diaforos

Just another WordPress site

Οδύσσεια ζ – Ὀδυσσέως ἄφιξις εἰς Φαίακας

Ομηρικά Έπη

Πηγή greek-language.gr _ Homer odyssey f
        greek-language.gr _ Homer – Iliad and Odyssey



Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
βῆ ῥ᾽ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
οἳ πρὶν μέν ποτε ναῖον ἐν εὐρυχόρῳ Ὑπερείῃ,

5 ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,


10 καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ᾽ ἀρούρας.
ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
Ἀλκίνοος δὲ τότ᾽ ἄρχε, θεῶν ἄπο μήδεα εἰδώς·
τοῦ μὲν ἔβη πρὸς δῶμα θεὰ γλαυκῶπις Ἀθήνη,
νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα.


15 βῆ δ᾽ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
κοιμᾶτ᾽ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
πὰρ δὲ δύ᾽ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
σταθμοῖϊν ἑκάτερθε· θύραι δ᾽ ἐπέκειντο φαειναί.


20 ἡ δ᾽ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·


25 «Ναυσικάα, τί νύ σ᾽ ὧδε μεθήμονα γείνατο μήτηρ;
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ᾽ ἄγωνται.
ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει


30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι·
καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι, ὄφρα τάχιστα
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον


35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν


40 ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.»
Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ᾽, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι· οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾽ αἴθρη


45 πέπταται ἀννέφελος, λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη·
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ᾽ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
Αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε
Ναυσικάαν εὔπεπλον· ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον,


50 βῆ δ᾽ ἴμεναι διὰ δώμαθ᾽, ἵν᾽ ἀγγείλειε τοκεῦσι,
πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ᾽ ἔνδον ἐόντας·
ἡ μὲν ἐπ᾽ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν,
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας


55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
ἡ δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
«Πάππα φίλ᾽, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαι
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;

60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
βουλὰς βουλεύειν καθαρὰ χροῒ εἵματ᾽ ἔχοντα.
πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
οἱ δύ᾽ ὀπυίοντες, τρεῖς δ᾽ ἠΐθεοι θαλέθοντες·
οἱ δ᾽ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ᾽ ἔχοντες


65 ἐς χορὸν ἔρχεσθαι· τὰ δ᾽ ἐμῇ φρενὶ πάντα μέμηλεν.»
Ὣς ἔφατ᾽· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
πατρὶ φίλῳ· ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
«Οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην


70 ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.»
Ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ᾽ ἐπίθοντο.
οἱ μὲν ἄρ᾽ ἐκτὸς ἄμαξαν ἐΰτροχον ἡμιονείην
ὅπλεον, ἡμιόνους θ᾽ ὕπαγον ζεῦξάν θ᾽ ὑπ᾽ ἀπήνῃ·
κούρη δ᾽ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.


75 καὶ τὴν μὲν κατέθηκεν ἐϋξέστῳ ἐπ᾽ ἀπήνῃ,
μήτηρ δ᾽ ἐν κίστῃ ἐτίθει μενοεικέ᾽ ἐδωδὴν
παντοίην, ἐν δ᾽ ὄψα τίθει, ἐν δ᾽ οἶνον ἔχευεν
ἀσκῷ ἐν αἰγείῳ· κούρη δ᾽ ἐπεβήσετ᾽ ἀπήνης.
δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,

80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
ἡ δ᾽ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ ἐλάαν· καναχὴ δ᾽ ἦν ἡμιόνοιϊν·
αἱ δ᾽ ἄμοτον τανύοντο, φέρον δ᾽ ἐσθῆτα καὶ αὐτήν,
οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.


85 Αἱ δ᾽ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ᾽ ἵκοντο,
ἔνθ᾽ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ᾽ ὕδωρ
καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι,
ἔνθ᾽ αἵ γ᾽ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα

90 τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ᾽ ἀπ᾽ ἀπήνης
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
στεῖβον δ᾽ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
ἑξείης πέτασαν παρὰ θῖν᾽ ἁλός, ἧχι μάλιστα


95 λάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ᾽ ἐλαίῳ
δεῖπνον ἔπειθ᾽ εἵλοντο παρ᾽ ὄχθῃσιν ποταμοῖο,
εἵματα δ᾽ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,

100 σφαίρῃ ταί γ᾽ ἄρα παῖζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
τῇσι δὲ Ναυσικάα λευκώλενος ἄρχετο μολπῆς.
οἵη δ᾽ Ἄρτεμις εἶσι κατ᾽ οὔρεα ἰοχέαιρα,
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·


105 τῇ δέ θ᾽ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
ἀγρονόμοι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ·
πασάων δ᾽ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
ῥεῖά τ᾽ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
ὣς ἥ γ᾽ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.


110 Ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
ζεύξασ᾽ ἡμιόνους πτύξασά τε εἵματα καλά,
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ᾽ εὐώπιδα κούρην,
ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.


115 σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια·
ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμβαλε δίνῃ,
αἱ δ᾽ ἐπὶ μακρὸν ἄϋσαν. ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς,
ἑζόμενος δ᾽ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
«Ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;


120 ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή,
νυμφάων, αἳ ἔχουσ᾽ ὀρέων αἰπεινὰ κάρηνα
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
ἀλλ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.»
Ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.


130 βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς,
ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν
ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·

135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλε
μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
σμερδαλέος δ᾽ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠϊόνας προὐχούσας·
οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη


140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
στῆ δ᾽ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
λίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.


145 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον·
«Γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἦ βροτός ἐσσι;

150 εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐΐσκω·
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσι,
τρισμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,

155 τρισμάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.

160 οὐ γάρ πω τοιοῦτον ἐγὼ ἴδον ὀφθαλμοῖσιν,
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα· σέβας μ᾽ ἔχει εἰσορόωντα.
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαὸς


165 τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.
ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδιά τ᾽ αἰνῶς
γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.


