιος,
γέροντας πια σκυφτός, γνωρίζοντας τα μύρια όσα· απ᾽ τον 
καημό που εμίσεψε ο ακριβός του γιος, με τον ισόθεο Οδυσσέα 
στο Ίλιο, το φημισμένο για τα όμορφα πουλάρια του, μέσα στα 
κοίλα πλοία — Άντιφος τ᾽ όνομά του, ακοντιστής γενναίος. Κι 
όμως στο μεταξύ τον εξολόθρευσε στη θολωτή σπηλιά του 

20 ο Κύκλωπας, τον έφαγε στερνό σε απαίσιο δείπνο. Είχε ο 
Αιγύπτιος κι άλλους τρεις γιους· ο ένας τους, ο Ευρύνομος,
έμπλεξε με τους μνηστήρες· έμειναν δυο που φρόντιζαν τα 
πατρικά τους χτήματα. Τον πρώτον όμως ο πατέρας του δεν 
τον λησμόνησε ποτέ, θρηνώντας και στενάζοντας, όπως και 
τώρα, που τον λόγο πήρε, βουρκωμένος, να μιλήσει:

25 «Ακούστε με, Ιθακήσιοι, γιατί έχω κάτι να σας πω: πάει 
καιρός που δεν ξανάγινε αγορά· καμιά συνέλευση, αφότου 
κίνησε ο Οδυσσέας θείος σε καράβια βαθουλά. Λοιπόν, ποιος 
μας συνάθροισε εμάς εδώ; ποιον βρήκε τώρα τόση ανάγκη;
κάποιος νεότερος; ή από εκείνους που τους πήρανε τα χρόνια;

30 Μήπως κανένα μήνυμα άκουσε, πως ο στρατός μας 
επιστρέφει, και θέλησε να μας το φανερώσει, αφού το έμαθε 
πρώτος εκείνος; Εκτός κι αν έχει να μας πει αγορεύοντας 
κάποιο άλλο νέο που ενδιαφέρει τον λαό. Πάντως μου φαίνεται σπουδαίος, εύχομαι ευλογημένος. Άμποτε ο Δίας να 
του βγάλει σε καλό ό,τι βαθιά στον νου του μελετά.»

35 Μ᾽ αυτά τα λόγια τέλειωσε, αλλά τον έπαινό του χάρηκε 
του Οδυσσέα ο γιος. Δεν έμεινε άλλο καθισμένος, τον πήρε 
ο πόθος να μιλήσει. Σηκώθηκε λοιπόν στης αγοράς τη μέση· 
ο κήρυκας Πεισήνωρ, που πάντα φρόνιμα στοχάζεται, 
σκήπτρο τού έβαλε στο χέρι, και τότε εκείνος, πρώτα στον 
γέροντα μιλώντας, γύρισε κι είπε: 

40 «Γέροντα, δεν είναι ο άνθρωπος που λες μακριά, θα τον 
αναγνωρίσεις τώρα μόνος σου· εγώ συγκάλεσα το πλήθος, 
αφού εμένα σφάζει ο πόνος. Όχι, δεν άκουσα κανένα μήνυμα 
πως ο στρατός μας επιστρέφει, και θέλησα να σας το 
φανερώσω, αφού το έμαθα πρώτος εγώ· μήτε αγορεύοντας 
έχω να πω κάποιο άλλο νέο που ενδιαφέρει τον λαό.

45 Δική μου ανάγκη με πιέζει, κακό που πλάκωσε το σπιτικό 
μου — διπλό κακό· έχασα πρώτα έναν λαμπρό πατέρα, που 
ήταν κάποτε ο βασιλιάς ανάμεσά σας, καλός πατέρας και για 
σας. Τώρα το δεύτερο κακό, πολύ χειρότερο, που κινδυνεύει 
να ρημάξει για καλά το αρχοντικό μου, όλο το βιος μου να 
αφανίσει·

50 στη μάνα μου οι μνηστήρες ρίχνονται, κι ας μην το θέλει 
εκείνη, γονέων γιοι που εδώ κυκλοφορούν επιφανέστατοι.
Κι όμως τρομάζουν να παν στο σπίτι του πατέρα της, του 
Ικαρίου, που θα μπορούσε να προικίσει αυτός τη θυγατέρα 
του, και να τη δώσει σ᾽ όποιον θέλει, 

55 αν κάποιος του φανεί καλός και ευπρόσδεκτος. Το 
αντίθετο, περνούν όλες τις μέρες στο παλάτι μας, σφάζοντας 
βόδια, πρόβατα, γίδες παχιές, γλεντοκοπώντας και μεθώντας 
με κρασί σπινθηροβόλο αλόγιστα — μια ασωτεία μεγάλη που 
τραβάει σε μάκρος. Γιατί δεν βρίσκεται κανείς, σαν άλλος 
Οδυσσεύς, να διώξει από το σπίτι την κατάρα αυτή.

60 Εμείς δεν είμαστε σε θέση να το κάνουμε, και θα φανούμε 
αξιολύπητοι, αφού μας λείπει η πείρα της αλκής.
Ω ναι, θα αντιστεκόμουν, αν είχα τέτοια δύναμη, γιατί ό,τι 
γίνεται μου φαίνεται ανυπόφορο, μ᾽ άθλιο τρόπο καταρρέει το 
σπιτικό μου. Γι᾽ αυτό λοιπόν αγανακτήσετε κι εσείς,

65 ντραπείτε τους γειτόνους, όσους τριγύρω κατοικούν· και 
φοβηθείτε ακόμη τον θεϊκό θυμό, μήπως αλλάξουν γνώμη,
χολωμένοι με τα ανόσια έργα. Σας ικετεύω, στο όνομα του 
ολυμπίου Διός και στο όνομα της Θέμης, που λέει εκείνη πότε 
στήνονται οι συνελεύσεις των ανθρώπων, και πότε πρέπει να 
λυθούν.