170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαι
νήσου ἀπ᾽ Ὠγυγίης· νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,
ὄφρα τί που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐω
παύσεσθ᾽, ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.


175 ἀλλά, ἄνασσ᾽, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
ἐς πρώτην ἱκόμην, τῶν δ᾽ ἄλλων οὔ τινα οἶδα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα.


180 σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειαν
ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
ἢ ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή· πόλλ᾽ ἄλγεα δυσμενέεσσι,

185 χάρματα δ᾽ εὐμενέτῃσι· μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί.»
Τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
«ξεῖν᾽, ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας,
Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·


190 καί που σοὶ τάδ᾽ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
νῦν δ᾽, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν·


195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
εἰμὶ δ᾽ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
τοῦ δ᾽ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.»
Ἦ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε·
«στῆτέ μοι ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;


200 ἦ μή πού τινα δυσμενέων φάσθ᾽ ἔμμεναι ἀνδρῶν;
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
δηϊοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,


205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
ἀλλ᾽ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ᾽ ἱκάνει,
τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε, δόσις δ᾽ ὀλίγη τε φίλη τε.
ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,


210 λούσατέ τ᾽ ἐν ποταμῷ, ὅθ᾽ ἐπὶ σκέπας ἔστ᾽ ἀνέμοιο.»
Ὣς ἔφαθ᾽, αἱ δ᾽ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆ᾽ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο
πὰρ δ᾽ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἔθηκαν,


215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
ἤνωγον δ᾽ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι.
δή ῥα τότ᾽ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
«Ἀμφίπολοι, στῆθ᾽ οὕτω ἀπόπροθεν, ὄφρ᾽ ἐγὼ αὐτὸς
ἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ᾽ ἐλαίῳ


220 χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
ἄντην δ᾽ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.»
Ὣς ἔφαθ᾽, αἱ δ᾽ ἀπάνευθεν ἴσαν, εἶπον δ᾽ ἄρα κούρῃ.
αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς


225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους·
ἐκ κεφαλῆς δ᾽ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ᾽ ἄλειψεν,
ἀμφὶ δὲ εἵματα ἕσσαθ᾽ ἅ οἱ πόρε παρθένος ἀδμής,
τὸν μὲν Ἀθηναίη θῆκεν, Διὸς ἐκγεγαυῖα,


230 μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,

235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
δή ῥα τότ᾽ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα·
«Κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.


240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσι,
Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,
νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη


245 ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.»
Ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ ἔθεσαν βρῶσίν τε πόσιν τε.
ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς


250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
Αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ᾽ ἐνόησεν·
εἵματ᾽ ἄρα πτύξασα τίθει καλῆς ἐπ᾽ ἀπήνης,
ζεῦξεν δ᾽ ἡμιόνους κρατερώνυχας, ἂν δ᾽ ἔβη αὐτή.
ὄτρυνεν δ᾽ Ὀδυσῆα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·


255 «Ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ᾽ ἴμεν, ὄφρα σε πέμψω
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἕρδειν· δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
ὄφρ᾽ ἂν μέν κ᾽ ἀγροὺς ἴομεν καὶ ἔργ᾽ ἀνθρώπων,


260 τόφρα σὺν ἀμφιπόλοισι μεθ᾽ ἡμιόνους καὶ ἄμαξαν
καρπαλίμως ἔρχεσθαι· ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν ἣν πέρι πύργος
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
λεπτὴ δ᾽ εἰσίθμη· νῆες δ᾽ ὁδὸν ἀμφιέλισσαι


265 εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
ἔνθα δέ τέ σφ᾽ ἀγορή, καλὸν Ποσιδήϊον ἀμφίς,
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ᾽ ἀραρυῖα.
ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
πείσματα καὶ σπείρα, καὶ ἀποξύνουσιν ἐρετμά.

270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῗσαι,
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
μωμεύῃ· μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·


275 καί νύ τις ὧδ᾽ εἴπῃσι κακώτερος ἀντιβολήσας·
“τίς δ᾽ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·


280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
ἄλλοθεν· ἦ γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμον
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.”


285 ὣς ἐρέουσιν, ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.
καὶ δ᾽ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
ἥ τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
ἀνδράσι μίσγηται πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.
ξεῖνε, σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα


290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών.
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,
τόσσον ἀπὸ πτόλιος ὅσσον τε γέγωνε βοήσας·


295 ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαι
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.


300 ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἂν πάϊς ἡγήσαιτο
νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
ἥρως. ἀλλ᾽ ὁπότ᾽ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ᾽ ἂν ἵκηαι

305 μητέρ᾽ ἐμήν· ἡ δ᾽ ἧσται ἐπ᾽ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ ἥατ᾽ ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.


310 τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαι


315 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.»
Ὣς ἄρα φωνήσασ᾽ ἵμασεν μάστιγι φαεινῇ
ἡμιόνους· αἱ δ᾽ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
αἱ δ᾽ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσιν.
ἡ δὲ μάλ᾽ ἡνιόχευεν, ὅπως ἅμ᾽ ἑποίατο πεζοὶ


320 ἀμφίπολοί τ᾽ Ὀδυσεύς τε· νόῳ δ᾽ ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ᾽ ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν Ἀθηναίης, ἵν᾽ ἄρ᾽ ἕζετο δῖος Ὀδυσσεύς.
αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
«Κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·


325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ᾽ ἄκουσας
ῥαιομένου, ὅτε μ᾽ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη·
αὐτῷ δ᾽ οὔ πω φαίνετ᾽ ἐναντίη· αἴδετο γάρ ῥα


330 πατροκασίγνητον· ὁ δ᾽ ἐπιζαφελῶς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.



Οδύσσεια – ε
Ὀδυσσέως ἄφιξις εἰς Φαίακας

Βαθιά κοιμότανε εκεί εκείνος, βασανισμένος ο Οδυσσέας και
θείος, στον ύπνο και στον κάματο δοσμένος. Ωστόσο η Αθηνά
τον δρόμο πήρε για τους Φαίακες, να πάει στη χώρα και στην
πόλη τους. Που άλλοτε κατοικούσαν στην ευρύχωρη Υπερεία,

5 κοντά στους αλαζόνες Κύκλωπες. Όμως αυτοί,
ασυναγώνιστοι όπως ήταν στη βία και στη δύναμη,
συχνά τους έβλαπταν. Ώσπου ο ωραίος σαν θεός Ναυσίθοος
τους ξεσηκώνει, και τους πήγε να μείνουν στη Σχερία, από
τους σιτοφάγους γείτονες μακριά. Εκεί, γύρω στην πόλη
τείχος ύψωσε, έχτισε κατοικίες,

10 για τους θεούς ανάστησε ναούς, μοίρασε και τη γη. Στο
μεταξύ πάει καιρός που είχε στον κάτω κόσμο κατεβεί, από
τη μοίρα του θανάτου χτυπημένος. Τώρα κρατούσε την αρχή
ο Αλκίνοος, νους προικισμένος με τη γνώση των θεών. Για
το δικό του το παλάτι πήρε τον δρόμο η Αθηνά, τα μάτια
λάμποντας, και με τη σκέψη της στραμμένη στον γυρισμό

15 του μεγαλόψυχου Οδυσσέα. Φτάνει πηγαίνοντας στον
στολισμένο θάλαμο, όπου κοιμότανε μια κόρη, σαν τις
αθάνατες στην όψη και στο ανάστημα: η Ναυσικά, του
μεγαλόκαρδου Αλκινόου η θυγατέρα. Κοντά της, πλάι στον
κάθε παραστάτη, ησύχαζαν ακόλουθες, κοπέλες δύο σαν τις
Χάριτες ωραίες. Και τα κλειστά θυρόφυλλα να λάμπουν.

20 Σαν την πνοή του ανέμου η θεά περνώντας, ρίγησε το
κλινοσκέπασμα της κόρης. Στάθηκε πάνω απ᾽ το κεφάλι της κι
όπως ξεκίνησε να της μιλήσει, την όψη πήρε της θυγατέρας
κάποιου Δύμαντα, θαλασσινού με φήμη — της ήταν
συνομήλικη, φίλη επιστήθια κι αγαπημένη. Με το δικό της
πρόσωπο, τα μάτια λάμποντας, της είπε η Αθηνά:

25 «Ω Ναυσικά, γιατί τόσο νωθρή να σε γεννήσει η μάνα σου;
Αφρόντιστα σου μένουν τα λαμπρά σου ρούχα,
κι όμως ο γάμος πια σου γνέφει· πρέπει κι εσύ τα ωραία σου
να τα φορέσεις, να τα χαρίσεις όμως και στους άλλους που θα
σε πάνε στου γαμπρού. Έτσι στοχάζομαι πως ανεβαίνει ένδοξη
η φήμη στους ανθρώπους,

30 και καμαρώνουν ο πατέρας σου κι η σεβαστή σου μάνα.
Εμπρός λοιπόν, μόλις χαράξει, ας πάμε να τα πλύνουμε μαζί.
Σκοπεύω να σ᾽ ακολουθήσω, να ετοιμαστείς το γρηγορότερο,
θα σου παρασταθώ κι εγώ, αφού δεν θα ᾽σαι για καιρό
παρθένα. Κιόλας σε ορέγονται πολλοί για νύφη,
οι ευγενέστεροι άντρες σ᾽ όλο

35 τον δήμο των Φαιάκων, απ᾽ όπου έχει αναβλαστήσει κι η
δική σου φύτρα. Γι᾽ αυτό σου λέω, παρότρυνε τον ξακουστό
πατέρα σου, πριν καλοξημερώσει, να σου ετοιμάσει άμαξα και
μούλες, για να φορτώσουν τους ζωστούς χιτώνες, πέπλους
λυτούς κι ενδύματα χρωματιστά που λάμπουν.Καλύτερα κι εσύ
στην άμαξα ν᾽ ανέβεις, μην πας πεζοπορώντας,

40 οι γούρνες βρίσκονται τόσο μακριά απ᾽ την πόλη.»
Είπε τον λόγο της, τα μάτια λάμποντας, η Αθηνά, και για
τον Όλυμπο κινούσε, όπου, καθώς διηγούνται, τη μόνιμή τους
έδρα έχουν οι θεοί ασφαλισμένη· δεν τη χτυπούν ανέμοι, δεν
τη λασπώνουν οι νεροποντές, χιόνι δεν τη βαραίνει· μόνο
αιθρία

45 απλώνεται παντού, λάμψη λευκή την περιβάλλει.
Εκεί μακαρισμένοι χαίρονται οι θεοί την αιωνία ζωή· εκεί
κατέφυγε, τα μάτια λάμποντας, κι η Αθηνά που φανερώθηκε
στην κόρη. Και πρόβαλε στην ώρα της καλλίθρονη η Αυγή
τη Ναυσικά ξυπνώντας, που τη στόλιζαν εξαίσιοι πέπλοι.
Από το θαυμαστό της όνειρο συνεπαρμένη,

50 έτρεξε από κάμαρη σε κάμαρη, το μήνυμα να φέρει στους
γονείς, στον κύρη και στη μάνα της. Τους βρήκε μέσα· ήταν
εκείνη στην εστία καθισμένη με τις ακόλουθές της,
κλώθοντας νήματα βαμμένα στην πορφύρα της θαλάσσης·
εκείνον τον απάντησε στην πόρτα, έτοιμο να προσέλθει στη
βουλή με τους βασιλικούς συμβούλους,

55 όπου και τον καλούσαν φημισμένοι οι Φαίακες. Πήγε και
στάθηκε πολύ κοντά του, και τον πατέρα της προσφώνησε:
«Ω κύρη μου ακριβέ, δεν θ᾽ αρνηθείς στην κόρη σου ένα αμάξι,
ψηλό όσο πρέπει και καλλίτροχο, ρούχα πολύτιμα στον ποταμό
να φέρει, να τα πλύνω, που βρίσκονται στο σπίτι λερωμένα.