70 Συγκρατηθείτε, φίλοι μου· αφήστε με να τυραννιέμαι μόνος
με το μαύρο πένθος μου. Εκτός κι αν κάποτε ο πατέρας μου, 
ο δοξασμένος Οδυσσεύς, κακόγνωμος προξένησε μια βλάβη
στους οπλισμένους Αχαιούς, και τώρα εσείς μ᾽ εκδίκηση τη 
βλάβη ανταποδίδετε — εχθροί σ᾽ εμένα, γίνατε σ᾽ αυτούς κακοί τους σύμβουλοι.

75 Θα ᾽ταν καλύτερο κατά τη γνώμη μου, αν παίρνατε και εσείς
μέρος στο φαγοπότι, για να ᾽ρθει κάποτε κι η πληρωμή. Γιατί 
κι εμείς τότε θα αναστατώναμε την πόλη, μιλώντας δεν θα 
ξεκολλούσαμε ζητώντας τ᾽ αγαθά μας, προτού όλα πίσω να 
δοθούν. Μα τώρα με τη στάση σας φορτώνετε στην έρμη μου 
ψυχή πόνους αβάσταχτους.»

80 Τον λόγο του έκλεισε με οργίλο πάθος, στο χώμα ρίχνοντας
το σκήπτρο, γέμισαν δάκρυα τα μάτια του· όλο το πλήθος τότε
τον συμπόνεσε, οι πάντες έμειναν βουβοί κι αμίλητοι, κανείς 
δεν πήρε θάρρος να μιλήσει στον Τηλέμαχο, να τον πικράνει κι 
άλλο με τα λόγια του. Μόνος ο Αντίνοος βγήκε μπροστά και του αντιμίλησε:

85 «Τηλέμαχε μεγαλορρήμονα, ακατάσχετε, τι λόγος που 
ξεστόμισες να μας ντροπιάσεις, θέλοντας πάνω μας να ρίξεις τη βαριά μομφή σου! Όχι, δεν είναι από τους Αχαιούς ένοχοι οι 
μνηστήρες· φταίει η καλή σου μάνα, ξύπνια πολύ, παμπόνηρη.
Πέρασαν κιόλας χρόνοι τρεις, σε λίγο πάμε για τον τέταρτο,

90 αφότου εκείνη ξεγελά κι εξάπτει την όρεξη στων Αχαιών τα 
στήθη. Ελπίδες δίνει σ᾽ όλους και στον καθένα χωριστά 
υποσχέσεις, στέλνοντας τα μηνύματά της, αλλ᾽ άλλα ο νους της μελετά και θέλει. Και να ποιον άλλο δόλο το μυαλό της 
έκλωθε: στην πάνω κάμαρη έστησε μεγάλον αργαλειό, πήρε 
να υφαίνει

95 λεπτό φαντό κι υπέρμετρο, ενώ συγχρόνως μας εφώναξε 
για ν᾽ αναγγείλει: «Νέοι κι ωραίοι μνηστήρες, αφού είναι πια 
νεκρός ο θείος Οδυσσεύς· κάνετε λίγη υπομονή, μόλο που 
τρέχετε πίσω απ᾽ τον γάμο μου, ωσότου τούτο το πανί το 
αποτελειώσω, για να μην παν χαμένες οι κλωστές μου.
Το υφαίνω σάβανο του σεβαστού Λαέρτη, στην ώρα που

100 μαύρη θα πέσει η μοίρα του θανάτου, για να τον καταλύσει η άσπλαχνη. Να μη βρεθεί στον κόσμο μας κάποια 
γυναίκα να με ψέξει, που θα τον άφηνα νεκρό ασαβάνωτο, 
έναν με τόσα πλούτη στον καιρό του.» Αυτά μας είπε, κι εμείς 
εμπιστευτήκαμε στα λόγια της με την περήφανη καρδιά μας.
Τότε λοιπόν αδιάκοπα, την κάθε μέρα, ύφαινε το μεγάλο της 

105 φαντό, όμως το ξήλωνε τη νύχτα πλάι της έχοντας τις 
δάδες αναμμένες. Έτσι για τρία χρόνια με τον δόλο της έπεισε 
και ξεγέλασε τους Αχαιούς ανύποπτους. Όταν ωστόσο μπήκε η 
τέταρτη χρονιά, γυρίζοντας κι οι εποχές, τότε κάποια από τις 
γυναίκες της το μυστικό μαρτύρησε που το ᾽ξερε καλά· κι εμείς την πιάσαμε επ᾽ αυτοφώρω να ξηλώνει το φωτεινό φαντό

110 — οπότε και το τέλεψε, παρά τη θέλησή της, υποχωρώντας
στην ανάγκη. Τώρα λοιπόν ιδού η απόκριση που δίνουν οι 
μνηστήρες — να την κρατείς, Τηλέμαχε, κι εσύ στον νου σου,
αλλ᾽ ας τη μάθουν και οι λοιποί Αχαιοί: διώξε τη μάνα σου,
και να της πεις να βρει γαμπρό, όποιον συστήσει τελικά ο 
πατέρας της, να της αρέσει ωστόσο και της ίδιας.