60 Πρώτος εσύ μέσα στους πρώτους της βουλής που
αποφασίζει, το σώμα σου δεν πρέπει να ντύνεις με ρούχα
καθαρά; Έχεις και πέντε γιους. Οι δυο τους είναι κιόλας
παντρεμένοι, οι τρεις ακόμη παλληκάρια θαλερά κι ανύπαντρα.
Όλοι τους θέλουν, στο χοροστάσι όταν πηγαίνουν,
φρεσκοπλυμένα ρούχα

65 να φορούν. Κι είναι δικό μου χρέος όλα να τα σκέφτομαι.»
Έτσι του μίλησε, σεμνά, διστάζοντας να ομολογήσει στον
πατέρα της για τον δικό της γάμο, που τη συγκινούσε. Εκείνος
όμως πιάνοντας καλά το νόημα, της αποκρίθηκε αναλόγως:
«Όχι, παιδί μου, μήτε οι μούλες θα σου λείψουν μήτε και τ᾽
άλλα, τ᾽ απαραίτητα. Πήγαινε όπου λες. Το αμάξι σου

70 οι δούλοι θα ετοιμάσουν, ψηλό όσο πρέπει και καλλίτροχο,
με την καρότσα του γερά δεμένη.» Είπε και πρόσταξε τους
δούλους, εκείνοι υπάκουσαν, κι ευθύς την άμαξα με τους
ωραίους τροχούς, πρόσφορη για τις μούλες, τη σέρνουν έξω,
κι έζεψαν στην άμαξα τις μούλες. Τότε κι η κόρη φέρνει από
τον θάλαμο

75 τον πλούσιο ρουχισμό και τον απόθεσε στο λείο αμάξι.
Στο μεταξύ κι η μάνα της διαλέγει και της έβαλε σ᾽ ένα καλάθι
άφθονα τρόφιμα κάθε λογής, πρόσθεσε και τις λιχουδιές, και
το γιδίσιο ασκί το γέμισε κρασί. Κι όταν στην άμαξα η κόρη
ανέβηκε, της παραδίνει και μια λήκυθο χρυσή με λάδι λιπαρό,

80 για ν᾽ αλειφτεί κι η ίδια κι όσες κοπέλες τη συνόδευαν.
Τότε κι εκείνη το μαστίγιο πιάνει και τα ηνία λαμπρά,
τα ζώα μαστιγώνοντας να τρέξουν. Κι αντήχησεν ο θόρυβος
από τις μούλες, που ακαταπόνητες τεντώθηκαν, σέρνοντας
φορτίο και κόρη — δεν ήταν μόνη, κίνησαν μαζί της κι άλλες
κοπέλες που της παραστέκουν.

85 Κι όταν πλησίασαν το ρέμα του καλλίρροου ποταμού, όπου
κι οι γούρνες ήσαν στη σειρά — έτρεχε το νερό ασταμάτητο
μπροστά τους, καλόδεχτο, να καθαρίζει κάθε ρύπο.
Εκεί λύνουν τις μούλες απ᾽ τ᾽ αμάξι και τις αμόλησαν
πλάι στο ποτάμι με τις πολλές του δίνες,

90 για να βοσκήσουν χλόη μαλακή σαν μέλι. Από το αμάξι
σήκωσαν στα χέρια τους τα ρούχα και τα βαφτίζουν στο νερό,
βαθύ σαν μαύρο. Με γρηγοράδα απίστευτη τα στύβουν στις
χαβούζες, κοιτώντας πώς θα ξεπεράσουνε η μια την άλλη.
Κι όταν απόσωσαν το πλύσιμο κι άστραψαν πεντακάθαρα τα
ρούχα, τα πήραν να τ᾽ απλώσουν στ᾽ ακρογιάλι με τη σειρά,

95 εκεί που η θάλασσα, χτυπώντας την ακτή, τα βότσαλα
λευκαίνει. Ύστερα κάνουν το λουτρό τους, με λάδι αλείφτηκαν
και στρώθηκαν να φάνε στην ποταμίσιαν όχθη,
τα ρούχα περιμένοντας να τα στεγνώσουν οι αχτίνες του ήλιου.
Κι όταν ευφράνθηκαν με το φαΐ η κόρη κι οι κοπέλες,

100 πήραν να παίζουν την πετόσφαιρα, τον κεφαλόδεσμο
πετώντας πέρα. Ανάμεσά τους, χέρια υψώνοντας λευκά, η
Ναυσικά κρατούσε τον ρυθμό με το τραγούδι της. Πώς η
τοξεύτρα η Άρτεμη στα όρη κατεβαίνει, ή στον πανύψηλο
Ταΰγετο ή στον Ερύμανθο, για να χαρεί με κάπρους και μ᾽
ελάφια ωκύποδα,

105 οι Νύμφες αγροδίαιτες, κόρες του Δία που κρατάει αιγίδα,
τη συντροφεύουν παίζοντας μαζί της· βλέπει και χαίρεται βαθιά
η Λητώ πως υπερέχουν μέτωπο και κεφαλή της κόρης της·
αναγνωρίζεται εύκολα σ᾽ όλες ανάμεσα, κι ας είναι ωραίες
όλες τους· παρόμοια κι η αδάμαστη παρθένα Ναυσικά από τις
άλλες κοπέλες ξεχωρίζει που παράστεκαν.

110 Πέρασε ωστόσο η ώρα κι έπρεπε τον δρόμο πάλι να πάρει
της επιστροφής προς το παλάτι, να ξαναζέψει τα μουλάρια και
να διπλώσει τα ωραία της ρούχα. Τότε ακριβώς άλλα
στοχάστηκε, τα μάτια λάμποντας, η θεά Αθηνά· πώς θα
ξυπνήσει ο Οδυσσέας, να δει την κόρη την πεντάμορφη, που
θα τον οδηγούσε προς την πόλη όπου και κατοικούν

115 οι Φαίακες. Καθώς λοιπόν τη σφαίρα ρίχνει η Ναυσικά σε
μια από τις κοπέλες, η κοπελιά ξαστόχησε, κι έπεσε η μπάλα
στα βαθιά νερά του ποταμού. Ύψωσαν τότε μια φωνή μεγάλη,
κι ο θείος Οδυσσέας ξυπνά. Ανασηκώθηκε και ταραγμένος
συλλογίστηκε στα φρένα και στον νου του: «Αλίμονό μου! Σε
ποιων ανθρώπων έφτασα πάλι τη χώρα;

120 είναι αλαζόνες, άγριοι κι άδικοι; ή μήπως τη φιλοξενία
γνωρίζουν κι ο νους τους σέβεται τα θεία;
Στ᾽ αφτιά μου ωστόσο χτύπησε μια κοριτσίστικη φωνή, λες κι
ήταν από κόρες Νύμφες που, μένοντας ψηλά στα όρη,
κατεβαίνουν στις πηγές των ποταμών ή σε λιβάδια χλοερά.

125 Εκτός κι αν βρίσκομαι σε κάποιον τόπο όπου μιλούν και
μένουν άνθρωποι θνητοί. Άλλο δεν έχω, μόνος μου πρέπει να
δοκιμάσω, να δω τι τρέχει.» Είπε κι από τα θάμνα του
αναδύθηκε θείος ο Οδυσσεύς, χώνει το στιβαρό του χέρι σε
σύδεντρο πυκνό και σπάζει ένα κλαδί με φύλλα, τη γύμνια του
να προστατέψει στ᾽ αντρικά του μέλη.

130 Και κίνησε σαν το περήφανο λιοντάρι που περιφέρεται
στα όρη, το δέρνει ο άνεμος και το μουσκεύει η μπόρα, εκείνο
όμως με τα μάτια φλογισμένα προχωρεί ψάχνοντας για
γελάδια, αρνιά κι ελάφια ανήμερα, το σπρώχνει η πείνα στα
κοπάδια, ακόμη και σε μάντρα φυλαγμένη·

135 παρόμοιος έμελλε κι ο Οδυσσέας να σμίξει με κόρες
καλλιπλόκαμες, έτσι όπως ήτανε γυμνός, γιατί τον πίεζε η
ανάγκη. Όμως τους φάνηκε φριχτός, απ᾽ την αλμύρα
φαγωμένος· σκόρπισαν τότε πανικόβλητες, εδώ η μια η άλλη
αλλού, γυρεύοντας πού να κρυφτούν στα υψώματα της όχθης.
Μόνο του Αλκινόου η θυγατέρα παραμένει ακίνητη·

140 η Αθηνά τής έδωσε το θάρρος της καρδιάς, αυτή της πήρε
την τρομάρα από τα μέλη. Κι όπως απέναντί του στάθηκε
αποφασισμένη, ο Οδυσσέας διχογνώμησε· την κόρη την
πεντάμορφη να την παρακαλέσει στα γόνατά της πέφτοντας,
ή σε απόσταση και με μειλίχια λόγια να της ζητήσει, αν ήθελε,
την πόλη να του δείξει και να του δώσει ρούχα.

145 Κι όπως το συλλογίστηκε του φάνηκε καλύτερο κρατώντας
την απόσταση και με μειλίχια λόγια να την παρακαλέσει,
μήπως κι αν άγγιζε το γόνα της, η κόρη χολωθεί. Έτσι μειλίχιος
κίνησε τον λόγο του, με σύνεση και πονηριά: «Γονατιστός
προσπέφτω, δέσποινά μου. Είσαι θνητή; θεά; Δεν ξέρω.

150 Αν στους θεούς ανήκεις, που κατέχουν τον πλατύ ουρανό,
τότε πως μοιάζεις λέω τόσο με την Άρτεμη, την κόρη του
μεγάλου Δία, στην ομορφιά, στο ανάστημα, στο ανάριμμα.
Αν πάλι ανήκεις στους θνητούς που κατοικούν τη γη μας,
τρισμάκαρες ο κύρης σου κι η σεβαστή σου μάνα,

155 οι αδελφοί σου τρισμακάριστοι· πόσο καμάρι θα θερμαίνει
πάντα την καρδιά τους να σ᾽ έχουν πλάι τους, κι όταν σε
βλέπουν στον χορό να μπαίνεις, τέτοιο βλαστάρι.
Και πάνω απ᾽ όλους εκείνος πιο μακαρισμένος που με τα δώρα
του θα σε κερδίσει και θα σε πάρει νύφη σπίτι του.

160 Τόση ομορφιά ποτέ δεν είδα ως τώρα, γυναίκα ή άντρα,
θάμπωσα και δεν χορταίνω να κοιτώ.
Ω ναι, κάποτε και στη Δήλο, πλάι στον βωμό του Απόλλωνα,
μπροστά στα μάτια μου, ένα βλαστάρι φοινικιάς το είδα να
ψηλώνει — πήγα κι εκεί, πολύς στρατός μ᾽ ακολουθούσε στον
δρόμο

165 που έμελλε να γίνει οδός της μαύρης συμφοράς μου. Τότε,
όπως τώρα, κοιτούσα το βλαστάρι εκείνο, κι έμεινε ο νους μου
θαμπωμένος ώρα πολλή. Γιατί ποτέ δεν αναβλάστησε στη γη
τέτοιος ωραίος βλαστός. Έτσι κι εσένα τώρα σε θαυμάζω,
δέσποινά μου. Έκθαμβος μένω, μέγα δέος με κατέχει τα
γόνατά σου ν᾽ ακουμπήσω. Είμαι που είμαι σε βαρύ πένθος