115 Αν όμως επιμένει να βασανίζει κι άλλο τους γιους των 
Αχαιών, αν συνεχίσει έτσι να σκέφτεται, όπως η Αθηνά τη 
στόλισε χωρίς φειδώ· ν᾽ ασκεί την τέχνη σε περίκαλλα έργα, 
το ξύπνιο της μυαλό σε πανουργίες, κάτι που δεν ακούσαμε να 
το ᾽χει ως τώρα άλλη γυναίκα, μήτε στα χρόνια τα παλιά που 
ζούσαν καλλιπλόκαμες οι αχαιίδες

120 Τυρώ και Αλκμήνη, η καλλιστέφανη Μυκήνη — καμιά απ᾽ 
αυτές δεν είχε τα νοήματα της Πηνελόπης, κι όμως σε τούτο το 
επινόημά της δεν ευτύχησε. Λοιπόν, τόσον καιρό θα τρώνε κι 
οι μνηστήρες τ᾽ αγαθά σου και τα πλούτη, όσο κι εκείνη 
συντηρεί τη γνώμη που οι θεοί τής έβαλαν 

125 στα στήθη· σίγουρα κερδίζει η ίδια δόξα κι όνομα, 
όμως εσένα θα σου λείψουν έτσι τα πολλά καλά σου. 
Εμείς πάντως να ξέρεις πως δεν ξαναγυρνούμε στις δουλειές 
μας μήτε και πάμε αλλού, προτού κι αυτή να παντρευτεί όποιο 
Αχαιό διαλέξει.» Σ᾽ αυτόν ο φρόνιμος Τηλέμαχος ευθύς 
ανταποκρίθηκε:

130 «Αντίνοε, δεν γίνεται, παρά τη θέλησή της, από το σπίτι να
τη διώξω εκείνη που με γέννησε, εκείνη που μ᾽ ανάθρεψε. Όσο
για τον πατέρα μου, κάπου στα ξένα μπορεί να ζει, μπορεί να 
πέθανε. Κι είναι κακό, αν τώρα πλήρωνα του Ικαρίου πολλά, 
για την περίπτωση που θα ξαπόστελνα τη μάνα μου σ᾽ εκείνον 
μόνος μου· γιατί κι απ᾽ τον πατέρα της θα βρω κακή 

ανταπόδοση, αλλά κι ένας θεός θα ρίξει πάνω μου διπλό κακό,
όταν η μάνα μου, αφήνοντας το σπίτι, τις Ερινύες φωνάζοντας 
θα με καταραστεί· τότε κι οι άνθρωποι θα μου φορτώσουν 
βαριά μομφή. Γι᾽ αυτό κι εγώ δεν πρόκειται να ξεστομίσω 
τέτοιον λόγο. Όμως κι εσείς, αν σας απόμεινε λίγη ντροπή,
αδειάστε μου πια το παλάτι, αλλού γυρέψετε τα φαγοπότια 

140 σας, αλλάζοντας το ᾽να με τ᾽ άλλο σπίτι μεταξύ σας, 
τρώγοντας τα δικά σας πλούτη. Αν όμως κρίνετε πως είναι 
συμφερότερο αυτό και δίκαιο, ενός ανθρώπου να ξοδεύετε το 
βιος με δίχως πληρωμή, εμπρός λοιπόν, ολοκληρώστε την 
καταστροφή. Αλλά κι εγώ επικαλούμαι τους αθάνατους θεούς, 
ανίσως δώσει ο Δίας κάποτε να πληρωθούν τα ανόσια έργα 

145 σας. Τότε θα βρείτε μέσα εδώ τον όλεθρο, χωρίς κανένα 
χρέος πια.» Μ᾽ αυτά τα λόγια τούς εμίλησε ο Τηλέμαχος. Και να
δυο αετοί στην κορυφογραμμή ψηλά πετώντας — ο Δίας τούς 
έστειλε βροντόφωνος. Φτερούγισαν για λίγο με τις πνοές του 
ανέμου, ένας στο πλάι του αλλουνού με τα φτερά τους
τεντωμένα.

150 Αλλ᾽ όταν βρέθηκαν στη μέση της πολύφωνης συνέλευσης,
κάνοντας γύρους πήραν να χτυπούν τις δυνατές φτερούγες,
ώσπου εβούτηξαν πάνω απ᾽ τις κεφαλές τους — προμήνυμα 
καταστροφής. Μετά, με τα άγρια νύχια τους έσχιζαν μεταξύ 
τους λαιμούς και μάγουλα, κι έφυγαν τέλος δεξιά, ανάμεσα 
στα σπίτια και στην πόλη.

155 Τα όρνια βλέποντας εκείνοι με τα μάτια τους, έμειναν 
έκθαμβοι, ψυχανεμίστηκαν το τι κακό τούς έμελλε. Οπότε κι ο 
σεβάσμιος γέροντας, ο Μαστορίδης Αλιθέρσης, πήρε τον λόγο
και τους είπε — μόνος απ᾽ όλους τους ομήλικους αυτός είχε το 
χάρισμα να ξεχωρίζει τα πουλιά και να εξηγεί τα μέλλοντα της 
μοίρας.

160 Αυτός λοιπόν, για το καλό τους, τους εμίλησε
αγορεύοντας: «Ακούστε με, Ιθακήσιοι, τι έχω τώρα να σας πω 
— μα πιο πολύ προς τους μνηστήρες στρέφω τα λεγόμενά μου,
αφού σ᾽ αυτούς θα πέσει πάνω τους μέγα το κύμα του κακού.
Ο Οδυσσέας λοιπόν δεν θα ᾽ναι λέω για πολύν καιρό από τους 
φίλους του μακριά. Ίσως να βρίσκεται

165 κιόλας κοντά, σ᾽ όλους αυτούς υφαίνοντας φόνο και 
χαλασμό. Ωστόσο κι άλλους, πολλούς, τους περιμένει η 
συμφορά· εμάς, όσοι που ζούμε στην περήφανη Ιθάκη. Γι᾽ 
αυτό, κι όσο ακόμη είναι καιρός, ας το σκεφτούμε να τους 
συγκρατήσουμε· αλλά κι αυτοί μόνοι τους πρέπει πια να 
σταματήσουν, αφού τους είναι αυτό τώρα το συμφερότερο.