170 χαντακωμένος. Μόλις εχθές, είκοσι μέρες πάνε τώρα,
γλίτωσα απ᾽ το μπλάβο πέλαγος. Ως τότε το κύμα αέναο,
θύελλες πυκνές μακριά απ᾽ το νησί της Ωγυγίας μ᾽ έσερναν.
Και τώρα εδώ με ξέβρασε ενός θεού η εκδίκηση, όπου
κάποιο κακό καινούργιο, σκέφτομαι, με περιμένει.
Γιατί δεν έκλεισεν ακόμη ο κύκλος των παθών μου·

175 κι άλλα πολλά στοχάζομαι όρισαν οι θεοί πιο πριν να
πάθω. Έλεος όμως σου ζητώ. Εσύ είσαι η πρώτη που απαντώ,
έτσι φριχτά βασανισμένος· άλλον δεν ξέρω στους ανθρώπους
που κατοικούν αυτή τη γη κι αυτή την πόλη. Και σου ζητώ την
πόλη να μου δείξεις, κι ένα κουρέλι να σκεπαστώ, αν έχεις
φέρει εδώ μαζί σου κάποιο πανί, να με τυλίξει.

180 Εύχομαι οι θεοί να σου χαρίσουν ό,τι βαθιά η ψυχή σου
λαχταρά· σύζυγο, σπιτικό κι ομόνοια να σου δώσουν εύφημη.
Γιατί δεν είναι άλλο στήριγμα καλύτερο και πιο ισχυρό,
όταν ομοφρονούν κι ομονοούν στο σπίτι ο άντρας κι η γυναίκα·
όποιοι διχογνωμούν, τους πρέπουν βάσανα,

185 χαρές σ᾽ εκείνους που η φιλία τούς δένει, κι οι δυο
κερδίζουν το καλό τους όνομα.» Τότε κι η Ναυσικά, τα χέρια
της λευκά, του ανταποκρίθηκε: «Ξένε, ασήμαντος δεν φαίνεσαι
μήτε κι η φρόνηση σου λείπει. Κι όπως το ξέρεις, ο ολύμπιος
Δίας, μόνος αυτός την ευτυχία μοιράζει στους ανθρώπους,
καταπώς θέλει στον καθένα, άσημους ή και επιφανείς.

190 Πες πως δικά του είναι τα πάθη που σε βρήκαν και πρέπει
εσύ καρτερικά να τα υπομείνεις. Ωστόσο τώρα, που σ᾽ αυτή
την πόλη και τη χώρα καλωσόρισες, ρούχο δεν θα σου λείψει
να ντυθείς μήτε και τίποτε άλλο, όλα όσα πρέπουν σε
πολύπαθον ικέτη που προσπέφτει. Κι όπως ζητάς, την πόλη θα
σου δείξω και θα σου πω πώς ονομάζεται ο λαός μας:

195 αυτή τη χώρα και την πόλη την κατοικούν οι Φαίακες·
εγώ η θυγατέρα είμαι του γενναίου Αλκίνοου·
αυτός στους Φαίακες κρατεί δύναμη κι εξουσία.»
Είπε και δίνει προσταγή στις καλλιπλόκαμες κοπέλες:
«Κοπέλες μου, σταθείτε. Για πού το βάλατε στα πόδια,
που αντικρίσατε έναν τέτοιον άντρα;

200 Μήπως σας πέρασε απ᾽ τον νου πως είναι εχθρός μας;
Δεν έγινε, το λέω, ως τώρα, μήτε θα γίνει, στων Φαιάκων τη
χώρα να φτάσει κάποιος άνθρωπος φοβερός φέρνοντας
αναστάτωση. Το ξέρετε, μας αγαπούν οι αθάνατοι όσο λίγους,
μένουμε και παράμερα, στα έσχατα όρια του πολυκύμαντου
πελάγου,

205 που δύσκολα, ή και ποτέ, άλλος θνητός δεν θα μπορούσε
να ᾽σμιγε μαζί μας. Όμως αυτός, περιπλανώμενος και
δύστυχος, βρέθηκε κατά τύχη εδώ, και περιποίηση του πρέπει.
Όλοι οι φτωχοί κι οι ξένοι είναι του Δία αποσταλμένοι· ακόμη
κι αν τους δώσεις κάτι λίγο, νομίζεται καλόδεχτο. Γι᾽ αυτό,
κοπέλες μου, κι εσείς προστάζω να του δώσετε κάτι να φάει,

210 να πιει, και στο ποτάμι να τον λούσετε, διαλέγοντας μέρος
απάνεμο.» Έτσι τους μίλησε, κι εκείνες στάθηκαν, δίνοντας
μεταξύ τους εντολές· τον Οδυσσέα οδήγησαν σε μέρος
σκεπαστό, όπως παράγγειλε κι η Ναυσικά, η θυγατέρα του
γενναίου Αλκίνοου. Δίπλα του απόθεσαν τα ρούχα, το
πανωφόρι και χιτώνα,

215 και σε μια λήκυθο χρυσή τού δίνουν λάδι λιπαρό. Ύστερα
τον παρακινούσαν να κατέβει στις ροές του ποταμού για να
τον λούσουν. Τότε ο θείος Οδυσσεύς τούς αντιμίλησε με τρόπο:
«Κοπέλες, μείνετε εσείς παράμερα· μόνος μου εγώ θα βγάλω
λούζοντας από τους ώμους μου την άλμη, και θ᾽ αλειφτώ
παντού με λάδι.