170 Δεν είμαι μάντης αδοκίμαστος, ξέρω καλά τι λέω και 
βεβαιώνω πως για κείνον όλα τέλειωσαν όπως εγώ του τα 
προφήτευσα· τότε που μπήκαν στα καράβια τους οι Αργείοι
τραβώντας στο Ίλιο, κι ήταν μαζί τους ο πανούργος Οδυσσέας.
Είπα, λοιπόν· τον περιμένουν βάσανα πολλά, θα χάσει κι όλους
τους συντρόφους,

175 σ᾽ όλους αγνώριστος θα φτάσει στην πατρίδα του,
στον εικοστό πια χρόνο — τώρα τα πάντα συντελούνται.»
Τότε ο Ευρύμαχος, γιος του Πολύβου, του αντιμίλησε:
«Γέρο, τράβα στο σπίτι σου, κι εκεί κάνεις τον μάντη
στα παιδιά σου, να μην τα βρει κακό μελλούμενο.

180 Όσο γι᾽ αυτά, ξέρω κι εγώ καλύτερα από σένα πώς 
μαντεύονται· πολλά πουλιά στο φως του ήλιου πάνε κι 
έρχονται, όμως δεν είναι κι όλα τους προφητικά. Μάθε το 
επιτέλους: ο Οδυσσέας κάπου μακριά αφανίστηκε — άμποτε να 
᾽χες κι εσύ μαζί του χαλαστεί· τότε και δεν θα αγόρευες τα 
τόσα σου μαντεύματα,

185 μήτε και τον Τηλέμαχο, πάνω που είναι χολωμένος, θα τον 
τσινούσες άσχημα, σίγουρα προσδοκώντας κάποιο δώρο για το
σπίτι σου, ανίσως σου το στείλει. Αλλά σ᾽ το λέω ξεκάθαρα, κι 
όπως το λέω θα γίνει· αν τον νεότερό σου εσύ, που περασμένα
ξέρεις και πολλά, τον παρασύρεις τώρα με τα λόγια σου κι 
επιβαρύνεις τον θυμό του,

190 κακό χειρότερο εκείνον θα τον βρει, και μολαταύτα δεν θα 
πετύχει τίποτε απ᾽ όσα θέλει. Αλλά κι εσένα, γέρο, θα σου 
ρίξουμε τέτοια ποινή, να βράζεις μέσα σου από θυμό όταν θα 
την πληρώνεις — τόσο βαρύς θα πέσει πάνω σου καημός. Και 
τώρα στον Τηλέμαχο, σ᾽ όλους μπροστά τού δίνω αυτή τη 
συμβουλή· να ξαποστείλει τη μητέρα του, 

195 να πάει στο σπίτι του πατέρα της, αυτοί θα κάνουν και 
τον γάμο της, αυτοί θα ορίσουν και την προίκα, πολλή και 
πλούσια, καταπώς πρέπει στην ακριβή τους θυγατέρα. Γιατί 
δεν το νομίζω οι νέοι των Αχαιών να σταματήσουν μ᾽ αυτόν τον
γάμο, που κάποιους ερεθίζει. Κανένα δεν φοβόμαστε — 

200 σίγουρα όχι τον Τηλέμαχο, που πάει η γλώσσα του ροδάνι·
μήτε ο δικός σου, γέρο, μας απασχολεί χρησμός, αυτός που 
εσύ ξεστόμισες, μα δεν θα βγει κι αληθινός — μόνο εσένα
θα σε κάνει μισητότερο. Το λέω· κακήν κακώς και δίχως 
αντιστάθμισμα θα κατατρώγεται το βιος του, όσο κι εκείνη τον 
γάμο θ᾽ αναβάλλει 

205 με κάποιον Αχαιό. Πάντως εμείς την κάθε μέρα εδώ θα 
μείνουμε, γιατί παλεύουμε για τις πολλές της χάρες· δεν 
πρόκειται να κυνηγήσουμε άλλες γυναίκες, μόλο που δεν μας 
λείπουν νύφες, για να διαλέξει την κατάλληλη ο καθένας.»
Ο φρόνιμος Τηλέμαχος αντιμιλώντας αποκρίθηκε: «Ευρύμαχε 
κι οι άλλοι υπόλοιποι λαμπροί μνηστήρες,

210 δεν θα παρακαλέσω πια σ᾽ αυτά επιμένοντας, γιατί τα 
ξέρουν οι θεοί κι οι Ιθακήσιοι όλοι. Ένα μονάχα σας ζητώ, 
δώστε μου γρήγορο καράβι κι είκοσι συντρόφους, που θα 
μου ανοίξουνε τον δρόμο, να πάω και να γυρίσω· γιατί θα 
πορευτώ στη Σπάρτη, στην Πύλο με τις αμμουδιές, 

215 κάτι να μάθω για τον νόστο του πατέρα μου, που λείπει 
τόσα χρόνια, ανίσως κάποιος μου τον πει, ή και στ᾽ αφτιά μου 
φτάσει η φήμη του Διός, που φέρνει στους ανθρώπους τα καλά
μηνύματα. Αν ακουστεί πως ζει ο πατέρας μου και θα γυρίσει,
τότε, μ᾽ όλο το βάρος της καρδιάς μου, θα κάνω υπομονή κι 
αυτόν τον χρόνο.