220 Πάει καιρός που τέτοιο βάλσαμο δεν μάλαξε το δέρμα μου.
Όμως δεν πρόκειται μπροστά σας να λουστώ· νιώθω ντροπή
να με κοιτάζουνε γυμνόν κοπέλες καλλιπλόκαμες.»
Κι όπως τους μίλησε, αποτραβήχτηκαν εκείνες, λέγοντας και
στη Ναυσικά όσα τους είπε. Κι αυτός με το νερό του ποταμού,
ο θείος Οδυσσεύς, την άλμη απόνιψε που είχε καθήσει

225 στους φαρδείς του ώμους και στην πλάτη, κι έτριβε το
κεφάλι του καλά, ώσπου το αλάτι να του φύγει της ατρύγητης
θαλάσσης. Κι όταν όλα τα μέλη του τ᾽ απόλουσε,
με λάδι αλείφτηκε και φόρεσε τα ρούχα, εκείνα που του
πρόσφερε η ανύπαντρη παρθένα. Τότε κι η Αθηνά, του Δία το
γέννημα, τον έκανε να φαίνεται

230 σαν πιο ψηλός και στιβαρός· κι απ᾽ το κεφάλι του να
πέφτουν τα μαλλιά σγουρά, σαν άνθη ζουμπουλιάς.
Πώς στο ασήμι πάνω μάλαμα χύνει ο επιδέξιος τεχνίτης —
τον δίδαξαν την τέλεια τέχνη ο Ήφαιστος κι η Αθηνά Παλλάδα,
κι αυτός τα έργα του αποτελειώνει ωραία·

235 τόση ομορφιά χύνει η θεά στην κεφαλή του και στους
ώμους. Επήγε τότε να καθήσει απόμερα μόνος του στο
ακρογιάλι, λάμποντας όλος ομορφιά και χάρη, ενώ η κόρη
τον κοιτούσε και τον θαύμαζε. Ύστερα γύρισε να πει στις
καλλιπλόκαμες κοπέλες: «Ακούστε με, ωραίες κοπέλες, γιατί
έχω κάτι να σας πω:

240 λέω πως δεν έσμιξε ένας τέτοιος άντρας με τους ισόθεους
Φαίακες, αν κάποιος δεν το θέλησε θεός απ᾽ όσους κατοικούν
τον Όλυμπο. Μόλις πριν από λίγο φαντάστηκα πως είναι κι
άσκημος· τώρα μου φαίνεται να μοιάζει στους θεούς που τον
πλατύ ουρανό κατέχουν. Μακάρι τέτοιος να βρεθεί γαμπρός κι
εμένα να με πάρει —

245 αν κατοικούσε εδώ, αν ήθελε να μείνει εδώ.
Μα τώρα πρέπει να του δώσετε του ξένου κάτι να φάει, να
πιει.» Τους μίλησε, αυτές την άκουσαν κι υπάκουσαν.
Κι αμέσως έστρωσαν στον Οδυσσέα μπροστά, να φάει, να πιει.
Εκείνος, βασανισμένος ο Οδυσσέας και θείος, έπινε κι έτρωγε
με λαίμαργη σπουδή,

250 καθώς τόσον καιρό δεν είχε αγγίξει φαγητό.
Μα τώρα η Ναυσικά, τα χέρια της λευκά, στοχάζεται άλλα·
τα ρούχα της διπλώνει, τα βάζει πάνω στο ωραίο αμάξι,
έζεψε και τις μούλες που δυνατές έχουν οπλές, μετά κι εκείνη
ανέβηκε. Τότε, τον Οδυσσέα παροτρύνοντας, άρχισε να μιλά
με λόγο καλομοιρασμένο:

255 «Έφτασε η ώρα τώρα, ξένε· σήκω να προχωρήσουμε στην
πόλη, θα σε προπέμψω στο παλάτι του γενναίου πατέρα μου,
όπου και θα γνωρίσεις όλους, όσους σπουδαίους έχει η χώρα
των Φαιάκων. Και θα σου πω πώς πρέπει να φερθείς, βλέπω
πως είσαι γνωστικός και θα μ᾽ ακούσεις. Λοιπόν, όσο εμείς θα
προχωρούμε σ᾽ αγρούς κι αμπελοχώραφα,

260 μαζί κι εσύ με τις κοπέλες μπορείς ν᾽ ακολουθείς βήμα
προς βήμα πίσω απ᾽ τις μούλες και τ᾽ αμάξι· τον δρόμο θα τον
δείχνω εγώ. Όμως όταν ανηφορίσουμε κατά την πόλη —
την περιβάλλουν πυργωμένα τείχη κι έχει μπροστά της
όμορφο, διπλό λιμάνι στο κάθε γύρισμα του κάστρου· εκεί και
τα καράβια μας ευέλικτα

265 βρίσκουν το καταφύγιό τους, όλα και το καθένα στη σειρά
του. Εδώ θα δεις την αγορά, στου Ποσειδώνα πλάι τον ωραίο
βωμό, χτισμένη με κομμένες πέτρες, χωστές στη γη·
όπου κι οι ναυτικοί μας φτιάχνουν ξάρτια για τα μελανά μας
σκάφη, χοντρά σχοινιά, πανιά, ξύνουν και τα κουπιά.

270 Γιατί να ξέρεις, τους Φαίακες δεν τους μέλει το τόξο κι η
φαρέτρα, μόνο κατάρτια, καραβιών κουπιά, πλεούμενα που
να ζυγίζονται σωστά· μ᾽ αυτά περνούν και χαίρονται την
αφρισμένη θάλασσα. Την άσχημή τους όμως φήμη τη φοβάμαι,
μήπως ξοπίσω μας κάποιος κακολογήσει, ο κόσμος είναι εδώ
περίεργος.