220 Αν όμως μάθω πως είναι πια νεκρός, πως χάθηκε και πάει,
γυρίζω αμέσως στη γλυκιά πατρίδα, για χάρη του θα υψώσω 
τύμβο, θα προσφέρω νεκρώσιμες τιμές, πολλές όσες του 
πρέπουν — ύστερα υπόσχομαι να δώσω τη μητέρα μου σε 
κάποιον άλλο.» Μ᾽ αυτά τα λόγια κάθησε ο Τηλέμαχος, κι 
ανασηκώθηκε στη μέση

225 ο Μέντωρ, του άψογου Οδυσσέα σύντροφος πιστός —
σ᾽ αυτόν εκείνος, με τα καράβια ξεκινώντας, το σπιτικό τού 
ανέθεσε, ν᾽ ακούν όλοι τον γέροντα Λαέρτη, κι εκείνος να 
φροντίζει το πώς θα μείνουν τα πάντα ανέπαφα. Τότε λοιπόν 
καλόγνωμος πήρε τον λόγο και τους είπε: «Τώρα ακούστε με, 
Ιθακήσιοι, ό,τι κι αν έχω να σας πω:

230 στο μέλλον λέω άλλος πια δεν θα βρεθεί καλός κι 
ευγενικός σκηπτρούχος βασιλεύς, που μέσα του το δίκιο να 
πρεσβεύει· θα ᾽ναι για πάντα αλύγιστος, δοσμένος στ᾽ ανίερα 
έργα· αφού κανείς δεν τον θυμάται, λησμονήθηκεν εκείνος
που κυβερνούσε τον λαό του σαν πατέρας, τίμιος και γλυκός, 
ο θείος Οδυσσεύς.

235 Όχι, δεν στρέφεται η οργή μου τόσο στους αγέρωχους 
μνηστήρες, που βίαια πράττουν, δόλια σκέφτονται — 
αυτοί παίζουνε το κεφάλι τους, ρημάζοντας του Οδυσσέα 
το σπίτι, λέγοντας δεν γυρίζει πια· όσο με τον υπόλοιπο 
λαό αγανακτώ, μ᾽ όλους εσάς

240 που αμίλητοι μου κάθεστε, που δεν ελέγχετε λίγους 
μνηστήρες με τα λόγια σας, που δεν τους αντιστέκεστε, εσείς 
πολλοί.» Τότε αποκρίθηκε ο γιος του Ευήνορα Ληόκριτος:
«Μέντορα ελαφρόμυαλε, βλαμμένε· τι λόγος πάλι αυτός που 
λες, να μας κρατήσουν! Μα είναι κάπως δύσκολο 

245 για φαγοπότι να τα βάλουνε μαζί μας — δεν είμαστε ένας 
και δυο. Ακόμη κι αν αυτοπροσώπως γύριζε ο ιθακήσιος 
Οδυσσέας, αν μες στο σπίτι του τους έβρισκε να τρωγοπίνουν 
οι περήφανοι μνηστήρες, αν μελετούσε ο νους του να τους 
πετάξει έξω απ᾽ το παλάτι, λέω και πάλι η γυναίκα του, μ᾽ όλη 
της τη λαχτάρα, 

250 δεν θα χαιρόταν για πολύ τον γυρισμό του· εδώ επιτόπου 
αυτός θα ᾽βρισκε τέλος άσχημο, μάχη αν άνοιγε με 
περισσότερους — δεν μας τα λες λοιπόν καλά. Αλλά προτείνω 
τώρα· σκορπιστείτε, κόσμε, καθένας στη δουλειά του. Όσο για 
το ταξίδι του, ας του παρασταθούν ο Μέντωρ, ο Αλιθέρσης,
ήσαν που ήσαν εξαρχής οι φίλοι του πατέρα του.

255 Είμαι ωστόσο αυτής της γνώμης· εδώ θα μείνει, στην 
Ιθάκη, πολύν καιρό θα κάθεται προσμένοντας μηνύματα —
όχι, δεν πρόκειται να φέρει σε πέρας το ταξίδι του.» Έτσι 
τους μίλησε, κι απότομα λύει τη συνέλευση. Εκείνοι τότε 
σκορπιστήκαν, πήγε ο καθένας σπίτι του, αλλά οι μνηστήρες 
τράβηξαν ίσα προς το παλάτι του θεϊκού Οδυσσέα.

260 Μόνος του ο Τηλέμαχος αποχωρίστηκε, και κατεβαίνει 
στο ακρογιάλι, τα χέρια του ένιψε με το νερό της αφρισμένης 
θάλασσας, κι ύστερα ευχήθηκε στην Αθηνά: «Επάκουσέ με, 
εσύ που χθες ήλθες θεά στο σπιτικό μας, που με παρακινούσες 
μ᾽ ένα καράβι να ανοιχτώ στο θυμωμένο πέλαγο, να μάθω για 
τον νόστο του πατέρα μου, που τόσα χρόνια λείπει,

265 ανίσως επιστρέφει. Αλλά τα εμποδίζουν όλα τώρα οι 
Αχαιοί, και πιο πολύ οι μνηστήρες, οι κακοί αλαζόνες.»
Τέλειωσε την ευχή του, κι αμέσως βρέθηκε στο πλάι του η 
Αθηνά, με τη θωριά του Μέντορα, ίδιο παράστημα, ίδια φωνή·
τον φώναξε, του μίλησε, και πέταξαν τα λόγια της σαν τα 
πουλιά:

270«Τηλέμαχε, δεν θα φανείς μετά απ᾽ αυτό κακός κι 
αστόχαστος, φτάνει να ᾽χει σταλάξει μέσα σου το αντρίκειο 
θάρρος του πατέρα σου, όπως εκείνος ήξερε έργα και λόγια 
να τελειώνει. Με τέτοιο εφόδιο λέω δεν κόβεται στη μέση 
ατέλεστος ο δρόμος σου· εκτός κι αν πια δεν είσαι ο γιος 
εκείνου και της Πηνελόπης —

275 τότε δεν βλέπω αλήθεια πώς μπορείς να τα τελειώσεις
όσα στον νου σου μελετάς. Το ξέρω, λίγοι γεννιούνται γιοι να 
μοιάζουν του πατέρα τους· οι πιο πολλοί χειρότεροι, ελάχιστοι 
οι καλύτεροι. Αλλά του λόγου σου δεν θα φανείς κακός, 
αστόχαστος· κι όσο δεν σου έχει λείψει του Οδυσσέα η 
πανουργία,

280 υπάρχει ελπίδα να εκτελέσεις την αποστολή σου αυτή.
Λοιπόν, άλλο μη νοιάζεσαι για τους μνηστήρες, τι θέλουν και 
τι σκέφτονται αυτοί οι ανόητοι· έχει θολώσει ο νους τους, δεν 
ακούν το δίκιο, και καν δεν βλέπουν θάνατο, το μαύρο ριζικό 
μπροστά τους που σίμωσε πολύ, και θα χαθούν όλοι τους σε 
μια μέρα.

285 Τώρα για τον δικό σου δρόμο που τον μελετάς, δεν πρέπει
ν᾽ αργοπορήσει κι άλλο· είμαι δικός σου, φίλος πατρικός,
αναλαμβάνω εγώ καράβι να σου βρω — υπόσχομαι και να σε 
συντροφέψω. Προς το παρόν, πήγαινε στο παλάτι εσύ, μίλα 
με τους μνηστήρες, αλλά ετοίμασε κιόλας τροφές, ασφάλισε 
τα πάντα σε δοχεία,

290 κρασί στους αμφορείς, κριθάλευρο (μεδούλι των 
ανθρώπων) σε γερά σακιά. Εγώ στο μεταξύ στην πόλη 
κατεβαίνω, θα σου μαζέψω γρήγορα εθελοντές συντρόφους· 
όσο για το καράβι, υπάρχουν στη θαλασσοφίλητην Ιθάκη μας 
πολλά σκαριά, καινούργια και παλιά· ανάμεσά τους ξεδιαλέγω 
το καλύτερο, 

295 κι αφού στο άψε σβήσε το αρματώσουμε, μετά 
ανοιγόμαστε στο πέλαγο, και πάμε.» Η Αθηνά τού μίλησε, η 
θυγατέρα του Διός· κι εκείνος, ο Τηλέμαχος, δεν καθυστέρησε 
πολύ, αφότου εισάκουσε τη θεϊκή φωνή. Τράβηξε αμέσως στο 
παλάτι, με την καρδιά βαριά από λύπη, και βρήκε εκεί, στο 
σπιτικό του, τους αλαζονικούς μνηστήρες, να γδέρνουν γίδες,

300 να ψήνουν τα γουρούνια στον αυλόγυρο.
Γελώντας κι ο Αντίνοος, έπεσε πάνω στον Τηλέμαχο,
πήρε το χέρι του και το ᾽ σφίξε, μιλώντας τον προσφώνησε:
«Τηλέμαχε ασυγκράτητε, μεγαλορρήμονα, σταμάτα πια
να σκέφτεσαι μέσα σου το κακό, με λόγο κι έργο·

305 έλα μαζί μου, όπως άλλοτε, να φάμε και να πιούμε.
Όλες σου τις φροντίδες θα βρουν οι Αχαιοί να τις τελειώσουν,
καράβι να σου δώσουν, κωπηλάτες διαλεχτούς· το 
συντομότερο να φτάσεις και στην άγια Πύλο, τη φήμη 
κυνηγώντας για τον ένδοξο πατέρα σου.» Ο φρόνιμος όμως 
Τηλέμαχος αμέσως του αποκρίθηκε:

310 «Αντίνοε, δεν γίνεται μ᾽ εσάς τους αλαζόνες ξέγνοιαστος
να γλεντοκοπώ και να ξεδίνω σιωπηλός. Ή μήπως δεν σας 
έφτασε που ως τώρα τ᾽ αγαθά μου, πολλά καλά, εσείς τα 
σπαταλήσατε, μνηστήρες, τότε που ήμουνα παιδάκι ακόμη.
Τώρα ωστόσο που μεγάλωσα κι έμαθα πια ν᾽ ακούω κι άλλων 
συμβουλές, τώρα που μέστωσε κι εμένα μέσα μου το θάρρος,

315  θα κάνω ό,τι μπορώ, να πέσει πάνω σας θανατερή η 
κατάρα, είτε πηγαίνοντας στην Πύλο, ή κι επιτόπου, εδώ σ᾽ 
αυτή τη χώρα. Γιατί θα φύγω, αυτός ο δρόμος που αποφάσισα 
δεν πρόκειται να σταματήσει, στην ανάγκη ταξιδεύω μ᾽ 
άλλους. Αφού δεν το κατόρθωσα να ᾽χω στην κατοχή μου ένα 
καράβι, δικούς μου κωπηλάτες — λογαριασμός κι αυτός 

320 δικός σας που φαίνεται πως σας συμφέρει περισσότερο.»
Έτσι μιλώντας, τράβηξε το χέρι του από το χέρι του Αντινόου
απότομα. Οπότε κι οι μνηστήρες, μες στο παλάτι τώρα, 
κοιτούσαν το τραπέζι, ενώ συγχρόνως τον περιγελούσαν, του 
πετούσαν προσβολές. Κάποιος, πιο νέος μάλιστα και 
φαντασμένος, έλεγε με τους άλλους:

325 «Για κοίτα! Τον φόνο μας στ᾽ αλήθεια στοχάζεται ο 
Τηλέμαχος! Μπορεί απ᾽ την Πύλο με τις αμμουδιές προστάτες 
του να φέρει· μπορεί κι από τη Σπάρτη, αφού το πήρε τόσο στα
ζεστά. Εκτός κι αν φτάσει ακόμη και στην Έφυρα, εύφορη γη,
θανατερά φαρμάκια από εκεί να κουβαλήσει, να μας τα ρίξει

330 στον κρατήρα, κι έτσι μεμιάς να μας εξολοθρεύσει όλους.»
Κι άλλος, πιο νέος και φαντασμένος, συνέχισε μιλώντας:
«Ποιος ξέρει μήπως κι αυτός, με κοίλο πλοίο ταξιδεύοντας,
αλάργα απ᾽ τους δικούς του αφανιστεί παραδαρμένος, σαν 
άλλος Οδυσσέας; Έτσι σ᾽ εμάς θα φόρτωνε περίσσο κόπο·

335 θα ᾽πρεπε πρώτα μεταξύ μας να μοιράσουμε όλα του τ᾽ 
αγαθά — το σπίτι βέβαια θα το δίναμε στη μάνα του, να το ᾽χει
μ᾽ όποιον παντρευτεί.» Αυτοί συνέχιζαν τα λόγια τους· αλλά ο 
Τηλέμαχος τώρα κατέβηκε στην ψηλοτάβανη κάμαρη του 
πατέρα του, ευρύχωρη, όπου πολύ χρυσάφι και χαλκώματα 
ήσανε φυλαγμένα, αλλά και ρούχα μέσα σε κασέλες, κι 

340 άφθονο λάδι ευωδιαστό. Ακόμη εκεί ήσαν στημένα τα 
πιθάρια με το παλιό γλυκόπιοτο κρασί, άμεικτο θεϊκό ποτό, 
βαλμένα στη σειρά, στον τοίχο ακουμπισμένα· όποτε κι αν 
γυρνούσε πάλι στην πατρίδα, μετά από τόσα πάθη ο Οδυσσέας.
Ασφαλισμένη η κάμαρη, διπλά θυρόφυλλα καλά αρμοσμένα, κι έμενε εκεί, νύχτα και μέρα, μια κελάρισσα γυναίκα, 

345 φύλακας σε όλα, το μυαλό της έκοβε πολύ — 
η Ευρύκλεια, του Ώπα η θυγατέρα, του Πεισήνορα 
εγγονή. Αυτήν και τότε στο κελάρι εκεί τη φώναξε 
μιλώντας ο Τηλέμαχος: «Νένα μου, έλα, γέμισε τις 
στάμνες με γλυκό κρασί — ας είναι

350 το καλύτερο, μετά από τ᾽ άλλο που φυλάς με την ελπίδα 
σου σ᾽ εκείνον, πως από κάπου θα γυρίσει ο δύσμοιρος,
βλαστός του Δία ο Οδυσσέας, αν αποφύγει τη μοίρα του 
θανάτου. Δώδεκα στάμνες γέμισε και σφράγισέ τες όλες με τα 
πώματά τους· βάλε μου και κριθάλευρο σε σάκους από δέρμα 
πυκνά σοφιλιασμένους —

355 είκοσι ζύγια αλεύρι, καλά αλεσμένο. Μόνη σου όμως να το 
ξέρεις, κι όλα στην ώρα τους να στέκουν έτοιμα. Όταν πια 
σουρουπώσει, έρχομαι και τα παίρνω εγώ, μόλις η μάνα 
μου ανεβεί πάνω στην κάμαρη και θυμηθεί να κοιμηθεί. Γιατί 
θα φύγω για τη Σπάρτη, την Πύλο με τις αμμουδιές, 

360 να μάθω για τον νόστο του πατέρα μου, κάτι ακούσω.»
κι ολοφυρόμενη αποκρίθηκε με λόγια που πετούσαν σαν 
πουλιά: «Πώς πέρασε, παιδί μου, από τον νου σου τέτοια 
σκέψη; πώς το στοχάστηκες στην άλλη άκρη να βρεθείς,
μοναχογιός εσύ μονάκριβος; Εκείνος πάει, χάθηκε, σε ξένα 
μέρη κι άγνωστα, 

βλαστός του Δία ο Οδυσσέας. Είναι κι αυτοί που, μόλις 
φύγεις, πίσω σου το κακό σου θα σκεφτούν· πώς με τον 
δόλο τους θα χαλαστείς, για να μοιράσουν μεταξύ τους όλα 
τ᾽ αγαθά σου. Μείνε λοιπόν εδώ, με τα καλά σου· κανένας 
λόγος δεν συντρέχει να κακοπάθεις και να παραδέρνεσαι

370 πέρα στα ακάρπιστα πελάγη.» Αλλά κι ο φρόνιμος 
Τηλέμαχος τότε της ανταπάντησε: «Νένα μου, θάρρος. 
Η απόφασή μου είναι θέλημα θεού. Μόνο ορκίσου, 
μην της το φανερώσεις της καλής μου μάνας, προτού 
περάσουν μέρες έντεκα και φτάσει η δωδεκάτη,

375 εκτός κι αν μόνη της το μάθει πως της έλειψα και με 
ποθήσει. Για να μην κλαίει και χαλνά τ᾽ όμορφο πρόσωπό της.»
Έτσι της μίλησε, κι ορκίστηκε η γερόντισσα τον μέγαν όρκον 
των θεών. Είπε και τέλειωσε τον όρκο της, κι ευθύς του γέμισε
τις στάμνες με κρασί, έβαλε και κριθάλευρο σε σάκους 