275 Ένας που θα μας έβλεπε μαζί, αν ήταν παρακατιανός, θα
φώναζε ίσως: «Η Ναυσικά, ποιος είναι αυτός που σέρνει πίσω
της, ψηλός κι ωραίος, μα ξένος; Πού να τον βρήκε; Σίγουρα
τον θέλει για γαμπρό δικό της. Κοίτα, μας φέρνει κάποιον
άγνωστο από μια χώρα μακρινή, που εδώ μας έφτασε
δαρμένος με το σκάφος του· εμείς δεν έχουμε γειτόνους

280 κοντινούς. Εκτός κι ανίσως στην προσευχή της
συγκατένευσε κάποιος θεός και, παρακαλεστός, από τον
ουρανό κατέβηκε, δική του να την κάνει για το μέλλον.
Όμως καλύτερα έτσι, που γυρνώντας μόνη κι απ᾽ αλλού,
βρήκε τον σύζυγο, αφού περιφρονεί τους ντόπιους Φαίακες,
κι ας τη ζητούν για νύφη τόσοι ξακουστοί μας.»

285 Αν κάτι τέτοιο πουν, θα ᾽ταν για μένα όνειδος·
θα αγανακτούσα κι αν σε τέτοια ξέπεφτε καμώματα μια άλλη
που, δίχως να το εγκρίνουν κύρης και μητέρα της,
πήγαινε μ᾽ άλλους άντρες, πριν από γάμο επίσημο.
Γι᾽ αυτό σου λέω, ξένε, τη συμβουλή μου πάραυτα σεβάσου,
για να πετύχεις

290 από τον πατέρα μου γρήγορα συνοδούς και νόστο.
Θα δεις λοιπόν, στον δρόμο μας κοντά, της Αθηνάς το τιμημένο
άλσος με τις λεύκες, όπου μια κρήνη με τα νάματά της δροσίζει
ολόγυρα ένα λιβάδι. Εκεί και του πατέρα μου το τέμενος,
με περιβόλι καταπράσινο. Πολύ από την πόλη δεν απέχει,
αν φώναζες, θα σ᾽ άκουαν.

295 Εκεί να ξαποστάσεις και να περιμένεις, ώσπου να μπούμε
εμείς στην πόλη και στο βασιλικό παλάτι να προφτάσουμε.
Τον χρόνο υπολογίζοντας πως έχουμε πια φτάσει,
ξεκίνησε τότε κι εσύ, κι όταν στην πολιτεία των Φαιάκων
μπεις, ρώτησε να σου πουν ποιο το παλάτι του πατέρα μου,
του μεγαλόπρεπου Αλκινόου —

300 αναγνωρίζεται εύκολα, κι ένα μωρό παιδί μπορεί να σ᾽
οδηγήσει. Γιατί από τ᾽ άλλα αρχοντικά, όσα έχουν χτίσει οι
Φαίακες, κανένα τους δεν μοιάζει στη λάμψη με το χτίσμα του
λαμπρού Αλκινόου. Κι όταν αυλή και τοίχοι θα σε κρύψουν,
τότε στην αίθουσα προχώρα με σπουδή μεγάλη, ψάχνοντας

305 τη μητέρα μου. Και θα τη βρεις να κάθεται πλάι στην εστία,
απ᾽ της φωτιάς τη λάμψη φωτισμένη, να κλώθει νήματα
βαμμένα στην πορφύρα της θαλάσσης, γερμένη στην κολόνα —
θα ᾽λεγες θαύμα που το βλέπεις· της παραστέκουν πίσω της κι
οι δούλες. Εκεί κι ο θρόνος του πατέρα μου, στον ίδιο στύλο
ακουμπισμένος· πάνω του κάθεται και πίνει το κρασί του —

310 θα ᾽λεγες είναι αθάνατος. Σε συμβουλεύω να τον
προσπεράσεις, τα χέρια σου να περιβάλουν της μάνας μου τα
γόνατα, αν θέλεις μέρα επιστροφής να δεις γρήγορη και
χαρούμενη, όσο μακριά κι αν είναι ο τόπος σου. Μόνο αν
εκείνη με συμπάθεια σε κοιτάξει, υπάρχει ελπίδα ν᾽ απαντήσεις
τους δικούς σου,

315 στο σπίτι σου να φτάσεις το καλόχτιστο και να πατήσεις
χώμα της πατρίδας.» Κι όπως απόσωσε τον λόγο της, τις
μούλες βίτσισε κι έφεξε το μαστίγιο. Εκείνες γρήγορα του
ποταμού τα ρείθρα αφήνουν. Ωραία που τρέχουν, ωραία που
αργοπορούσαν, καθώς η Ναυσικά κρατούσε τα λουριά,
για να μπορούν ν᾽ ακολουθούν πεζοπορώντας οι κοπελιές

320 κι ο Οδυσσεύς — με νου και γνώση τα μαστίγωνε, όσο
πρέπει. Κι έδυε πια ο ήλιος, φτάνοντας στο τιμημένο κι ιερό
άλσος της Αθηνάς, όπου και ξέμεινε ο θείος Οδυσσέας.
Τότε στην κόρη του μεγάλου Δία προσεύχεται:
«Επάκουσέ με, ω Ατρυτώνη, γέννημα του Διός εσύ, που έχει
ασπίδα τη βροντή.

325 Τώρα παρακαλώ σε να μ᾽ ακούσεις. Πιο πριν δεν μ᾽
άκουσες στη συντριβή μου, όταν με σύντριβε ο Κοσμοσείστης.
Αγάπη δώσε κι έλεος οι Φαίακες να μου δείξουν.»
Τέλειωσε, και την ευχή του η Αθηνά Παλλάδα εισάκουσε,
όμως μπροστά του να φανερωθεί δεν το αποφάσιζε. Γιατί
σεβόταν

330 του πατέρα της τον αδελφό, που ακόμη τον θυμό του
κρεμούσε φοβερό στον ήρωα Οδυσσέα, προτού πατήσει της
πατρίδας του το χώμα.


Οδύσσεια – η

– Γραμματεία –