380 από δέρμα καλά σοφιλιασμένους. Τότε την άφησε ο 
Τηλέμαχος, τράβηξε προς την αίθουσα, παρέα με τους 
μνηστήρες. Στο μεταξύ κι η Αθηνά, τα μάτια λάμποντας, άλλα 
στοχάστηκε: με τη μορφή του Τηλεμάχου τριγυρνούσε παντού 
μέσα στην πόλη, και τον καθένα χωριστά σίμωνε κι εξηγούσε,

385 μόλις βραδιάσει με τους άλλους να βρεθεί μαζί στο 
γρήγορο καράβι. Από τον γιο του Φρόνιου, τον ξακουστό 
Νοήμονα, γύρευε το γοργό καράβι, κι αυτός το υποσχέθηκε με 
προθυμία μεγάλη. Έδυσε ο ήλιος, έπεσε το σκοτάδι στους 
μεγάλους δρόμους· τότε το γρήγορο σκαρί στη θάλασσα 
έσυρε, μ᾽ όλα τα ξάρτια

390 πάνω του, όσα φορούν τα καλοκούβερτα καράβια.
Μετά στην πέρα άκρη το ᾽δεσε του λιμανιού, όπου
και συγκεντρώθηκαν οι σύντροφοι, όλοι μαζί και διαλεχτοί —
εκείνη τον καθένα τους παρότρυνε. Τότε η θεά Αθηνά, τα μάτια
λάμποντας, άλλα στοχάστηκε: ξεκίνησε και πήγε στο παλάτι 
του θεϊκού Οδυσσέα,

395 όπου και στάλαξε στα μάτια των μνηστήρων ύπνο γλυκό· 
την ώρα που έπιναν τους παραζάλισε, κι οι κούπες του 
κρασιού τούς φύγαν απ᾽ τα χέρια. Αμέσως κίνησαν να 
κοιμηθούν, σκορπίστηκαν στην πόλη, άλλο δεν έμειναν εκεί, 
γιατί τους έκλεινε τα μάτια η νύστα. Στράφηκε τότε στον 
Τηλέμαχο, τα μάτια λάμποντας, η Αθηνά,

400 έξω τον φώναξε απ᾽ το καλοχτισμένο του παλάτι —
μοιάζοντας τώρα με τον Μέντορα, ίδιο παράστημα, ίδια φωνή:
«Τηλέμαχε, πανέτοιμοι οι σύντροφοί σου πια,
κάθονται στα κουπιά, την προσταγή σου περιμένουν·
πάμε λοιπόν, ας μη βραδύνει κι άλλο ο δρόμος μας.»

405 Έτσι του μίλησε, και με σπουδή προχώρησε η Αθηνά 
Παλλάδα — ακολουθούσε εκείνος της θεάς τα ίχνη.
Κι όταν κατέβηκαν στη θάλασσα κι έφτασαν στο καράβι,
βρήκαν εκεί στο περιγιάλι τους συντρόφους με τη μακριά τους 
κόμη. Τότε ο γενναίος Τηλέμαχος πήρε τον λόγο και τους είπε:

410 «Φίλοι μου, εμπρός! πάμε να φέρουμε προμήθειες· είναι
έτοιμα τα πάντα, μαζεμένα στο παλάτι. Αλλά προσέχετε· δεν 
ξέρει τίποτα για μένα η μάνα μου, μήτε κι οι άλλες δούλες — 
μία μονάχα, που τον λόγο μου άκουσε.» Μιλώντας, 
προηγήθηκε, οι άλλοι ακολουθούσαν. Κι αμέσως όλα τα 
μετέφεραν, τα βόλεψαν πάνω στο καλοκούβερτο 

415 καράβι, όπως τους έδινε την εντολή του Οδυσσέα ο 
ακριβός του γιος. Ανέβηκε ο Τηλέμαχος στο πλοίο, μετά την 
Αθηνά, που πρώτη πήρε θέση εκεί στην πρύμνη· πλάι της 
κάθησε ο γενναίος Τηλέμαχος. Τότε λύνουν οι άλλοι τις 
πρυμάτσες, πήδησαν μέσα και καθίζουν στα ζυγά.

420 Η Αθηνά, τα μάτια λάμποντας, φύσηξε πίσω τους πρίμο 
το αγέρι, φρέσκον πουνέντε, που τρικυμίζει με βοή το μπλάβο 
πέλαγο. Δίνει το σύνθημα ο Τηλέμαχος, τους παραγγέλλει τα 
ξάρτια οι σύντροφοι να πιάσουν — κι εκείνοι υπάκουσαν στην 
προσταγή του. Σήκωσαν το ψηλό κατάρτι ελάτινο,

425 το στήλωσαν στο κοίλο μεσοδόκι, το δένουν με σχοινιά 
στην πλώρη, ψήλωσαν τα λευκά πανιά, τραβώντας τα 
καλοπλεγμένα τους λουριά. Φούσκωσε ο άνεμος το μεσιανό 
πανί, και γύρω στην καρίνα χτυπούσε τώρα δυνατά το κύμα 
πορφυρό, όπως το πλοίο προχωρούσε — πετώντας άνοιγε τον 
δρόμο του ανάμεσα στα κύματα.

430 Κι αφού είχαν δέσει πια καλά τα ξάρτια στο μελανό, γοργό
καράβι, έστησαν τους κρατήρες, τους ξεχείλισαν ως πάνω με 
κρασί, και στάλαξαν σπονδή στους αθανάτους, αιωνίους 
θεούς, πρώτα και μάλιστα για τη γλαυκόματη κόρη του Δία.
Όλη τη νύκτα τότε, ώσπου να ξημερώσει, έσχιζε το καράβι
τον θαλάσσιο δρόμο του.


Οδύσσεια – γ

– Γραμματεία –